4
Ἔδει δὲ λοιπὸν ἀνδρικῶν βουλευμάτων. ἔνδον καθίζω τῶν φίλων κριτήριον, ἐμῶν λογισμῶν γνησίων παραινετῶν. στρόμβος κατεῖχε τὴν ἐμὴν δεινὸς φρένα τὸ κρεῖσσον ἐκζητοῦντος ἐν τοῖς κρείσσοσι. τὸ μὲν τὰ σαρκὸς εἰς βυθοὺς ῥῖψαι πάλαι δεδογμένον τ' ἦν καὶ τότ' ἤρεσκεν πλέον. αὐτῶν δέ μοι σκοποῦντι τῶν θείων ὁδῶν οὐ ῥᾷστον εὑρεῖν τὴν ἀμείνω καὶ λίαν. ἄλλων γὰρ εἵνεκ' ἄλλο καλὸν ἢ κακόν ἐφαίνεθ' ὥσπερ πολλαχοῦ τῶν πρακτέων. τοιοῦτο τοὐμόν, ὥς τινι προσεικάσαι, μακράν τιν' οἷον ἐννοῶν ἐκδημίαν πλοῦν μὲν πεφεύγειν καὶ πόνους θαλασσίους, ὁδὸν δ' ἀνίχνευον, ἥτις εὐπορωτέρα. Ἠλίαν εἶχον ἐν λόγῳ τὸν Θεσπίτην καὶ τὸν μέγαν Κάρμηλον ἢ ξένην τροφήν, τοῦ Προδρόμου τὸ κτῆμα, τὴν ἐρημίαν, παίδων Ἰωναδάβ τε ἄσκευον βίον· θείων τε βίβλων αὖθις ἐκράτει πόθος καὶ πνεύματος φῶς ἐν λόγου θεωρίᾳ, πρᾶγμ' οὐκ ἐρήμης ἔργον οὐδ' ἡσυχίας- ἕως ἐπ' ἄμφω πολλάκις μετακλιθείς τέλος διαιτῶ τοῖς πόθοις τοῦτον τρόπον καὶ τὴν πλάνην ἔστησα τοῦ νοῦ μετρίως. ὁρῶν γάρ, οὓς μὲν πρακτικὸς τέρπει βίος, ἄλλοις μὲν ὄντας χρησίμους τῶν ἐν μέσῳ, αὑτοῖς δ' ἀχρήστους καὶ κακοῖς στροβουμένους, ἐξ ὧν τὸ λεῖον ἦθος ἐκκυμαίνεται, τοὺς δ' ἐκτὸς ὄντας εὐσταθεῖς μέν πως πλέον καὶ πρὸς θεὸν βλέποντας ἡσύχῳ νοΐ, αὑτοῖς μόνοις δὲ χρησίμους φίλτρῳ στενῷ καὶ ζῶντας ἔξαλλόν τε καὶ τραχὺν βίον, μέσην τιν' ἦλθον ἐρημικῶν καὶ μιγάδων, τῶν μὲν τὸ σύννουν, τῶν δὲ τὸ χρηστὸν φέρων. Προσῆν δὲ μεῖζον καὶ χάρις τῶν τιμίων, λέγω δὲ τοὺς φύσαντας, οἷς ὑπόχρεως. τούτων τὸ γῆρας (καὶ γὰρ εὐσεβέστατον γονεῦσι πρώτην ἐκ θεοῦ τιμὴν νέμειν, ἐξ ὧν ὑπάρχει καὶ τὸ γινώσκειν θεόν) ἔθαλπον, ἐστήριζον ἐκ παντὸς σθένους, ἐχειραγώγουν, ὡς ἐμαυτῷ δεξιόν θεῖναι τὸ γῆρας, γῆρας ἱλεούμενος. θερίζομεν γάρ, οἷά περ καὶ σπείρομεν. Τοῦτ' ἦν μέρος μοι φιλοσόφου παιδεύσεως· τὸ μὴ δοκεῖν τὸν πρῶτον ἐκπονεῖν βίον, εἶναι δὲ μᾶλλον ἢ δοκεῖν θεῷ φίλον. στέργειν μὲν οὖν δεῖν ᾠόμην καὶ πρακτικούς, ὅσοι λελόγχασ' ἐκ θεοῦ τιμήν τινα λαοὺς ἄγοντες ἐνθέοις τελέσμασιν. πλείων δέ μ' εἶχε τῶν μοναστικῶν πόθος, καίπερ δοκοῦντα συντετάχθαι πλείοσιν· τρόπων γὰρ εἶναι τὴν μονήν, οὐ σωμάτων. τὸ βῆμα δ' ἦν μοι σεπτόν, ἀλλ' ἑστηκότι πόρρωθεν, ὡς φῶς ἡλίου τῶν ὄψεων ταῖς ἀσθενούσαις. πάντ' ἂν ἤλπισα πλέον ἢ τοῦτο δέξασθ' ἐν πολλαῖς στροφαῖς βίου. μηδὲν μέγ' εἴπῃς, συντόμως, ἄνθρωπος ὤν. ἀεὶ κολούει τὰς ἐπάρσεις ὁ φθόνος. μηδὲν λάβῃς ἔξωθεν, τἀμὰ δὲ σκόπει. Οὕτω φρονοῦντι δεινὸς ἐμπίπτει κλόνος. ὁ γὰρ πατήρ με, καίπερ ἀκριβέστατα γνώμην γινώσκων τὴν ἐμήν, οὐκ οἶδ' ὅθεν, ἴσως δὲ φίλτρῳ πατρικῷ κινούμενος (δεινὸν δὲ φίλτρον ἐστὶ σὺν ἐξουσίᾳ), ὡς ἂν κατάσχοι ταῖς πέδαις τοῦ πνεύματος ὧν τ' εἶχε τιμήσειε τοῖς ἀμείνοσιν, κάμπτει βιαίως εἰς θρόνων τοὺς δευτέρους. οὕτω μὲν οὖν ἤλγησα τῇ τυραννίδι -οὔπω γὰρ ἄλλως τοῦτ' ὀνομάζειν ἰσχύω, καί μοι τὸ θεῖον πνεῦμα συγγιγνωσκέτω οὕτως ἔχοντι-, ὥστε πάντων ἀθρόως, φίλων, φυσάντων, πατρίδος, γένους λυθείς, ὡς οἱ μύωπι τῶν βοῶν πεπληγότες, εἰς Πόντον ἦλθον τῆς ἀνίας φάρμακον θήσων ἐμαυτῷ τῶν φίλων τὸν ἔνθεον. ἐκεῖ γὰρ ἤσκει τὴν θεοῦ συνουσίαν, νέφει καλυφθεὶς ὡς σοφῶν τις τῶν πάλαι· Βασίλειος οὗτος ἦν, ὃς ἐν ἀγγέλοις τὰ νῦν. τούτῳ τὸ λυποῦν ἐξεμάλθασσον φρενός. Ἐπεὶ δ' ὁ μὲν γήρᾳ τε κάμνων καὶ πόθῳ ἐδεῖτο πολλὰ παιδὸς ὁ χρηστὸς πατήρ τιμὴν παρασχεῖν ταῖς τελευταίαις πνοαῖς, ἐμοὶ δ' ἔπεσσεν ὁ χρόνος τὴν συμφοράν, ὡς μήποτ' ἐχρῆν, αὖθις εἰς βυθὸν τρέχω δείσας στεναγμὸν πατρικῶν κινημάτων, μή μοι τὸ φίλτρον εἰς κατάραν ἐκπέσῃ· τοιοῦτόν ἐστιν ἁπλότης ὠργισμένη. Μικρὸν μέσον τι, καὶ πάλιν τρικυμία, οὐκ ἔστιν εἰπεῖν ὅσσον ἀγριωτέρα. οὐδὲν δὲ χεῖρον πάντα γνωρίσαι φίλοις. ἀρχήν τιν' ἔπραττ' οὑμὸς ἀδελφὸς κοσμικήν -ἀδελφὸς οὑμός, ὦ κάκισθ', ὅσον σθένεις- ἡ δ' ἦν ταμείων πίστις. ἐν δ' ἀρχῇ μέσῃ θνῄσκει, κυνῶν δὲ πλῆθος ἐξανίσταται τοῖς τοῦ θανόντος χρήμασιν καὶ λειψάνοις. πάντ' ἐσπάρασσον οἰκέται,