Procatechesis

 παιδεύθητι ἐκ τῶν φαινομένων· ἔξελθε εὐκαίρως τὰ νῦν, καὶ εἴσελθε αὔριον εὐκαιρότατα. Εἰ φιλάργυρον ἔχεις τὸ σχῆμα τῆς ψυχῆς, ἄλλο ἐνδυσάμενος εἴσελθε

 διάνοια· ἵνα μὴ τὸ βλέμμα ῥεμβόμενον ποιήσῃ ῥέμβεσθαι καὶ τὴν καρδίαν. Τῶν δὲ ὀφθαλμῶν ἐσκεπασμένων, οὐκ ἐμποδίζεται τὰ ὦτα δέξασθαι τὸ σωτήριον. Ὃν γ

 τῶν ἐπορκισμῶν, εἷς ἕκαστος ὑμῶν λαλείτω τὰ πρὸς εὐσέβειαν· κἄν τις ὑμῶν μὴ παρῇ, ἐπιζητήσατε. Εἰς τράπεζαν εἰ ἐκλήθης, οὐκ ἂν περιέμενες τὸν συγκεκλη

 Εὔχου πυκνότερον, ἵνα ὁ Θεός σε καταξιώσῃ τῶν ἐπουρανίων καὶ ἀθανάτων μυστηρίων. Μήτε ἡμέραν ἄργει, μήτε νύκτα· ἀλλ' ὅταν ὁ ὕπνος ἐκ τῶν ὀμμάτων σου ἐ

τῶν ἐπορκισμῶν, εἷς ἕκαστος ὑμῶν λαλείτω τὰ πρὸς εὐσέβειαν· κἄν τις ὑμῶν μὴ παρῇ, ἐπιζητήσατε. Εἰς τράπεζαν εἰ ἐκλήθης, οὐκ ἂν περιέμενες τὸν συγκεκλημένον; ἀδελφὸν εἰ εἶχες, οὐκ ἂν τῷ ἀδελφῷ τὸ ἀγαθὸν ἐζήτεις; Μὴ πολυπραγμόνει λοιπὸν πραγμάτων ἀνωφέλειαν· μὴ, τί ἐποίησε πόλις; μὴ, τί ἐποίησε κώμη; μὴ, τί ἐποίησε βασιλεύς; μὴ, τί ἐποίησεν ἐπίσκοπος; μὴ, τί ἐποίησε πρεσβύτερος; ἄνω βλέπε· ὁ καιρὸς ὁ σὸς ἐκείνου χρείαν ἔχει. Σχολάσατε καὶ γνῶτε, ὅτι ἐγώ εἰμι ὁ Θεός. Ἐὰν ἴδῃς τοὺς πιστοὺς διακονοῦντας, καὶ μὴ μεριμνῶντας· ἔχουσι τὸ ἀσφαλὲς, οἴδασι τί ἔλαβον, κατέχουσι τὴν χάριν· σὺ δὲ ἀκμὴν ἐν ζυγῷ στήκεις, ἢ δεχθῆναι, ἢ μὴ δεχθῆναι· μὴ μιμῄσῃ τοὺς ἔχοντας τὸ ἀμέριμνον, ἀλλὰ μέτελθε τὸν φόβον. 14 Καὶ ὅταν ἐπορκισμὸς γένηται, ἕως ὅτου οἱ ἄλλοι ἐπορκιζόμενοι παραγένωνται, ἄνδρες μετ' ἀνδρῶν, καὶ γυναῖκες μετὰ γυναικῶν. Νῦν γάρ μοι χρεία τῆς τοῦ Νῶε κιβωτοῦ· ἵνα ᾖ Νῶε χωρὶς καὶ οἱ υἱοὶ αὐτοῦ· καὶ ἡ γυνὴ, καὶ αἱ γυναῖκες τῶν υἱῶν αὐτοῦ. Εἰ γὰρ καὶ μία ἦν ἡ κιβωτὸς, καὶ κεκλεισμένη ἦν ἡ θύρα· ἀλλὰ ἐσχημάτιστο τὰ πράγματα. Εἰ καὶ κέκλεισται ἡ ἐκκλησία, καὶ πάντες ὑμεῖς ἔνδον· ἀλλὰ διεστάλθω τὰ πράγματα, ἄνδρες μετ' ἀνδρῶν, καὶ γυναῖκες μετὰ γυναικῶν· μὴ γένηται ἡ ὑπόθεσις τῆς σωτηρίας, πρόφασις ἀπωλείας· κἂν ἡ ὑπόθεσις καλὴ, πλησίον ἀλλήλων καθέζεσθαι, ἀλλὰ μακρὰν ἔστω τὰ πάθη. Εἶτα οἱ ἄνδρες καθεζόμενοι καὶ ἐχέτωσαν βιβλίον χρήσιμον· καὶ ὁ μέν τις ἀναγινωσκέτω, ὁ δέ τις ἀκουέτω· κἂν μὴ βιβλίον παρῇ, ὁ μὲν προσευχέσθω, ὁ δέ τι χρήσιμον λαλείτω. Καὶ ὁ σύλλογος πάλιν ὁ παρθενικὸς οὕτω συνειλέχθω, ἢ ψάλλων ἢ ἀναγινώσκων ἡσυχῇ· ὥστε λαλεῖν μὲν τὰ χείλη, μὴ ἀκούειν δὲ τὰ ἀλλότρια ὦτα. Γυναικὶ γὰρ λαλεῖν ἐν ἐκκλησίᾳ οὐκ ἐπιτρέπω· καὶ ἡ ἔγγαμος [δὲ] ὁμοίως μιμείσθω· καὶ προσευχέσθω, καὶ τὰ χείλη κινείσθω, φωνὴ δὲ μὴ ἀκουέσθω· ἵνα παρέλθῃ Σαμουὴλ, ἵνα σου ἡ στεῖρα ψυχὴ γεννήσῃ τὴν σωτηρίαν Θεοῦ ἐπακούσαντος. Ὁ γὰρ Σαμουὴλ ταύτην ἔχει τὴν ἑρμηνείαν. 15 Ὄψομαι τὴν σπουδὴν ἑκάστου, ὄψομαι τὸ εὐλαβὲς ἑκάστης. Πυρούσθω ἡ διάνοια πρὸς εὐλάβειαν, χαλκευέσθω ἡ ψυχὴ, σφυροκοπείσθω τὸ σκληρὸν τῆς ἀπιστίας, ἀποπεσάτωσαν αἱ περιτταὶ τοῦ σιδήρου λεπίδες, μενέτω τὸ καθαρόν· ἀποπεσάτω τοῦ σιδήρου ὁ ἰὸς, μενέτω δὲ τὸ γνήσιον. Ποτὲ ὑμῖν δείξῃ ὁ Θεὸς ἐκείνην τὴν νύκτα, τὸ σκότος τὸ ἡμεροφανὲς, περὶ οὗ εἴρηται· Σκότος οὐ σκοτισθήσεται ἀπὸ σοῦ, καὶ νὺξ ὡς ἡ ἡμέρα φωτισθήσεται· τότε ὑμῶν ἑκάστῳ καὶ ἑκάστῃ παραδείσου θύρα ἀνοιχθῇ. Τότε ὑδάτων ἀπολαύσητε Χριστοφόρων, ἐχόντων εὐωδίαν. Τότε Χριστοῦ προσηγορίαν λάβητε, καὶ ἐνέργειαν θείων πραγμάτων. Ἤδη μοι τῆς διανοίας τὸ ὄμμα ἀναβλέψατε· ἤδη μοι χοροὺς ἀγγελικοὺς ἐννοήσατε, καὶ δεσπότην τῶν ὅλων Θεὸν καθεζόμενον, Ὑιὸν δὲ μονογενῆ ἐν δεξιᾷ συγκαθήμενον, καὶ Πνεῦμα συμπαρόν, Θρόνους δὲ καὶ Κυριότητας λειτουργοῦντας· καὶ ὑμῶν δὲ ἕκαστον καὶ ἑκάστην, σωζόμενον καὶ σωζομένην. Ἤδη ὑμῶν τὰ ὦτα ὥσπερ κατηχεῖσθαι ποιήσατε ἐκείνην τὴν καλὴν ἠχὴν, ὅτε ὑμῶν σωθέντων οἱ ἄγγελοι ἐπιφωνήσουσι· Μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι, [καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι] ὅτε, ὥσπερ ἀστέρες τῆς Ἐκκλησίας, εἰσέλθητε φαιδροὶ τῷ σώματι, καὶ φωτεινοὶ τῇ ψυχῇ. 16 Μέγα, τὸ προκείμενον βάπτισμα· αἰχμαλώτοις λύτρον· ἁμαρτημάτων ἄφεσις· θάνατος ἁμαρτίας· παλιγγενεσία ψυχῆς· ἔνδυμα φωτεινόν· σφραγὶς ἁγία ἀκατάλυτος· ὄχημα πρὸς οὐρανόν· παραδείσου τρυφή· βασιλείας πρόξενον· υἱοθεσίας χάρισμα. Ἀλλὰ δράκων παρὰ τὴν ὁδὸν τηρεῖ τοὺς περιπατοῦντας. βλέπε μὴ δάκῃ τῇ ἀπιστίᾳ. Βλέπει τοσούτους σωζομένους, καὶ ζητεῖ τίνα καταπίῃ. Πρὸς Πατέρα πνευμάτων εἰσέρχῃ, ἀλλὰ δι' ἐκείνου τοῦ δράκοντος διέρχῃ· πῶς οὖν αὐτὸν διέλθῃς; Ὑπόδησαι τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ εὐαγγελίου τῆς εἰρήνης· ἵνα κἂν δάκῃ, μὴ βλάπτῃ· πίστιν ἔνοικον ἔχε, κραταιὰν ἐλπίδα, κρηπίδα ἰσχυρὰν, ἵνα διέλθῃς τὸν ἐχθρὸν, καὶ εἰσέλθῃς πρὸς τὸν δεσπότην. Τὴν σαυτοῦ καρδίαν ἑτοίμασον εἰς ὑποδοχὴν διδασκαλίας, εἰς κοινωνίαν ἁγίων μυστηρίων.