1

 2

 3

 4

 5

 6

 7

4

αἰσθητήρια, καὶ οὐκ ἔχω, πῶς κουφίσω τὸ ἀλγοῦν, καὶ τίσι τοῖς ῥήμασι. ∆ιὰ ταῦτα σιωπᾶται τὰ παλαιὰ, καὶ κωμῳδεῖται τὰ νέα (κωμῳδία γὰρ τοῖς ἐχθροῖς ἡ ἐμὴ τραγῳδία)· διὰ τοῦτο τῶν Ἐκκλησιῶν ὑφείλομεν οὐκ ὀλίγον, καὶ τῇ σκηνῇ προσεθήκαμεν· καὶ ταῦτα ἐν τοιαύτῃ πόλει, ἣ σπουδάζει τὸ τὰ θεῖα παίζειν, ὥσπερ τι ἕτερον, καὶ θᾶττον ἄν τι τῶν ἐπαινουμένων γελάσειεν, ἢ παρ ίδοι τι τῶν γελοίων ἀγέλαστον. Ὥστε θαυμάσαιμι ἂν, εἰ μὴ κἀμὲ γελάσαι σήμερον τὸν ταῦτα λέ γοντα, τὸν εὐσεβείας ἔπηλυν κήρυκα, καὶ μὴ πάντα γελᾷν, ἀλλ' ἔστιν ἃ καὶ σπουδάζειν διδάσκοντα. Καὶ τί γελᾷν λέγω; Θαυμαστὸν, εἰ μὴ καὶ δίκας ἀπαιτηθείην, εὐεργετεῖν βουλόμενος. Τοιαῦτα γὰρ τὰ ἡμέτερα, ὡς ἐμέ γε οὐ λυποῦσιν, οὔτ' Ἐκκλη σίαι κατεχόμεναι, ὃ τάχα ἄν τις πάθοι τῶν μικρο πρεπῶν τὴν διάνοιαν, οὔτε χρυσὸς ἄλλοις ῥέων, οὔτε 35.1141 γλῶσσαι πονηραὶ, τὸ ἑαυτῶν ποιοῦσαι, λέγουσαι κα κῶς, ἐπειδὴ καλῶς οὐκ ἔμαθον.

Θʹ. Οὐ γὰρ δέος, μήποτε τόπῳ περιγράφηται τὸ Θεῖον, ἢ ὤνιον γένηται, ἵν' ὅλον ᾖ τῶν εὐπορωτέρων. Ἐμέ τε οὐκ ἀμείψουσιν οἱ εὐφημοῦντες, ἢ δυσφη μοῦντες (ὥσπερ οἱ βορβόρῳ μύρον ἀναμιγνύντες, ἢ μύρῳ βόρβορον, καὶ τὰς ποιότητας τῇ ἐπιμιξίᾳ συγχέοντες), ἵνα δυσχεράνω τὰς βλασφημίας ὡς μεθ ιστάμενος. Ἦ πολλὰ ἂν κατέβαλον χρήματα τοῖς ἐπαινέταις, εἴ με βελτίω τοῖς ἐπαίνοις εἰργάζοντο. Νῦν δὲ οὐχ οὕτω τοῦτο ἔχει, πόθεν; ἀλλ' ὅπερ εἰμὶ, τοῦτο μένω, καὶ δυσφημούμενος, καὶ θαυμαζόμενος. Βροτὸς δ' ἄλλως νήχεται λόγοις, φησὶν Ἰώβ· καὶ ὅσα πέτραν περιῤῥέων ἀφρὸς, ἢ πίτυν αὖραι, ἤ τινα τῶν δασέων καὶ ὑψηλῶν· τοσαῦτα αἱ γλῶσσαί με περιῤῥέουσι, καὶ ἅμα φιλοσοφῶ τι τοιοῦτο πρὸς ἐμαυτόν· ὡς Εἰ μὲν ψευδὴς ὁ κατηγορῶν, οὐκ ἐμοῦ μᾶλλον ὁ λόγος, ἢ ἐκείνου τὸ λεγόμενον ἅπτεται, κἂν ἐμὲ ὀνόματι βλασφημῇ· εἰ δ' ἀληθὴς, ἐμαυ τὸν μᾶλλον ἢ τὸν λέγοντα αἰτιάσομαι (παρ' ἐμοῦ γὰρ ἐκείνῳ τὸ λέγειν, οὐκ ἐμοὶ τὸ εἶναι τοιούτῳ παρὰ τοῦ λέγοντος)· καὶ παραδραμὼν τὰς φωνὰς, ὡς οὐδὲν οὔσας, ἐμαυτοῦ γενήσομαι, τοῦτο μόνον αὐτῶν κερ δαίνων τῆς μοχθηρίας, τὸ βιοῦν ἀσφαλέστερον. Τρί τον δ', ὃ καὶ μέγιστον ἔχει τι καὶ μεγαλοπρεπὲς, ἡ λοιδορία, ὅτι μετὰ Θεοῦ βλασφημούμεθα· οἱ γὰρ αὐ τοὶ θεότητά τε ἀθετοῦσι, καὶ τὸν θεολόγον ὑβρίζουσιν. Οὐκοῦν τούτων οὐδὲν δεινὸν, κἂν οἱ πολλοὶ νομίζω σιν· ἀλλ' ὅτι μηδεὶς ἔτι πιστεύεται πιστὸς εἶναι, μηδὲ τὴν ἀρετὴν ἄτεχνος καὶ σκηνῆς ἐλεύθερος, μηδ' ἂν σφόδρα ᾖ τὴν ψυχὴν ἐῤῥωμένος, καὶ γνήσιος εἰς εὐσέβειαν· ἀλλ' ὁ μὲν καὶ φανερῶς κακὸς, ὁ δὲ πλάσμα καὶ χρῶμα ἔχει τὴν ἐπιείκειαν, ἵνα κλέπτῃ τῷ φαινομένῳ.

Ιʹ. Καὶ οἱ μὲν οὐ δοκοῦσι μέλανες διά τινας τοιού τους· οὐδὲ δυσγενεῖς, ἢ δυσειδεῖς, ἢ ἄνανδροι, ἢ ἀκόλαστοι, πλειόνων οὕτως ἐχόντων· ἀλλὰ καθ' ἑαυ τὸν ἕκαστος κρίνεται, καὶ οὐ κοινοῦται, οὔτε τῶν ψεγομένων οὐδὲν, οὔτε τῶν ἐπαινουμένων. Τὸ δὲ τῆς κακίας εἰς πάντας χεῖται ῥᾳδίως, καὶ κοινὴ κατ ηγορία τοῦ παντὸς, μὴ ὅτι τὸ τῶν πολλῶν, ἀλλὰ καὶ τὸ τινῶν γίνεται. Καὶ τὸ δεινότατον, ὅτι μὴ μέχρις ἡμῶν ἵσταται μόνον, ἀλλ' ἐπὶ τὸ μέγα καὶ σεμνὸν ἡμῶν διαβαίνει μυστήριον. Τῶν γὰρ τὰ ἡμέτερα κρι νόντων, ὃ πᾶσι μικροῦ συμβαίνει, τοῖς τῶν ἀλλοτρίων κριταῖς, οἱ μὲν ἐπιεικῶς εἰσιν ἥμεροι καὶ φιλάνθρω ποι, οἱ δὲ καὶ λίαν πικροὶ καὶ ἀγνώμονες. Οἱ μὲν 35.1144 γὰρ ἡμᾶς αὐτοὺς κακίζουσι τῆς μοχθηρίας, ἀφιέντες τὸ δόγμα τῆς μέμψεως· οἱ δὲ καταιτιῶνται τὸν νό μον αὐτὸν, ὡς κακίας διδάσκαλον, καὶ μάλιστα ὅταν πολλοῖς ἐντύχωσι πονηροῖς τῶν προστασίας ἠξιωμένων.

ΙΑʹ. Τί ταῦτα, ὦ οὗτοι, καὶ μέχρι τίνος; Οὐ σω φρονήσομεν ὀψὲ γοῦν; Οὐκ ἐκνήψομεν; Οὐκ αἰσχυνούμεθα; Οὐκ, εἰ μή τι ἄλλο, τὰς τῶν ἐχθρῶν φυλαξόμεθα γλώσσας, αἳ καὶ τὰ ψευδῆ ῥᾳδίως ἐπ ηρεάζουσιν; Οὐ παυσόμεθα τῆς ἄγαν φιλονεικίας; Οὐ γνωσόμεθα, τίνα μὲν ἡμῖν ἐφικτὰ τῶν ζητουμέ νων, καὶ μέχρι τίνος· τίνα δὲ ὑπὲρ τὴν ἡμετέραν δύ ναμιν; Καὶ τίνα μὲν τοῦ παρόντος καιροῦ, καὶ τῆς