1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

4

πέτρα καταφυγὴ τοῖς λαγωοῖς. Ἐποί ησε σελήνην εἰς καιρούς· ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ· νὺξ, καὶ ἄνθρωπος ὕπνῳ συστέλλεται, καὶ τὰ θηρία παῤῥησιάζεται, καὶ ζητεῖ τροφὴν ἕκαστον τὴν διδομένην παρὰ τοῦ κτίσαντος· ἡμέρα, καὶ τὰ θηρία συνάγεται, καὶ ἄνθρωπος ἐπὶ τὴν ἐργασίαν ἐπείγε ται· καὶ ἀλλήλοις ὑποχωροῦμεν ἐν τάξει, νόμῳ καὶ λόγῳ φύσεως. Προσθήσω τὸ μέγιστόν τε καὶ οἰκειότατον. Τάξις ἐκ λογικοῦ τε καὶ ἀλόγου κράματος, τὸν ἄνθρωπον, ζῶον λογικὸν, συνεστήσατο· καὶ συνέδησε μυστικῶς τε καὶ ἀῤῥήτως τὸν χοῦν τῷ νοῒ, καὶ τὸν νοῦν τῷ πνεύματι. Καὶ ἵνα θαυματουργήσῃ τι μεῖζον ἐν τῷ ἑαυτοῦ πλά σματι, τὸ αὐτὸ καὶ διεσώσατο, καὶ διέλυσε. Τὸ μὲν γὰρ ἐπεισήγαγε, τὸ δὲ ὑπεξήγαγεν, ὥσπερ ἐν ῥεύματι, καὶ τῷ θνητῷ τὴν ἀθανασίαν ἐπραγμα τεύσατο διὰ λύσεως. Αὕτη καὶ τῶν ἀλόγων ἡμᾶς 36.185 διέστησε, καὶ πόλεις ᾤκισε, καὶ νόμους ἔθετο, καὶ ἀρετὴν ἐτίμησε, καὶ κακίαν ἐκόλασε, καὶ τέχνας εὕρετο, καὶ συζυγίαν ἡρμόσατο, καὶ τῷ περὶ τὰ γεννώμενα φίλτρῳ τὸν βίον ἡμέρωσε, καὶ μεῖζόν τι τοῦ κάτω πόθου καὶ τοῦ σαρκικοῦ, τὸν περὶ Θεὸν ἐνιδρύσατο.

Ιʹ. Καὶ τί δεῖ καθ' ἕκαστον λέγειν; Τάξις, τῶν ὄντων ἐστὶ μήτηρ, καὶ ἀσφάλεια· καὶ τὸ τοῦ Λόγου, μόνη καλῶς ἂν εἴποι, τοῦ πάντα δημιουργήσαντος, εἴ γε λάβοι φωνήν· Ὅτε τὸ πᾶν οὐσιοῦτο τῷ Θεῷ καὶ ὑφίστατο, ἐγὼ ἤμην παρ' αὐτῷ ἁρμόζουσα· ἡνίκα ἡτοίμαζε τὸν ἑαυτοῦ θρόνον ἐπ' ἀνέμων, καὶ ἰσχυρὰ ἐποίει τὰ ἄνω νέφη· ἡνίκα ἐθεμελίου τὴν γῆν, καὶ ὡς ἀσφαλεῖς ἐτίθει πηγὰς τὰς ὑπ' οὐρα νὸν, καὶ τῷ Πνεύματι τοῦ στόματος αὐτοῦ πᾶ σαν δύναμιν ἐχαρίσατο. Ἀλλ' (οὗ χάριν ταῦτα πάντα διῆλθον, καὶ πρὸς ὃ πάλαι ὁ λόγος ἠπείγετο), τάξις κἂν ταῖς Ἐκκλησίαις, τὸ μὲν εἶναί τι ποίμνιον, τὸ δὲ ποιμένας διώρισε· καὶ τὸ μὲν ἄρχειν, τὸ δὲ ἄρχεσθαι· καὶ τὸ μὲν οἷον εἶναι κεφαλὴν, τὸ δὲ πό δας, τὸ δὲ χεῖρας, τὸ δὲ ὀφθαλμὸν, τὸ δὲ ἄλλο τι τῶν μελῶν τοῦ σώματος, πρὸς τὴν τοῦ παντὸς εὐαρμο στίαν καὶ τὸ συμφέρον, ἢ προεχομένων, ἢ προεχόν των· καὶ, ὥσπερ ἐν τοῖς σώμασιν, οὔτε ἀπέῤῥηκται ἀλλήλων τὰ μέλη, ἀλλ' ἓν σῶμα τὸ πᾶν ἐστιν ἐκ δια φόρων συγκείμενον· οὔτε ταυτὸ πάντων ἐνέρ γημα, εἰ καὶ ταυτὸ τὸ χρῄζειν ἀλλήλων εἰς ἀνά γκην εὐνοίας τε καὶ συννεύσεως· καὶ οὔτε ὀφθαλμὸς βαδίζει, ἀλλ' ὁδηγεῖ· οὔτε ποὺς προβλέπει, ἀλλὰ μεταβαίνει, καὶ μετατίθησιν· οὔτε γλῶσσα δέχεται φωνὰς, ἀκοῆς γάρ· οὔτε ἀκοὴ φθέγγεται, γλώσσης γάρ· καὶ ῥὶς μὲν, ὀδμῶν αἰσθητήριον· λάρυγξ δὲ σῖτα γεύεται, φησὶν ὁ Ἰώβ· χεὶρ δὲ τοῦ διδόναι καὶ τοῦ λαμβάνειν ὄργανον· νοῦς δὲ τοῖς πᾶ σιν ἡγεμὼν, παρ' οὗ τὸ αἰσθάνεσθαι, καὶ εἰς ὃν ἡ αἴσθησις. Οὕτω καὶ παρ' ἡμῖν, τῷ κοινῷ Χριστοῦ σώματι.

ΙΑʹ. Οἱ γὰρ πάντες ἓν σῶμά ἐσμεν ἐν Χριστῷ· οἱ δὲ καθ' ἕνα Χριστοῦ, καὶ ἀλλήλων μέλη. Τὸ μὲν γὰρ ἄρχει καὶ προκαθέζεται, τὸ δὲ ἄγεται καὶ εὐθύνεται, καὶ οὔτε ταυτὸν ἀμφότερα ἐνεργεῖ, εἴπερ μὴ ταυτὸν ἄρχειν καὶ ἄρχεσθαι· καὶ γίνεται ἀμφότερα ἓν εἰς ἕνα Χριστὸν, ὑπὸ τοῦ αὐτοῦ συναρμολογούμενα, καὶ συντιθέμενα Πνεύματος. Κἂν τοῖς ἀρχομένοις πάλιν, ὅσον τὸ μέσον καὶ παιδεύσει, καὶ ἀσκήσει, καὶ ἡλι 36.188 κίᾳ διεστηκόσι· κἀν τοῖς ἄγουσι τὸ διάφορον ὅσον· καὶ πνεύματα προφητῶν προφήταις ὑποτάσσεται, Παύλου λέγοντος, μὴ ἀμφίβαλλε. Καὶ οὓς μὲν ἔθετο, φησὶν, ὁ Θεὸς ἐν τῇ Ἐκκλησίᾳ, πρῶ τον ἀποστόλους, δεύτερον προφήτας, τρίτον ποιμένας καὶ διδασκάλους· πρῶτον διὰ τὴν ἀλήθειαν, δεύτερον διὰ τὴν σκιὰν, τρίτον διὰ τὸ μέτρον τῆς ὠφελείας, καὶ τῆς ἐλλάμψεως. Καὶ τὸ μὲν πνεῦμα ἓν, τὰ χαρίσματα δὲ οὐκ ἶσα, ὅτι μηδὲ τὰ δοχεῖα τοῦ πνεύματος. Ὧ μὲν γὰρ διὰ τοῦ Πνεύματος δίδοται λόγος σοφίας καὶ θεωρίας, ἄλλῳ δὲ λόγος γνώσεως ἢ ἀποκαλύψεως, ἄλλῳ πίστις βεβαία καὶ ἀνενδοίαστος ἄλλῳ δὲ ἐνεργή ματα δυνάμεων καὶ θαυμάτων ὑψηλοτέρων, ἄλλῳ δὲ χαρίσματα ἰαμάτων, ἀντιλήψεις, εἴτουν προ στασίαι, κυβερνήσεις, εἴτουν παιδαγωγίαι σαρκὸς, γένη γλωσσῶν,