4
ιʹ. ∆ανιὴλ ὁ προφήτης. Οὗτος μὲν ἦν ἐκ φυλῆς Ἰούδα γένους τῶν ἐξόχων τῆς βασιλικῆς ὑπηρεσίας· ἀλλ' ἔτι νήπιος ὢν ἤχθη εἰς Βαβυλῶνα ἐκ τῆς Ἰουδαίας. Ἐγεννήθη δὲ ἐν Βεθεβορῷ τῇ ἀνωτέρᾳ πλησίον Ἱερουσαλήμ· καὶ ἦν ἀνὴρ σώφρων, ὥστε δοκεῖν τοῖς Ἰουδαίοις εἶναι αὐτὸν σπάδοντα. Πολλὰ ἐπένθησεν οὗτος τὴν Ἱερουσαλὴμ καὶ ἐν νηστείαις ἤσκησεν ἀπὸ πάσης τροφῆς ἐπιθυμητῆς καὶ ἦν ἀνὴρ ξη- ρότατος τῇ εἰδέᾳ· ἀλλ' ὡραῖος ἐν χάριτι θεοῦ. Πολλὰ δὲ ηὔξατο οὗτος περὶ τοῦ Ναβουχοδονόσορ, ὅτι ἐγένετο θηρίον καὶ κτῆνος, ἵνα μὴ ἀπώληται. Ἦν γὰρ τὰ ἐμπρόσθια αὐτοῦ ὡς βοῦς σὺν τῇ κεφαλῇ καὶ οἱ πόδες αὐτοῦ σὺν τοῖς ὀπισ- θίοις ὡς λέων. Ταῦτα γὰρ ἔχουσιν οἱ δυνάσται ἐν τῇ νεότητι αὐτῶν, τὸ ὡς βοῦς ὑπὸ ζυγὸν γινόμενοι τοῦ Βελίαρ διὰ τὰς φιληδονίας, ἐπὶ τέλει θῆρες γενόμενοι ἁρπάζοντες, ὀλοθρεύοντες, πατάσσοντες καὶ ἀναιροῦντες. Ἔγνω οὖν ὁ 15 ἅγιος οὗτος, ὅτι ὡς βοῦς ἤσθιεν χόρτον καὶ ἐγίνετο αὐτῷ ἀνθρωπίνης φύσεως τροφή. ∆ιὰ τοῦτο καὶ ὁ Ναβουχοδο- νόσορ μετὰ τὴν πέμψιν τῆς μάστιγος αὐτοῦ ἐν καρδίᾳ ἀνθρωπίνῃ γενόμενος ἔκλαιε καὶ ἠξίου τὸν θεὸν πᾶσαν ἡμέραν καὶ νύκτα τεσσαρακοντάκις δεόμενος τοῦ θεοῦ Βεημών, ὅ ἐστι τοῦ θεοῦ Ἰσραήλ. Ἐπεγίνετο γὰρ αὐτῷ πνεῦμα Σατὰν καὶ ἐλάνθανεν αὐτόν, ὅτι γέγονεν ἄνθρωπος. Ἡ γλῶσσα αὐτοῦ ἐδεσμεύετο λαλεῖν, καὶ φωνὴ θηρίου ἐδίδετο αὐτῷ· καὶ διανεύων εὐθέως ἐδάκρυε, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἐγίνοντο ὡς κρέας ἀπὸ τοῦ κλαίειν. Καὶ πολλοὶ δυνάσται καὶ πολίται ἐξιόντες ἐκ τῆς πόλεως ἐθεώρουν αὐτόν. ∆ανιὴλ δὲ μόνος οὐκ ἠθέλησεν ἰδεῖν αὐτόν· ὅτι πάντα τὸν χρόνον τῆς ἀλλοιώσεως αὐτοῦ ἐν ταῖς προσευχαῖς ἦν περὶ αὐτοῦ, καὶ ἔλεγεν, ὅτι "1πάλιν ἄνθρωπος γενήσεται καὶ κρατήσει τῆς βασιλείας αὐτοῦ"2· καὶ ἠπίστουν αὐτῷ, τὰ ἑπτὰ ἔτη γενέσθαι ἑπτὰ μῆνας δεόμενος περὶ αὐτοῦ πρὸς κύριον. Τὸ μυστήριον τῶν ἑπτὰ καιρῶν ἐτελέσθη ἐπ' αὐτόν, ὅτι ἀπε- κατέστησεν ἑπτὰ μεσίτης. Ἓξ οὖν ἔτη καὶ ἓξ μῆνας ὑπέπιπτεν κυρίῳ τῷ θεῷ καὶ ἐξομολογεῖτο τὴν ἀσέβειαν ἑαυτοῦ. Καὶ μετὰ τὴν ἄφεσιν τῆς ἀνομίας αὐτοῦ ἀπέδωκεν αὐτῷ πάλιν ὁ θεὸς τὴν βασιλείαν. Καὶ οὔτε κρέα ἔφαγεν οὔτε 16 οἶνον ἔπιεν ἐξομολογούμενος τῷ θεῷ, ὅτι ∆ανιὴλ αὐτῷ προσέταξεν ἐν ὀσπρέοις ἢ χλοροῖς ἢ βρεκτοῖς ἐξιλεώσασθαι τὸν κύριον. ∆ιὰ τοῦτο καὶ ὁ Ναβουχοδονόσορ ἐκάλεσε τὸν ∆ανιὴλ Βαλτάσαρ κατὰ τὸ ὄνομα τοῦ μονογενοῦς αὐτοῦ υἱοῦ· καὶ ἠθέλησεν αὐτὸν συγκληρονόμον ἀποκαταστῆσαι τῶν τέκνων αὐτοῦ· ἀλλ' ὁ ὅσιος εἶπεν· "1ἵλεώς μοι, ἀφεῖναι κληρονομίαν πατέρων μου καὶ προσκολληθῆναι κληρονομίαν ἀπεριτμήτων"2. Καὶ ἐν τοῖς βασιλεῦσι δὲ Περσῶν πολλὰ ἐποίησε τεράστια, ὅσα οὐκ ἐγράψαμεν ἐν τῇ βίβλῳ ταύτῃ· εἰσὶ δὲ γεγραμ- μένα ἐν τῇ βίβλῳ τοῦ ∆ανιήλ. Οὗτος ὁ προφήτης ἔδωκε τέρας ἐν τοῖς ὑψηλοῖς ὄρεσι Βαβυλῶνος λέγων· ὅτι "1ὅταν ἴδητε καπνιζόμενον τὸ ἐκ βοῤῥᾶ ὄρος, ἥξει τὸ τέλος Βαβυλῶνος· ὅταν δὲ ἴδητε αὐτὸν ὡς ἐν πυρὶ καιόμενον, ἥξει τὸ τέλος πάσης τῆς γῆς· ἐὰν δὲ τὸ ἐν τῷ νότῳ ὄρος νεύσῃ ὕδατα, ἐπιστρέψει ὁ λαὸς ἐν τῇ γῇ αὐτοῦ· οἰκοδομήσεται Ἱερουσαλὴμ πλατεῖα καὶ εὐρύχωρος, ὥσπερ καὶ ἐγένετο διὰ Ἰησοῦ ἀρχιερέως καὶ Ζοροβάβελ τοῦ υἱοῦ Σαλαθιήλ. Ἐὰν δὲ αἷμα ῥεύσῃ τὸ ὄρος, φόνος ἔσται τοῦ Βελίαρ ἐν πάσῃ τῇ γῇ, ἥξει δὲ κύριος ἐπὶ γῆς ἐνανθρωπήσας. Ἐκεῖ οὖν 17 ἐκοιμήθη ὁ ὅσιος ∆ανιὴλ ἐν Βαβυλῶνι ἐν εἰρήνῃ καὶ ἐτάφη ἐν τῷ σπηλαίῳ τῷ βασιλικῷ ἐνδόξως· καὶ ἔστιν ὁ τάφος αὐτοῦ ἕως τῆς σήμερον ἡμέρας πᾶσι γνωστὸς ἐν Βαβυλῶνι.
ιαʹ. Ὠσηὲ ὁ προφήτης· υἱὸς Βεηρεί. Οὗτος ἐγεννήθη ἐν Βελομὼθ ἐκ τῆς φυλῆς Ἰσάχαρ. Οὗτος ἔδωκε τέρας ἥ- ξειν τὸν κύριον ἐξ οὐρανοῦ ἐπὶ τὴν γῆν· καὶ τοῦτο τὸ ση- μεῖον τῆς παρουσίας αὐτοῦ· ὅταν ἡ δρῦς ἡ ἐν Σηλὼμ μερισθῇ ἀφ' ἑαυτῆς εἰς δώδεκα μέρη καὶ γένωνται δρῦες δώδεκα· οὕτως καὶ ἐγένετο. Πολλὰ δὲ προφητεύσας περὶ τῆς πορνείας τοῦ λαοῦ αὐτοῦ, ἀπέθανεν ἐν εἰρήνῃ καὶ ἐτάφη ἐν τῇ γῇ αὐτοῦ.