4
εἶπεν τὴν βαστάσασαν τὸν ζυγὸν τοῦ κυρίου. Πρόσκομμά ἐστι φύσεως λογικῆς λογισμὸς ἀκάθαρτος ἢ γνῶσις ψευδής.
Ἐντεῦθεν γινώσκομεν ὅτι ἡ ἐλεημοσύνη περιαιρεῖ φοβερὰς φαντασίας νύκτωρ ἡμῖν συμβαινούσας· τὸ αὐτὸ δὲ ποιεῖ καὶ πραΰτης καὶ ἀοργησία καὶ μακροθυμία, καὶ ὅσα πέφυκε ταρασσόμενον καταστέλλειν θυμόν· εἴπερ ἐκ τῆς ταραχῆς τοῦ θυμοῦ τὰ φοβερὰ φαντάσματα εἴωθε γίνεσθαι. Αὕτη ἡ πρὸς τὸν πλησίον ἔχθρα ἀπεργάζεταί τινα κακόν. Ἄγνοια κυρίου ἐν ψυχαῖς ἀσεβῶν, γνῶσις δὲ θεοῦ ἐν ψυχῇ δικαίων. Ὥσπερ τοῖς ἀδίκοις ὁ κύριος ὡς δικαιοσύνη ἀντιτάσσεται, καὶ τοῖς ψεύσταις ὡς ἀλήθεια, οὕτως καὶ τοῖς ὑπερηφάνοις ὡς ταπεινοφροσύνη ἀντιτάσσεται. Γνῶσιν σοφοὶ κληρονομήσουσιν· οἱ δὲ ἀσεβεῖς ἐτίμησαν ἀγνωσίαν. Σημειωτέον ἐνταῦθα ὅτι δῶρον ἀγαθὸν ὀνομάζει τὸν νόμον διὰ τὸν λαμβάνοντα δῶρα ἐν κόλπῳ ἀδί82 κως καὶ μὴ κατευοδούμενον· ἐκεῖ γὰρ δῶρα ἄδικα τὰ προστάγματα λέγει τοῦ πονηροῦ, ἅπερ ὁ νοῦς δεχόμενος οὐ κατευοδοῦται ἐν ταῖς ὁδοῖς αὐτοῦ. Οὗτος ἐγκαταλιμπάνει τὸν νόμον, ὁ παραβαίνων αὐτόν. Εἰ ἐφ' ἡμῖν ἐστὶν τὸ χαρακῶσαι τὴν σοφίαν, αἱ δὲ ἀρεταί εἰσιν ἐφ' ἡμῖν· οἱ χάρακες ἄρα δηλοῦσιν ἐνταῦθα τὰς ἀρετάς, αἵτινες ὑψοῦσιν τὴν γνῶσιν τὴν τοῦ θεοῦ. Στέφανος χαρίτων καὶ στέφανος τρυφῆς ἡ γνῶσίς ἐστιν ἡ τοῦ θεοῦ, ἥτις καὶ ὑπερασπίζει ἡμῶν, πάντα λογισμὸν ἐμπαθῆ καὶ πᾶσαν ἀπωθουμένη γνῶσιν ψευδῆ. Αὗται αἱ πολλαὶ ὁδοὶ εἰς μίαν ἄγουσιν ὁδόν, τὴν εἰποῦσαν· Ἐγώ εἰμι ἡ ὁδός. πολλὰς δὲ εἴρηκεν ὁδοὺς τὰς ἀρετὰς τὰς φερούσας ἐπὶ τὴν γνῶσιν τὴν τοῦ Χριστοῦ. Τούτου τοῦ στρατοῦ ὁ τόπος ἐστὶν ἡ κακία καὶ ἡ ψευδώνυμος γνῶσις. Εἰ τοῖς ἀγαπητοῖς αὐτοῦ δίδωσιν ὁ κύριος ὕπνον, οἱ δὲ ἀσεβεῖς οὐκ εἰσὶν αὐτοῦ ἀγαπητοί, τοῖς ἀσεβέσιν ἄρα οὐ δίδωσιν ὕπνον ὁ κύριος. ἐντεῦθεν δέ ἐστιν καὶ πιθανῶς δεῖξαι ὅτι οὐδὲ καθεύδειν πεφύκασιν οἱ δαίμονες. Ἐντεῦθεν γινώσκομεν τίσι τρέφεται ὁ στρατὸς τῆς ἀντικειμένης δυνάμεως· σῖτα γάρ φησιν αὐτοῦ ἐστὶν ἡ ἀσέβεια, καὶ οἶνος παρανομία. Προπορεύονται ἡμῶν αἱ ἀρεταὶ καὶ φωτίζουσιν ἡμᾶς, ἕως ἂν ὁ ἥλιος τῆς δικαιοσύνης τὴν ἑαυτοῦ ἡμέραν ἡμῖν ἐπιλάμψῃ. Οὐδὲ τὸν τρόπον πῶς ἁμαρτάνουσιν οἱ ἀσεβεῖς ἐπίστανται, οὐδὲ τὴν αἰτίαν γινώσκουσιν πόθεν προσκόπτουσιν· ἀλλ' οὐδ' αὐτὸ τοῦτο ἴσασιν, ὅτι παρανομοῦσιν, ὅπερ ἐστὶν γνώρισμα τῆς ἐσχάτης ἀνοίας. Πηγὰς λέγει τὰς ἀρετάς, ἀφ' ὧν γεννῶσι τὸ ὕδωρ τὸ ζῶν, ὅπερ ἐστὶν ἡ γνῶσις τοῦ Χριστοῦ. καὶ ὁ ∆αυὶδ Ὤφθησάν φησιν αἱ πηγαὶ τῶν ὑδάτων καὶ ἀνεκαλύφθησαν τὰ θεμέλια τῆς οἰκουμένης, παρὰ τὴν ἐπιδημίαν δηλονότι τοῦ σωτῆρος ἡμῶν Χριστοῦ. Ὅσοι λογισμοὺς ἔχουσιν ἀπαθεῖς καὶ δόγματα ἀληθῆ, οὗτοι ὁρῶσιν ὀρθά. 83 Ἡ ἀρετὴ γὰρ μεσότης· διὸ καὶ τὴν ἀνδρείαν μεταξὺ τῆς θρασύτητος καὶ τῆς δειλίας εἶναί φασιν· νῦν δὲ ὀνομάζει δεξιὰ οὐ τὰ φύσει δεξιά, ἀλλὰ τὰ φαινόμενά τισι διὰ τὰς ἡδονὰς δεξιά. βορέας γάρ φησιν σκληρὸς ἄνεμος, ὀνόματι δὲ ἐπιδέξιος καλεῖται· βορέαν λέγων συμβολικῶς τὸν πονηρόν, ἀφ' οὗ ἐξεκαύθη πάντα τὰ κακὰ ἐπὶ τῆς γῆς. Συμφωνεῖ τούτοις τὸ Ἐὰν μὴ κύριος οἰκοδομήσῃ οἶκον καὶ φυλάξει πόλιν, καὶ ἑξῆς. Τὸ λῖπος τὴν ἡδονὴν σημαίνει, ἀφ' ἧς τίκτεται ἡ ἀκαθαρσία· ἧς ἔκγονον κακία καὶ ἄγνοια, ὧν οὐδέν ἐστιν πικρότερον ἐν τοῖς γεγονόσιν εὑρεῖν. Ἣν ἀνωτέρω πόρνην εἶπεν, νῦν ἀφροσύνην ὠνόμασεν. Ὑπὲρ τῶν μετὰ θανάτου καταβαινόντων εἰς τὸν ᾅδην προσεύχεται ὁ ∆αυὶδ λέγων· Καταβήτωσαν εἰς ᾅδου ζῶντες. Εἰ οὐκ εὔγνωστοί εἰσιν αἱ τροχιαί, καλῶς εἴρηται τὸ Οὐκ οἴδασι πῶς προσκόπτουσιν.
Ὁδὸν εἶπεν ἐνταῦθα τὸν ἐπὶ τὴν ἀρετὴν ὁδεύοντα νοῦν· ἢ τάχα τὴν ἀρετὴν προστάσσει χωρίζειν ἡμᾶς ἀπὸ κακίας. Ἐνταῦθα γινώσκομεν ὅτι τὸ θυμικὸν μέρος ἐπικρατεῖ ἐν τοῖς δαίμοσιν· ἀνελεήμων γὰρ θυμός, φησίν, καὶ ὀξεῖα ὀργή. ∆ιὰ τῶν κακιῶν οἱ πονηροὶ κατατρίβουσι τὰς σάρκας τοῦ Χριστοῦ, καὶ τὸ αἷμα καταναλίσκουσιν, κοινὸν αὐτὸ ἡγησάμενοι· ὁ τρώγων γάρ μου, φησί, τὴν σάρκα καὶ