4
ἀμείνων ἐγένετο παραστάτις; τίς δὲ πενθοῦσι τὰς συμφορὰς οὕτω συνυπεκούφισε; Καὶ ταῦτα δὴ, τὰ μικρὰ μὲν ἴσως, τυχὸν δέ τισι καὶ διαπτυόμενα, ὅτι μηδὲ προσιτὰ ῥᾳδίως τοῖς πλείοσι (τὸ γὰρ οὐκ ἐφικτὸν οὐδὲ πιστόν πως διὰ τὸν φθόνον), ἐμοὶ δὲ καὶ λίαν τιμώ μενα, ὅτι πίστεως ἦν εὑρήματα, καὶ πνευματικῆς ζέσεως ἐγχειρήματα. Οἷον τὸ μήποτε φωνὴν αὐτῆς ἐν ἱεροῖς ἀκουσθῆναι συλλόγοις, ἢ τόποις, ἔξω τῶν ἀναγκαίων καὶ μυστικῶν.
Ιʹ. Καὶ εἰ μέγα τῷ θυσιαστηρίῳ ποτὲ τὸ μὴ πέλε κυν ἐπ' αὐτὸ ἀναβῆναι, μηδὲ ὀφθῆναι, ἢ ἀκουσθῆναι λαξευτήριον (λόγῳ μείζονι, ὡς δέον φυσικὸν καὶ ἄτεχνον εἶναι πᾶν τῷ Θεῷ καθιερούμενον), πῶς οὐχὶ καὶ παρ' ἐκείνης μέγα, τὸ σιωπῇ τιμᾶσθαι τὰ ἅγια, τὸ μήποτε νῶτα δοθῆναι τῇ σεβασμίῳ τραπέζῃ, μηδὲ καταπτυσθῆναι θεῖον ἔδαφος, τὸ μήποτε δεξιὰν ἐμβληθῆναι ἢ χείλη μιγῆναι χερσὶν Ἑλληνικαῖς ἢ χείλεσι μηδὲ τῆς τἄλλα κοσμιωτάτης γυναικὸς καὶ οἰκειοτάτης; ἀλλὰ μηδὲ ἁλῶν κοινωνῆσαι, μὴ ὅτι ἑκοῦσαν, ἀλλὰ μηδὲ βιασθεῖσαν, τοῖς ἀπὸ τῆς βεβήλου καὶ ἀνάγνου τραπέζης· μηδὲ μιαρὸν οἶκον ἢ παρελ θεῖν ποτε, ἢ ἰδεῖν ἀνασχέσθαι, παρὰ τὴν τοῦ συνειδό τος νομοθεσίαν· μηδὲ διηγήμασιν Ἑλληνικοῖς, ἢ ᾄσ μασι θεατρικοῖς καταμολυνθῆναι τὴν ἀκοὴν, ἢ τὴν γλῶσσαν, τὴν τὰ θεῖα δεχομένην ἢ φθεγγομένην (οὐδὲν γὰρ ἱεροῖς πρέπειν ἀνίερον)· καὶ ὃ τούτων θαυμασιώτερον, τὸ μήποτε τοσοῦτον δοῦναι πένθει σωματικῷ, καίτοιγε διαφερόντως καμπτομένην καὶ τοῖς τῶν ξένων πάθεσιν, ὥστε ἢ γοεράν ποτε πρὸ 35.997 τῆς εὐχαριστίας ῥαγῆναι φωνὴν, ἢ δάκρυον ἐκ πεσεῖν βλεφάρου μυστικῶς σφραγισθέντος, ἢ σχῆμα πένθιμον παραμένειν, καίτοιγε πολλῶν πολλάκις συμπεσόντων αὐτῇ λυπηρῶν, λαμπρᾶς παρού σης ἡμέρας. Ψυχῆς γὰρ εἶναι θεοφιλοῦς ὑποκλίνειν τοῖς θείοις ἅπαν ἀνθρώπινον.
ΙΑʹ. Καὶ σιωπῶ τὰ τούτων ἀποῤῥητότερα, ὧν Θεὸς μάρτυς, καὶ τῶν πιστῶν θεραπαινίδων αἷς τὰ τοιαῦτα ἐπίστευσε. Τὸ γὰρ καθ' ἡμᾶς ἴσως οὐδὲ μνήμης ἀξιωτέον, ὡς ἀναξίους τοῦ ἐλπισθέντος· εἰ κἀκείνῃ μέγα τὸ ἐπιχείρημα, ὅτι καὶ πρὸ γενέσεως ἡμᾶς καθυπέσχετο τῷ Θεῷ, μηδὲν τὸ μέλλον εὐλαβηθεῖσα, καὶ γεννηθέντας εὐθὺς ἀνέθηκε. Θεοῦ δὲ τὸ μὴ πάντη διαμαρτεῖν αὐτὴν τῆς εὐχῆς, μηδὲ ἀπωσθῆναι τὸ καλλιέρημα. Τούτων μὲν οὖν τὰ μὲν παρῆν ἤδη, τὰ δὲ ἔμελλε, ταῖς κατὰ μέρος προσ θήκαις αὐξόμενα. Καὶ καθάπερ ἥλιος ἥδιστον ταῖς ἑωθιναῖς προσβάλλων ἀκτῖσι, ταῖς μεσημβριναῖς θερμότερος ἵσταται καὶ φαιδρότερος· οὕτω καὶ αὕτη, οὐ μικρὰ τὰ τῆς εὐσεβείας ἀπ' ἀρχῆς ὑποφαίνουσα, τῷ τελευταίῳ φωτὶ πλέον ἐξέλαμψε. Τότε δ' οὖν κέντρον οὐ μικρὸν εὐσεβείας οἴκοθεν εἶχεν αὐτὴν ὁ εἰσοικισάμενος, ἄνωθεν μὲν, καὶ ἐκ προγόνων φιλό θεόν τε καὶ φιλόχριστον, καὶ πατρῷον κλῆρον δια δεξαμένην τὸν τῆς ἀρετῆς· ἀλλ' οὐκ ἐκ τῆς ἀγριελαίου, καθὼς ἐκεῖνος, ἐγκεντρισθεῖσαν εἰς καλλι έλαιον, οὐ φέρουσαν δὲ τὸ ἑτεροζυγεῖν δι' ὑπερβολὴν πίστεως· ἀλλὰ τοῦτο μόνον φιλοσοφῆσαι μὴ δυνα μένην, τἄλλα καρτερικωτάτην οὖσαν γυναικῶν καὶ ἀνδρικωτάτην, τὸ ἐξ ἡμισείας ἡνῶσθαι τῷ Θεῷ διὰ τὴν τοῦ τμήματος ἀλλοτρίωσιν, ἀλλὰ μὴ προστε θῆναι τῇ σωματικῇ συναφείᾳ τὴν συμφυΐαν τοῦ πνεύ ματος· καὶ διὰ τοῦτο προσπίπτουσαν μὲν τῷ Θεῷ νυκτὸς καὶ ἡμέρας, καὶ παρ' αὐτοῦ τὴν σωτηρίαν τῆς κεφαλῆς αἰτουμένην ἐν πολλαῖς νηστείαις καὶ δάκρυσι, προσκειμένην δὲ τῷ ἀνδρὶ φιλοπόνως, καὶ πολυτρόπως αὐτὸν ἐμπορευομένην, ὀνειδισμοῖς, νου θεσίαις, θεραπείαις, ἀλλοτριώσεσι, τὸ μέγιστον, τῷ οἰκείῳ τρόπῳ, καὶ τῷ θερμοτέρῳ περὶ τὴν εὐλάβειαν, ᾧ μάλιστα ψυχὴ κάμπτεται καὶ μαλάσσεται, πρὸς ἀρετὴν ἑκουσίως βιαζομένη. Ἔμελλε δὲ ἄρα κοιλαί νειν τὴν πέτραν ἡ τοῦ ὕδατος ῥανὶς ἀεὶ πλήττουσα, καὶ χρόνῳ διανύσειν τὸ σπουδαζόμενον· δηλοῖ δὲ τὰ ἐφεξῆς. 35.1000