1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

4

ἀπλήρωτος πάντοτε ταῖς ἐπιθυμίαις τῶν μετεχόντων ἀκορέστως ἐπιπλημμυροῦσα. διὰ τοῦτο μακαρία τίς ἐστιν ἐκείνη ἡ ζωὴ καὶ ἀκήρατος μηκέτι ταῖς τῶν αἰσθητηρίων ἡδοναῖς πρὸς τὴν τοῦ καλοῦ κρίσιν ἐμπλανω μένη. τί τοίνυν ἐστὶ σκυθρωπὸν ἐν τῷ πράγματι δι' ὃ τῇ μεταστάσει τῶν ἐπιτηδείων ἐπιστυγνάζομεν; εἰ μὴ τοῦτό τις ἄρα λυπηρὸν ἡγεῖται ὅτι πρὸς τὸν ἀπαθῆ τε καὶ ἀνενόχλη τον βίον αὐτοῖς ἡ μετάστασις γίνεται, ὃς οὔτε πληγῶν ὀδύνας προσίεται οὐ πυρὸς δέδοικεν ἀπειλὴν οὐ τὰ διὰ σιδήρου τραύματα οὐ τὰς ἀπὸ σεισμῶν καὶ ναυαγιῶν καὶ αἰχμαλωσιῶν συμφορὰς οὐ τὰς τῶν ὠμοβόρων θηρίων προσβολὰς οὐ τὰ τῶν ἑρπυστικῶν τε καὶ ἰοβόλων κέντρα καὶ δήγματα, ἐν ᾧ οὐδεὶς οὔτε ἐξογκοῦται τῷ τύφῳ οὔτε πατεῖται ἐν ταπεινότητι οὔτε ὑπὸ θράσους ἐκθηριοῦται οὔτε ὑπὸ δειλίας καταπτοεῖται οὔτε τῇ ὀργῇ περιοιδαίνει ζέων τῷ θυμῷ καὶ μαινόμενος οὔτε κλονεῖται ὑπὸ τοῦ φόβου ἀντισχεῖν πρὸς τὴν τοῦ κρατοῦντος ὁρμὴν οὐ δυνάμενος, ἐν ᾧ φροντὶς οὐκ ἔστιν, οἷα τῶν βασιλέων τὰ ἤθη τίνες αἱ νομοθεσίαι οἷοι τὸν τρόπον οἱ ἐπὶ τῶν ἀρχῶν τεταγμένοι οἷα τὰ διαγράμ 9.37 ματα πόσος ὁ ἐτήσιος φόρος οὔτε εἰ πολλὴ γέγονεν ἐπομβρία κατακλύζουσα τῇ ἀμετρίᾳ τὸ γεωργούμενον οὔτε εἰ χάλαζα τὰς ἐλπίδας τῶν γεωπόνων ἠχρείωσεν οὔτε εἰ αὐχμὸς ἐπικρατήσας ἀποξηραίνει πᾶν τὸ φυόμενον. ἀλλὰ καὶ τῶν λοιπῶν τοῦ βίου κακῶν πᾶσαν ἄδειαν ἔχει· ὀρφανίας τε γὰρ τὸ σκυθρωπὸν οὐ λυπεῖ τὴν ζωὴν ἐκείνην, τὰ ἐκ χηρείας κακὰ χώραν οὐκ ἔχει, ἀργοῦσι δὲ καὶ αἱ πολύτροποι τοῦ σώματος ἀρρωστίαι, οἵ τε κατὰ τῶν εὐημερούντων φθόνοι καὶ αἱ κατὰ τῶν δυσπραγούντων ὑπεροψίαι καὶ πάντα τὰ τοιαῦτα τῆς ζωῆς ἐκείνης ἐξώρισται, ἰσηγορία δέ τις καὶ ἰσονομία διὰ πάσης ἐλευθερίας εἰρηνικῆς τῷ τῶν ψυχῶν δήμῳ συμπολιτεύεται ἐκεῖνο ἑκάστου ἔχοντος ὅπερ ἂν ἑαυτῷ ἑτοιμάσῃ ἐκ προαιρέσεως. εἰ δέ τι χεῖρον ἔκ τινος ἀβουλίας τινὶ παρασκευασθείη ἀντὶ τοῦ κρείτ τονος, ἀναίτιος τῶν τοιούτων ὁ θάνατος κατ' ἐξουσίαν τὸ δοκοῦν ἑλομένης τῆς προαιρέσεως. ὑπὲρ τίνος οὖν δυσ χεραίνουσιν οἱ θρηνοῦντες τὸν ἀποιχόμενον; καὶ μὴν εἰ μὴ παντάπασιν ἐκαθάρευεν πάσης ἐμπαθοῦς διαθέσεως ὁ συναποδυσάμενος τὴν ἡδονήν τε καὶ τὴν λύπην μετὰ τοῦ σώματος, ἐκεῖνος ἂν δικαιότερον τοὺς περιόντας ἐθρήνησεν, οἳ ταὐτὸν πάσχουσιν τοῖς ἐν δεσμωτηρίῳ διάγουσιν, οὓς ἡ πρὸς τὰ σκυθρωπὰ συνήθεια καὶ ἡ συντροφία τοῦ ζόφου προσηνές τε καὶ ἄλυπον τὸ παρὸν νομίζειν ἐποίησεν. καὶ 9.38 τυχὸν κἀκεῖνοι τοῖς τῆς φυλακῆς ἐκβαλλομένοις ἐπιστυγνά ζουσιν ἀγνοίᾳ τῆς φαιδρότητος τῆς ἐκδεχομένης τοὺς ἀπαλλάγεντας τοῦ ζόφου. εἰ γὰρ ᾔδεσαν τὰ ἐν ὑπαίθρῳ θεάματα τό τε αἰθέριον κάλλος καὶ τὸ οὐράνιον ὕψος καὶ τὰς τῶν φωστήρων αὐγὰς τήν τε τῶν ἀστέρων χορείαν καὶ <τὰς> περιόδους ἡλιακὰς καὶ τὸν σεληναῖον δρόμον καὶ τὴν πολυειδῆ τῆς γῆς ἐν τοῖς βλαστήμασιν ὥραν καὶ τὴν ἡδεῖαν τῆς θαλάσσης ὄψιν ἐν ἡλιοειδεῖ τῇ αὐγῇ δι' ἠρεμαίου τοῦ πνεύματος γλαφυρῶς ἐπιφρίσσουσαν τῶν τε κατὰ τὰς πόλεις οἰκοδομημάτων τὰ κάλλη τά τε ἴδια καὶ τὰ δημόσια, δι' ὧν αἱ λαμπραί τε καὶ πολυτελεῖς τῶν πόλεων καλλωπίζονται, εἰ ταῦτα τοίνυν ᾔδεσαν καὶ τὰ τοιαῦτα οἱ ἐντεχθέντες τῷ δεσμωτηρίῳ, οὐκ ἂν τοὺς ἐκ τῆς φυλακῆς προαγομένους ὡς ἀγαθοῦ τινος χωριζομένους ἀπωλοφύροντο. ὅπερ οὖν εἰκὸς τοὺς ἔξω τοῦ δεσμωτηρίου περὶ τῶν ἔτι καθειργμένων διανοεῖσθαι ὡς ἐλεεινῇ προσταλαιπωρούντων ζωῇ, τοῦτο μοι δοκοῦσι καὶ οἱ τῆς τοῦ βίου τούτου φυλακῆς ἔξω γενόμενοι, εἴπερ ὅλως δυνατὸν ἦν αὐτοῖς διὰ δακρύων ἐνδείξασθαι τὴν πρὸς τοὺς κακοπαθοῦντας συμπάθειαν, θρηνεῖν καὶ δακρύειν τῶν ἐν ταῖς ὀδύναις τοῦ βίου τούτου παρατεινομένων ὅτι μὴ ὁρῶσι τὰ ὑπερκόσμιά τε καὶ ἄϋλα κάλλη, θρόνους τε καὶ ἀρχὰς καὶ ἐξουσίας καὶ κυριότητας καὶ στρατιὰς ἀγγελικὰς καὶ 9.39 ἐκκλησίας ὁσίων καὶ τὴν ἄνω πόλιν καὶ τὴν ὑπερουράνιον τῶν ἀπογεγραμμένων πανήγυριν. τὸ γὰρ ὑπερκείμενον τούτων κάλλος, ὃ τοὺς καθαροὺς τῇ καρδίᾳ βλέπειν ὁ ἀψευδὴς ἀπεφήνατο λόγος, κρεῖττόν τε πάσης ἐλπίδος ἐστὶ καὶ τῆς ἐκ στοχασμῶν εἰκασίας ἀνώτερον. οὐ τοῦτο δὲ μόνον