1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

4

μεταβάντων ἐπὶ δικαιοσύνην καὶ ὑψωθέντων καὶ πολλῶν δικαίων τῆς ἀρετῆς ἐκπεσόντων καὶ ταπεινωθέντων. Τί οὖν τὸ περισσὸν εὗρον ἐν τούτοις; νῦν, οὐδέν, φησίν. Πάντα γὰρ ματαιότης πλὴν τῆς πνευματικῆς εὐφροσύνης, ἥτις ἐπὶ τοῖς ποιήμασι καὶ ταῖς ἀρεταῖς τοῦ ἀνθρώπου πέφυκεν γίνεσθαι· ταύτης γὰρ τῆς εὐφροσύνης ὁ ἐκπεσὼν οὐκ ἐπανήξει πάλιν ἐνταῦθα ποιήσων τὰ συντελοῦντα πρὸς κτῆσιν αὐτῆς. 22 Ὅτι καὶ ἡ ἄλογος ψυχὴ λέγεται πνεῦμα.

23 4, 1 καὶ ἐπέστρεψα ἐγὼ καὶ εἶδον σὺν πάσας τὰς συκοφαντίας τὰς

γενομένας ὑπὸ τὸν ἥλιον· καὶ ἰδοὺ δάκρυον τῶν συκοφαντουμένων, καὶ οὐκ ἔστιν αὐτοῖς παρακαλῶν, καὶ ἀπὸ χειρὸς συκοφαντούντων αὐτοὺς ἰσχύς, καὶ οὐκ ἔστιν αὐτοῖς ὁ παρακαλῶν Συκοφαντίας λέγει τοὺς ἀντικειμένους ἡμῖν· «ἔκδεξαι γάρ, φησί, τὸν δοῦλόν σου εἰς ἀγαθόν· μὴ συκοφαντησάτωσάν με ὑπερήφανοι»· καὶ πάλιν περὶ τοῦ σωτῆρος Χριστοῦ φησι· «καὶ ταπεινώσει συκοφάντην καὶ συμπαραμενεῖ τῷ ἡλίῳ.» Οἱ δὲ συκοφαντούμενοι πρὸ τοῦ Χριστοῦ ἦσαν οἱ ἄνθρωποι οἷς οὐχ ὑπῆρχεν ὁ παρακαλῶν, ὁποῖος ἦν ὁ λέγων ταῦτα· «παρακαλῶ ὑμᾶς ἐγὼ ὁ δέσμιος ἐν κυρίῳ ἀξίως περιπατῆσαι τῆς κλήσεως ἧς ἐκλήθητε, μετὰ πάσης ταπεινοφροσύνης καὶ πραότητος, μετὰ μακροθυμίας, ἀνεχόμενοι ἀλλήλων ἐν ἀγάπῃ.» 24 4, 2 καὶ ἐπῄνεσα ἐγὼ σὺν τοὺς τεθνηκότας, τοὺς ἤδη ἀποθανόντας, ὑπὲρ τοὺς ζῶντας, ὅσοι αὐτοὶ ζῶσιν ἕως τοῦ νῦν· 4, 3 καὶ ἀγαθὸς ὑπὲρ τοὺς δύο τούτους ὅστις οὔπω ἐγένετο, ὃς οὐκ εἶδεν σὺν τὸ ποίημα τὸ πονηρὸν τὸ πεποιημένον ὑπὸ τὸν ἥλιον Καὶ ἐπῄνεσα τοὺς ἤδη συναποθανόντας τῷ Χριστῷ καὶ ῥυσθέντας ἀπὸ τῶν συκοφαντούντων αὐτοὺς ὑπὲρ τοὺς ζῶντας ἐν κακίᾳ καὶ ἐπιμένοντας αὐτῇ μέχρι τοῦ νῦν. Ἀγαθὸς δὲ ὁ μήτε προσδεηθεὶς τοιούτου θανάτου χωρίζοντος αὐτὸν ἀπὸ κακίας μήτε ἐν κακίᾳ γενόμενος, ὃς οὐκ ἔγνω τὸν πονηρὸν κόπον τὸν ποιούμενον πρὸς τῶν συκοφαντούντων τοὺς ὑπὸ τὸν ἥλιον. 25 4, 4 καὶ εἶδον ἐγὼ σὺν πάντα τὸν μόχθον καὶ σὺν πᾶσαν ἀνδρείαν τοῦ ποιήματος ὅτι αὐτὸ ζῆλος ἀνδρὸς ἀπὸ τοῦ ἑταίρου αὐτοῦ· καί γε τοῦτο ματαιότης καὶ προαίρεσις πνεύματος Εἶδον, φησίν, πᾶσαν κακίαν καὶ τὸν ἀνδριζόμενον ἐν αὐτῇ πονηρόν· τοῦτον γὰρ καὶ λέγει ἀνδρεῖον ἐν ἀσεβείαις συκοφαντοῦντα πτωχοὺς καὶ πάλιν ποίημα ὡς «πεποιημένον ἐγκαταπαίζεσθαι ὑπὸ τῶν ἀγγέλων» τοῦ θεοῦ. Εἶδον καὶ πᾶσαν αὐτοῦ τὴν ζηλοτυπίαν ἣν κέκτηται πρὸς τοὺς ἀνθρώπους, ματαίαν οὖσαν καὶ πληροφοροῦσαν τὴν καρδίαν αὐτοῦ· δεῖ γὰρ τὸν θεὸν πάντως γενέσθαι τὰ πάντα ἐν πᾶσι καὶ τοῦ Χριστοῦ πληρωθῆναι τὴν εὐχὴν τὴν λέγουσαν· «δὸς αὐτοῖς ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ὦσιν ἕν, καθὼς κἀγὼ καὶ σὺ ἕν ἐσμεν, πάτερ.» 26 4, 5 ἄφρων περιέλαβεν τὰς χεῖρας αὐτοῦ καὶ ἔφαγεν τὰς σάρκας αὐτοῦ Εἰ αἱ χεῖρες πρακτικῆς ἐργασίας εἰσὶ σύμβολον, πᾶς μὴ ἐργαζόμενος δικαιοσύνην περιλαμβάνει τὰς χεῖρας αὐτοῦ· διόπερ καὶ ὁ τοιοῦτος, φησί, κατεσθίει τὰς σάρκας αὐτοῦ, τῶν ἐκ τῆς σαρκὸς φυομένων κακῶν ἐμπιπλάμενος. 27 4, 6 ἀγαθὸν πλήρωμα δρακὸς ἀναπαύσεως ὑπὲρ πληρώματα δύο δρακῶν μόχθου καὶ προαιρέσεως πνεύματος Ἡ προαίρεσις τοῦ πνεύματος ὡς θέλημα ψυχικὸν ἐμπαθὲς εἶναί μοι δοκεῖ· ὅθεν καὶ προτιμᾶται ἡ ἀγαθὴ δρὰξ τῆς ἀρετῆς τῶν δύο δρακῶν τῆς κακίας καὶ τῆς ἀγνωσίας καὶ τῆς προαιρέσεως τοῦ πνεύματος. Τοιοῦτόν ἐστι καὶ τὸ «κρεῖσσον ὀλίγον τῷ δικαίῳ ὑπὲρ πλοῦτον ἁμαρτωλῶν πολὺν» καὶ τὸ «κρεῖσσον ὀλίγη λῆψις μετὰ δικαιοσύνης ἢ πολλὰ γενήματα μετὰ ἀδικίας». Ὅμοιον τούτοις καὶ τὸ «ἐξελεξάμην παραρριπτεῖσθαι ἐν τῷ οἴκῳ τοῦ θεοῦ μου μᾶλλον ἢ οἰκεῖν με ἐν σκηνώμασιν ἁμαρτωλῶν» καὶ τὸ «κρεῖσσον οἰκεῖν ἐπὶ γωνίας δώματος ἢ μετὰ γυναικὸς λοιδόρου ἐν οἰκίᾳ κοινῇ». Ἀκολουθήσει δὲ τούτοις καὶ τὸ «κρεῖσσον ξενισμὸς λαχάνων πρὸς φιλίαν καὶ χάριν ἢ παράθεσις μόσχων μετὰ ἔχθρας», ὡσεὶ ἔλεγέ τις· κρεῖσσον μαθεῖν θεώρημα ἓν πνευματικὸν ἢ πλῆθος