1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

4

ἀμαυρώσῃ. ∆ιτταὶ τῆς κακίας αἱ λύπαι τυγχάνουσιν ἐν ἑκάστῃ ἐργασίᾳ ἐπιζευγμέναι, καὶ ἡ μὲν ἐφίσταται καρδίᾳ λυπηρᾶς αἰτίας οὐ βλεπομένης, ἡ δὲ τίκτεται ἐξ ἀλλοκότων αἰτιῶν ὠθουμένη, ἡ κατὰ Θεὸν 79.1104 λύπη τοῖς δάκρυσι τὴν ψυχὴν ἀνακαλεῖται, τὴν ἀπεναντίας χαράν τε καὶ λύπην μὴ παραδεχομένη, τὸν δὲ ἐπιόντα θάνατον μεριμνᾷ, καὶ κρίσιν· καὶ τοῦτο κατ' ὀλίγον κέχηνε προσδεχομένη. Ἐπιθυμίαι ἀποτυχοῦσαι φυτεύουσι λύπας· εὐχαὶ δὲ, καὶ εὐχαριστίαι μαραίνουσι ταύτας· μεταξὺ ὀργιζομένων μέση λύπη δονεῖται. Ὁ οὖν πρῶτος ἐκνήψας, ἐὰν τοῦ πάθους ἀναστῇ, καὶ τῷ ἑτέρῳ δώσῃ χεῖρα, ἀπολογίᾳ, τὴν πικρὰν λύπην ἀπελαύνει. Λύπη, ψυχῆς νόσος καὶ σαρκὸς τυγχάνει, καὶ τὴν μὲν αἰχμαλώτιδα αἵρει, τὴν δὲ ἐπὶ τόπῳ μαραίνει. Ἐξ ἐναντίων λύπη γεννᾶται, ἐκ δὲ λύπης μῆνις, τίκτεται δὲ ἐκ τούτων φρενῖτις, λοιδορία· λύπην καὶ μῆνιν εἰ θέλεις συμπατῆσαι, τὴν μακροθυμίαν τῆς ἀγάπης ἐναγκαλίζου, καὶ τὴν χαρὰν τῆς ἀκακίας περιβάλλου, ἡ σὴ χαρὰ ἑτέρῳ λύπη μὴ ἔστω· ἐπ' ἀδικίᾳ ὁ χαίρων ἐν εὐδοκίᾳ θρηνήσει, καὶ ὁ ὑποφέρων λύπας πάσχων ἀδίκως, λαμπρῶς ἀγαλλιάσεται· τὰ γὰρ μέλλοντα τοῖς παροῦσιν ἐναντία.

ΚΕΦΑΛ. Ηʹ. Ἐν ταῖς θλίψεσιν εὐχάριστος ἔσο μάλιστα, ὅτι δι' αὐτῶν τῆς

ἀντιλήψεως τὴν χάριν σαφέστερον αἰσθάνῃ. Οὕτω γὰρ τὰς ἐπιούσας θλίψεις εὐχαρίστως ἐκτινάσσων οὐκ ἀμαυρώσεις τῆς καρτερίας τὸ λαμπρότατον κάλλος, ἐπάν σοι μάστιγα κατὰ σαρκὸς δαίμων καταῤῥάξῃ, μεγίστου σοι μισθοῦ πρόξενος εὑρέθη, ἐὰν ὑπόθεσιν εὐχαριστίας τὴν πληγὴν καταδέξῃ. Οὕτω γὰρ καὶ αὐτὸν ἐκ σοῦ φυγαδεύσεις, Ἵνα δὲ πλεῖον ὁ μισθός σου διὰ τῆς ὑπομονῆς ἐπομβρήσῃ, διόλων τῶν ἀνδρείων πόνων ἡ ὑπομονή σου στρατηγείτω, ὅτι διὰ πάσης κακίας, καὶ ἡ ἀκηδία ἀντιστρατηγεῖ σοι, καὶ κατασκοποῦσά σου τοὺς πόνους ἅπαντας πειράζει, ὃν δὲ μὴ εὕρῃ τῇ ὑπομονῇ ἐνηλωμένον, τοῦτον καταβαρύνει ὑφ' ἑαυτὴν, καὶ κατακάμπτει, ἐὰν δὲ δαίμων τῆς ἀκηδίας πρὸς τὴν ὑπομονὴν τῶν πόνων ἀτονήσῃ, ἀπονοίας πάλιν ὁ θὴρ τὸ κατόρθωμα δάκνει· εἰ οὖν συνέσει τῆς ἀσφαλείας τοῦτο ἐλάσεις, καὶ κενόδοξον πνεῦμα ἐν αὐτῷ ἐλάσεις ἐν καιρῷ συνάξεως. Ἐπάν σοι τὸ τῆς ἀκηδίας ἐπιπέσῃ πνεῦμα, ὡς φορτικὴν ἐπιψηφίζει τῇ ψυχῇ τὴν ψαλμῳδίαν, τὸν ὄκνον, ὡς ἀντίπαλον τῇ σπουδῇ παραβάλλει, ἵνα ψαύσας τῷ τάχει τὴν σάρκα ἀνακλίνῃ τῇ μνήμῃ, ὡς κοπωθεῖσαν δῆθεν ἔκ τινος αἰτίας. Ἐπὰν οὖν ἐγρηγορότες ὦμεν νυκτὸς μὴ τὴν σύναξιν τῇ ἀκηδίᾳ ἀνακλίνωμεν, ἵνα μὴ οἱ δαίμονες ἐπιστάντες τὰ ζιζάνια τῶν λογισμῶν συνάξωσι, καὶ ἅμα τῇ καρδίᾳ κατασπείρωσιν· ὅταν γὰρ τὴν σύνοδον τῶν ὕμνων ἀπολέσωμεν, τότε τὸν σύλλογον τῶν λογισμῶν ἐπισυνάγομεν· πρὸ συνάξεως διυπνισθέντες, λογισμοὺς φωτὸς ἐν τῇ καρδίᾳ προγυμνάζωμεν, ἵνα εὐτρεπισθέντες ἔχωμεν, γρηγορούσῃ διανοίᾳ, τῇ ψαλμωδίᾳ παρίστασθαι. 79.1105

ΚΕΦΑΛ. Θʹ. Πὴ μὲν ῥοίζῳ τὸν ψαλμὸν ἐν τῇ νήψει λεκτέον, πὴ δὲ ἀδολεσχεῖν

ἐν τῇ ψαλμῳδίᾳ δοκιμαστέον· κατὰ γὰρ τὴν ἔνεδραν τοῦ ἐναντίου ἀνάγκη καὶ ἡμᾶς μεταμορφοῦσθαι, διότι ποτὲ μὲν ἐλαύνειν τὴν γλῶτταν ὑποτίθενται, τῆς ἀκηδίας τὴν ψυχὴν περιεχούσης, ποτὲ μελῳδεῖσθαι τὰς λέξεις ἐρεθίζουσι, τοῦ νοεροῦ ὄμματος καθάπερ ἰσχὺν τὴν τροφὴν ἐκ τοῦ φωτὸς λαμβάνοντος. Ὁ γὰρ τῇ ὀπτασίᾳ τῶν ὑψηλῶν ἐπεκτεινόμενος ὀξυδερκέστερον ὄμμα λήψεται, κατὰ τὸ ὑπόδειγμα Ἐλισσαιέ. Ὅταν λογισμός σου ἐπιστῇ καρδίᾳ πολέμιος, μὴ ἄλλα ἀντ' ἄλλων δι' εὐχῆς ἐπιζήτει, κατὰ δὲ τοῦ πολεμίου τὸ ξίφος τῶν δακρύων ἀκόνα· οὕτω γὰρ σφοδροτάτως ἂν τῇ μάχῃ προσρήξωμεν, θᾶττον αὐτὸν ἀφ' ἡμῶν ἀποστῆναι ποιήσομεν. Φιλοκάλει σὺν τῷ ἔργῳ τῶν χειρῶν, καὶ μάλα τῆς εὐχῆς τὴν μνήμην· τὸ μὲν γὰρ οὐ πάντοτε, τὸ δὲ ἀδιάλειπτον ἔχει τῆς ἐργασίας τὸν πόρον. Μὴ ἀναβάλλου δοῦναι τῆς εὐχῆς τὸ χρέος, λογισμοῦ ἀκούων διὰ πρόσβασιν ἔργων, καὶ μὴ θορυβοῦ