1

 2

 3

 4

 5

 6

 7

 8

4

τέχναι καὶ γοητεύματα, καὶ τὸ εὔωνον κάλλος, καὶ ὁ κάτωθεν πλάστης ἀντι δημιουργῶν, καὶ κατακρύπτων τὸ τοῦ Θεοῦ πλάσμα ἐπιβούλοις χρώμασι, καὶ διὰ τῆς τιμῆς αἰσχύνων, καὶ προτιθεὶς τὴν θείαν μορφὴν εἴδωλον πορνικὸν λίχνοις ὄμμασιν, ἵνα κλέψῃ τὸ νόθον κάλλος τὴν φυ σικὴν εἰκόνα τηρουμένην Θεῷ καὶ τῷ μέλλοντι. Ἀλλὰ πολλοὺς μὲν ᾔδει καὶ παντοίους γυναικῶν κόσμους τοὺς ἔξωθεν, τιμιώτερον δὲ οὐδένα τοῦ ἑαυτῆς τρόπου, καὶ τῆς ἔνδον ἀποκειμένης λαμπρότητος. Ἓν μὲν ἔρευθος ἐκείνῃ φίλον, τὸ τῆς αἰδοῦς· μία δὲ λευκότης, ἡ παρὰ τῆς ἐγκρατείας. Τὰς δὲ γρα 35.801 φὰς καὶ ὑπογραφὰς, καὶ τοὺς ζῶντας πίνακας, καὶ τὴν ῥέουσαν εὐμορφίαν, ταῖς ἐπὶ θεάτρων παρῆκε καὶ τῶν τριόδων, καὶ ὅσαις αἰσχύνη καὶ ὄνειδος τὸ αἰσχύνεσθαι.

ΙΑʹ. Ταῦτα μὲν δὴ τοιαῦτα· τῆς δὲ φρονήσεως καὶ τῆς εὐσεβείας οὐκ ἔστιν ὅστις ἂν ἐφίκοιτο λόγος, ἢ πολλὰ ἂν εὑρεθείη τὰ παραδείγματα, πλὴν τῶν ἐκεί νης καὶ κατὰ σάρκα καὶ κατὰ πνεῦμα πατέρων, πρὸς οὓς μόνους ὁρῶσα, καὶ ὧν οὐδὲν ἐλαττουμένη τὴν ἀρετὴν, ἑνὶ τούτῳ καὶ μόνον ἡττᾶτο καὶ πάνυ προθύμως, ὅτι παρ' ἐκείνων τὸ ἀγαθὸν, κἀκείνους ῥίζαν καὶ ᾔδει καὶ ὡμολόγει τῆς οἰκείας ἐλλάμψεως. Τί μὲν τῆς διανοίας ἐκείνης ὀξύτερον, ἥν γε καὶ κοι νὴν σύμβουλον οὐχ οἱ ἐκ γένους μόνον, οὐδ' οἱ ἐκ τοῦ αὐτοῦ λαοῦ, καὶ τῆς μιᾶς μάνδρας, ἀλλὰ καὶ οἱ κύκλῳ δὲ πάντες ἐγίνωσκον, καὶ νόμον ἄλυτον τὰς ἐκείνης ἐποιοῦντο ὑποθήκας καὶ παραινέσεις; Τί δὲ τῶν λόγων ἐκείνων εὐστοχώτερον; τί δὲ τῆς σιωπῆς συνετώτερον; Ἀλλ' ἐπειδή γε σιω πῆς ἐμνήσθην, προσθήσω τὸ οἰκειότατον ἐκείνης, καὶ γυναιξὶ πρεπωδέστατον, καὶ τῷ παρόντι καιρῷ χρησιμώτατον. Τίς μὲν ἔγνω τὰ περὶ Θεοῦ μᾶλλον ἔκ τε τῶν θείων λογίων καὶ τῆς οἰκείας συνέσεως; Τίς δὲ ἧττον ἐφθέγξατο ἐν τοῖς γυναικείοις ὅροις τῆς εὐσεβείας μείνασα; Ὃ δ' οὖν ὠφείλετο τῇ γε ἀληθῶς εὐσεβεῖν ἐγνωκυίᾳ, καὶ οὗ καλὴ μόνον ἡ ἀπληστία, τίς μὲν ἀναθήμασιν οὕτω ναοὺς κατεκόσμησεν, ἄλλους τε καὶ τὸν οὐκ οἶδ' εἰ μετ' ἐκείνην κοσμηθησόμενον; Μᾶλλον δὲ, τίς οὕτω ναὸν ἑαυτὸν τῷ Θεῷ ζῶντα παρέστησεν; Τίς δὲ το σοῦτον ἐδόξασεν ἱερέας, ἄλλους τε καὶ τὸν ἐκεί νῃ τῆς εὐσεβείας συναγωνιστὴν καὶ διδάσκαλον, οὗ τὰ καλὰ σπέρματα καὶ ἡ καθιερωμένη τῶν τέκνων τῷ Θεῷ συζυγία;

ΙΒʹ. Τίς δὲ τὸν οἶκον ἑαυτῆς μᾶλλον προὔθηκε τοῖς ζῶσι κατὰ Θεὸν, τὴν καλὴν δεξίωσιν καὶ πλουτί ζουσαν; Καὶ ὃ τούτου μεῖζόν ἐστι, τίς οὕτως ἐδεξιοῦτο τῇ αἰδοῖ καὶ τοῖς κατὰ Θεὸν διαβήμασιν; Καὶ τὰ ἐπὶ τούτοις, τίς μὲν νοῦν ἔδειξεν ἀπαθέστε ρον ἐν τοῖς πάθεσι; τίς δὲ συμπαθεστέραν ψυχὴν τοῖς κάμνουσι; τίς χεῖρα δαψιλεστέραν τοῖς δεομέ 35.804 νοις; Ὡς ἔγωγε καὶ τὰ τοῦ Ἰὼβ ἂν ἐπ' αὐτὴν θαῤῥήσας καλλωπισαίμην· Θύρα δὲ αὐτῆς παντὶ ἐλθόντι ἠνέῳκτο· ἔξω δὲ οὐκ ηὐλίζετο ξένος. Ὀφθαλμὸς ἦν τυφλῶν, ποῦς δὲ χωλῶν, μήτηρ δὲ ὀρφανῶν. Τῆς δὲ εἰς χήρας εὐσπλαγχνίας τί χρὴ μεῖζον εἰπεῖν, ἢ ὅτι τὸ μὴ χήρα κληθῆναι καρπὸν ἠνέγκατο; Κοινὸν μὲν ἦν ἡ ἐκείνης ἑστία τοῖς πενο μένοις ἀφ' αἵματος καταγώγιον· κοινὰ δὲ τὰ ὄντα πᾶσι τοῖς δεομένοις οὐχ ἧττον ἢ ἑκάστοις τὰ ἑαυτῶν. Ἐσκόρπισεν, ἔδωκε τοῖς πένησι· καὶ διὰ τὸ τῆς ἐπαγγελίας ἄπτωτον καὶ ἀψευδέστατον πολλὰ ταῖς ἐκεῖθεν ληνοῖς ἐναπέθετο, πολλὰ Χριστὸν καὶ διὰ πολλῶν τῶν εὖ παθόντων ἐδεξιώσατο· καὶ τὸ κάλλι στον, ὅτι μὴ τὸ δοκεῖν παρ' αὐτῇ πλεῖον τῆς ἀλη θείας· ἀλλ' ἐν τῷ κρυπτῷ καλῶς ἐγεώργει τῷ βλέποντι τὰ κρυπτὰ τὴν εὐσέβειαν. Πάντα τοῦ κοσμο κράτορος ἥρπασεν· πάντα μετήνεγκεν εἰς τὰς ἀσφα λεῖς ἀποθήκας. Οὐδὲν ἀφῆκε τῇ γῇ πλὴν τοῦ σώμα τος. Πάντων ἠλλάξατο τὰς ἐκεῖθεν ἐλπίδας· ἕνα τοῖς παισὶ πλοῦτον ἀφῆκε, τὴν μίμησιν καὶ τὴν ἐπὶ τού τοις φιλοτιμίαν.

ΙΓʹ. Καὶ οὐ τὰ μὲν τῆς μεγαλοψυχίας τοιαῦτα καὶ οὕτως ἄπιστα, τὸ δὲ σῶμα παρέδωκε τῇ τρυφῇ, καὶ ταῖς ἀκαθέκτοις τῆς γαστρὸς ἡδοναῖς, τῷ λυσσῶντι κυνὶ καὶ