1

 2

 3

 4

4

ἄληπτον, τούτου τὸ πλεονάζον ἀνεπινόητον. ἤκουσα τοῦ ὑποψάλματος, ὃ κοινῇ πάντες ὑμνολογοῦντες ἐπῄειμεν· Μέγας ὁ κύριος ἡμῶν καὶ μεγάλη ἡ ἰσχὺς αὐτοῦ καὶ τῆς συνέσεως αὐτοῦ οὐκ ἔστιν ἀριθμός. τί οὖν τοῦτό ἐστιν; ἀρίθμησον τὰ εἰρημένα καὶ νοεῖς τὸ μυστήριον. Μέγας ὁ κύριος, οὐκ εἶπε πόσον μέγας (οὐδὲ γὰρ ἦν δυνατὸν εἰπεῖν τὸ πόσον), ἀλλὰ τῷ ἀορίστῳ τῆς σημασίας ἐπὶ τὸ ἄπειρον ὁδηγεῖ τὴν διάνοιαν. ὁμοίως, Μεγάλη, φησίν, ἡ ἰσχὺς αὐτοῦ, ἰσχὺν δὲ ἀκούσας τὴν δύναμιν νόησον. Χριστὸς δὲ θεοῦ δύναμις καὶ θεοῦ σοφία. ἀλλὰ καὶ τῆς συνέσεως αὐτοῦ οὐκ ἔστιν ἀριθμός. ἑρμηνεύει τὴν σύνεσιν Ἠσαΐας σαφῶς λέγων.· Πνεῦμα σοφίας καὶ συνέσεως. 9.340

Ἤκουσα ἐν τοῖς μακαρισμοῖς μακαριζομένους τοὺς διψῶντας τὸν κύριον. τάχα οὖν οὐκ ἔξω τοῦ καιροῦ τὸ ἐνθύμιον καί μου δέξασθε τὸν λόγον, κἂν ἀπηρτῆσθαι τῶν παρόντων δοκῇ· εἴ τις διὰ μεσημβρίας ὁδεύων τοῦ ἡλίου θερμοτέραις ταῖς ἀκτῖσι τῆς κεφαλῆς ὑπερζέοντος καὶ πᾶν τὸ ἐν τῷ σώματι ὑγρὸν τῇ φλογὶ καταφρύσσοντος (προκείσθω δὲ τῷ ὑποδείγματι γῆ τραχεῖα καὶ δυσπόρευτος καὶ διψώδης) εἶτα ἐπιτύχοι πηγῆς ὁ τοιοῦτος, ἧς καλὸν καὶ διαφανὲς τὸ νᾶμα καὶ προσηνῶς καταψῦχον καὶ ἀφθόνως ὑπερχεόμενον, ἆρα προσκαθεδεῖται τῷ ὕδατι καὶ φιλοσοφήσει περὶ τῆς φύσεως, ὅθεν καὶ ὅπως καὶ διὰ τίνος καὶ τὰ τοιαῦτα διεξετά- ζων, οἷα δὴ τοῖς ματαιολογοῦσι σύνηθες λέγειν ὅτι ἰκμάς τις ἐγκατεσπαρμένη τῷ βάθει τῆς γῆς καὶ διαπηδῶσα καὶ συνθλιβομένη ὕδωρ γίνεται ἢ ὅτι φλέβες ἐκκεχυμέναι ταῖς κάτω κοιλότησιν, εἴπερ ἀναστομωθῶσι, τὸ ὕδωρ προχέουσιν, ἢ πάντα τὰ τοιαῦτα χαίρειν ἐάσας ἐπικύπτει τῷ νάματι καὶ προσθεὶς τὰ χείλη θεραπεύει τὴν δίψαν καὶ ἀναψύχει τὴν γλῶσσαν καὶ καταπαύει τὸν πόθον καὶ εὐχαριστεῖ τῷ δεδω-κότι τὴν χάριν; μίμησαι τοίνυν καὶ σὺ τὸν διψῶντα, ἐπεὶ καὶ εἴρηται [καθὼς εἴρηται] ὅτι Μακάριοι οἱ διψῶντες, καὶ καταμαθὼν οἷα καὶ ὅσα ἀγαθὰ πηγάζει τὸ πνεῦμα τὸ ἅγιον ποίησον τὸ τοῦ προφήτου, Τὸ στόμα σου ἄνοιξον καὶ ἕλκυσον 9.341 πνεῦμα, Πλάτυνον τὸ στόμα σου καὶ πληρώσει ὁ ἔχων τὴν ἐξουσίαν τῶν χαρισμάτων. βούλει μαθεῖν ὅσα προχεῖται τῆς τοῦ πνεύματος πηγῆς ἀγαθά; ἀφθαρσία ψυχῆς, ἀιδιότης ζωῆς, οὐρανῶν βασιλεία, εὐφροσύνη ἄληκτος, χαρὰ τέλος οὐκ ἔχουσα. ἀλλὰ γὰρ εἰς τὰ παρόντα βλέπων ὀλίγην ποιοῦμαι τὴν ζημίαν τοῦ λείποντος· πεπλήρωταί μοι τῶν ἀγαθῶν ὁ οἶκος, πλήρεις οἱ θησαυροὶ τοῦ χρυσίου τῆς Ἀραβίας, ἥξουσι δὲ τάχα μετ' ὀλίγον καὶ πρέσβεις ἐξ Αἰγύπτου καὶ προ- φθάσουσι χεῖρα αὐτῶν τῷ θεῷ καὶ αἱ βασιλεῖαι τῆς γῆς μεθ' ἡμῶν τὸν ἐπινίκιον ᾄσουσιν ὕμνον τῷ πάντας εἰς τὴν αὐτοῦ βασιλείαν καλοῦντι, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.