1

 2

 3

 4

 5

4

μᾶλλον τιμᾷ τῷ διδομένῳ, ἢ ἀτιμάζει τῷ ἀφαιρουμένῳ, κἂν προσποίησιν ἔχῃ τιμῆς τὸ γινόμενον.

Ιʹ. Καὶ εἴ σοι πλάττεται πάθη περὶ τὴν γέννησιν, κἀμοὶ περὶ τὴν κτίσιν· οὐδὲ γὰρ τὸ κτιζόμενον ἀπαθῶς οἶδα κτιζόμενον. Εἰ δὲ μὴ γεγέννηται κατὰ σὲ, μηδὲ ἔκτισαι κατὰ τὸν ἀληθῆ λόγον, δέ ξαι τοῦ λόγου σοι τὸ λειπόμενον, ὁ μικροῦ τὸ ἴσον λέ γειν τολμῶν διὰ τῆς προσηγορίας τοῦ κτίσματος. Σοὶ μὲν οὖν οὐδὲν ἀνεπιχείρητον, οὐδὲ ἀτόλμητον τῷ κακῷ βραβευτῇ καὶ διαιτητῇ τῆς θεότητος· οὐ γὰρ εἶχες ἄλλως εὐδοκιμεῖν, ἢ μακρὰν ἐκβάλλων Θεὸν δεσποτείας, ὥσπερ ἐνταῦθα οἱ τυραννικοὶ τὸν τρόπον, καὶ πλεονεκτικοὶ τοὺς ἀσθενεστέρους. Ἐγὼ δὲ μίαν φωνὴν, τὴν αὐτὴν καὶ σύντομον φθέγξομαι. Τριὰς ὡς ἀληθῶς ἡ Τριὰς, ἀδελφοί. Τριὰς δὲ, οὐ πραγμάτων ἀνίσων ἀπαρίθμησις (ἢ τί κωλύει, καὶ δεκάδα, καὶ ἑκατοντάδα, καὶ μυριάδα ὀνομάζειν μετὰ τοσού των συντιθεμένην; πολλὰ γὰρ τὰ ἀριθμούμενα, καὶ πλείω τούτων), ἀλλ' ἴσων καὶ ὁμοτίμων σύλλη ψις, ἑνούσης τῆς προσηγορίας τὰ ἡνωμένα ἐκ φύσεως, καὶ οὐκ ἐώσης σκεδασθῆναι ἀριθμῷ λυομένῳ τὰ μὴ λυόμενα.

ΙΑʹ. Οὕτω φρονοῦμεν, καὶ οὕτως ἔχομεν, ὥστε ὅπως μὲν ἔχει ταῦτα πρὸς ἄλληλα σχέσεώς τε καὶ τά ξεως, αὐτῇ μόνῃ τῇ Τριάδι συγχωρεῖν εἰδέναι, καὶ οἷς ἂν ἡ Τριὰς ἀποκαλύψῃ κεκαθαρμένοις, ἢ νῦν, ἢ ὕστε ρον· αὐτοὶ δὲ μίαν καὶ τὴν αὐτὴν εἰδέναι φύσιν θεό τητος, ἀνάρχῳ, καὶ γεννήσει, καὶ προόδῳ γνωριζο μένην, ὡς νῷ τῷ ἐν ἡμῖν, καὶ λόγῳ, καὶ πνεύματι 35.1164 (ὅσον εἰκάσαι τοῖς αἰσθητοῖς τὰ νοητὰ, καὶ τοῖς μι κροῖς τὰ μέγιστα, ἐπειδὴ μηδεμία εἰκὼν φθάνει πρὸς τὴν ἀλήθειαν), αὐτὴν ἑαυτῇ συμβαίνουσαν, ἀεὶ τὴν αὐτὴν, ἀεὶ τελείαν, ἄποιον, ἄποσον, ἄχρονον, ἄκτι στον, ἀπερίληπτον, οὔποτε λείπουσαν ἑαυτῆς, οὔτε λείψουσαν· ζωὰς καὶ ζωὴν, φῶτα καὶ φῶς, ἀγα θὰ καὶ ἀγαθὸν, δόξας καὶ δόξαν, ἀληθινὸν καὶ ἀλή θειαν, καὶ πνεῦμα τῆς ἀληθείας, ἅγια καὶ αὐτοαγιό τητα· Θεὸν ἕκαστον, ἂν θεωρῆται μόνον, τοῦ νοῦ χω ρίζοντος τὰ ἀχώριστα· Θεὸν τὰ τρία, μετ' ἀλλήλων νοούμενα τῷ ταυτῷ τῆς κινήσεως καὶ τῆς φύσεως· οὔτε ὑπὲρ ἑαυτήν τι καταλιποῦσαν, ἢ ὑπερβᾶσαν ἄλ λο τι· οὐ γὰρ ἦν· οὔτε μεθ' ἑαυτήν τι καταλείψου σαν, ἢ ὑπερβησομένην· οὐκ ἔσται γάρ· οὔτε μεθ' ἑαυτῆς τι παραδεχομένην ὁμότιμον· οὐ γὰρ ἐφικνεῖταί τι τῶν κτιστῶν, καὶ δούλων, καὶ μετ εχόντων, καὶ περιγραπτῶν τῆς ἀκτίστου, καὶ δεσπο τικῆς, καὶ μεταληπτικῆς, καὶ ἀπείρου φύσεως. Τὰ μὲν γὰρ πάντη πόῤῥω, τὰ δὲ ποσῶς πλησιάζοντα καὶ πλησιάσοντα· καὶ τοῦτο οὐ φύσει, ἀλλὰ μεταλή ψει, καὶ πηνίκα, ὅταν τὸ δουλεῦσαι καλῶς τῇ Τριάδι, ὑπὲρ τὴν δουλείαν γένηται· εἴπερ μὴ καὶ τοῦτο αὐτὸ ἡ ἐλευθερία καὶ ἡ βασιλεία, τὸ γνῶ ναι καλῶς δεσποτείαν, ἀλλὰ μὴ φύρειν τὰ διεστῶτα, νοῦ ταπεινότητι. Οἷς δὲ τὸ δουλεῦσαι τοσοῦτον, πηλί κη τούτων ἡ δεσποτεία; καὶ εἰ τὸ γνῶναι μακαριό της, πηλίκον τὸ γινωσκόμενον;

ΙΒʹ. Τοῦτο ἡμῖν τὸ μέγα μυστήριον βούλεται· τοῦ το, ἡ εἰς Πατέρα, καὶ Υἱὸν, καὶ ἅγιον Πνεῦμα, καὶ τὸ κοινὸν ὄνομα, πίστις καὶ ἀναγέννησις, ἄρνησις ἀθεΐας καὶ ὁμολογία θεότητος. Τοῦτο γὰρ τὸ κοινὸν ὄνομα. Ὥστε τὸ ἀτιμάζειν τι τῶν τριῶν ἢ χωρίζειν, ἀτιμάζειν ἐστὶ τὴν ὁμολογίαν, τὸ μὲν τὴν ἀναγέννησιν, τὸ δὲ τὴν θεότητα· τὸ μὲν τὴν θέωσιν, τὸ δὲ τὴν ἐλπίδα. Ὁρᾶτε οἷα χαρίζεται ἡμῖν τὸ Πνεῦμα θεολογούμενον, καὶ οἷς ζημιοῖ ἀθετούμενον. Ἐῶ γὰρ λέγειν τὸν φόβον, καὶ τὴν ἠπειλημένην ὀρ γὴν, οὐ τοῖς τιμῶσιν, ἀλλὰ τοῖς ἀτιμάζουσιν. Ταῦτα ὡς ἐν βραχέσι πεφιλοσόφηται πρὸς ὑμᾶς δογμα τικῶς, ἀλλ' οὐκ ἀντιλογικῶς· ἁλιευτικῶς, ἀλλ' οὐκ Ἀριστοτελικῶς· πνευματικῶς, ἀλλ' οὐ κακοπραγμο νικῶς· ἐκκλησιαστικῶς, ἀλλ' οὐκ ἀγοραίως· ὠφελί μως, ἀλλ' οὐκ ἐπιδεικτικῶς· ἵνα γνῶτε τὸ αὐτὸ φρο νοῦντας ἡμᾶς, οἱ καθ' ἡμῶν δημηγοροῦντες, καὶ πα 35.1165 νηγυρίζοντες, καὶ τοῦτο μόνον ὁμονοοῦντες, ἓν ἐμ πνεομένους, ἓν πνέοντας· καὶ μὴ, καθάπερ οἱ λιμώττοντες,