1

 2

 3

 4

 5

4

γεννηθέντας ὁμοίως ἔχειν. ἐρεῖς οὖν μοι· καὶ πῶς ἂν γένοιτο ἀνθρωπίνην ταπεινότητα πρὸς τὴν ἐν τῷ θεῷ καθορωμένην μακαριότητα ἐπεκτεί νεσθαι, ὡς αὐτόθεν ἐν τῷ προστάγματι τῆς ἀμηχανίας προφαινομένης; πῶς γὰρ ἂν γένοιτο δυνατὸν πρὸς τὸν ἐν οὐρανοῖς ὁμοιωθῆναι τὸν γήϊνον, αὐτῆς τῆς κατὰ τὴν φύσιν διαφορᾶς δεικνυούσης τὸ ἀνέφικτον τῆς μιμήσεως; ἐπ' ἴσης γὰρ εἶναι ἀμήχανον τῷ τε οὐρανίῳ μεγέθει καὶ τοῖς ἐν αὐτῷ κάλλεσι τὴν ὄψιν παρισάζεσθαι καὶ τὸν ἐκ γῆς ἄνθρωπον τῷ οὐρανίῳ ὁμοιοῦσθαι θεῷ. ἀλλὰ σαφὴς ὁ περὶ τούτου λόγος, ὅτι οὐ τῇ φύσει τὴν φύσιν, τὴν ἀνθρω πίνην λέγω τῇ θείᾳ, συγκρίνεσθαι κελεύει τὸ εὐαγγέλιον, ἀλλὰ τὰς ἀγαθὰς ἐνεργείας, καθὼς ἂν ᾖ δυνατόν, μιμεῖσθαι τῷ βίῳ. τίνες οὖν εἰσιν αἱ παρ' ἡμῶν ἐνέργειαι πρὸς τὰς τοῦ θεοῦ ἐνεργείας ὁμοίως ἔχουσαι; τὸ πάσης κακίας ἀλλοτριοῦσθαι, καθὼς ἂν ᾖ δυνατὸν, ἔργῳ τε καὶ λόγῳ καὶ διανοίᾳ τῶν παρ' αὐτῆς μολυσμῶν καθαρεύοντας, τοῦτο μίμησίς ἐστιν ὡς ἀληθῶς τῆς θείας τε καὶ τῆς περὶ τὸν οὐράνιον θεὸν τελειότητος.

Οὐ γάρ μοι δοκεῖ τὸ στοιχεῖον τοῦ οὐρανοῦ καθάπερ τι κεχωρισμένον ἐνδιαίτημα θεοῦ λέγειν τὸ εὐαγγέλιον, ἐν οἷς προστάσσει τελειοῦσθαι ἡμᾶς κατὰ τὸν ἐπουράνιον πατέρα, διότι τὸ θεῖον κατὰ τὸ ἴσον ἐν πᾶσίν ἐστι καὶ διὰ 8,1.139 πάσης ὡσαύτως διήκει τῆς κτίσεως καὶ οὐδὲν ἂν χωρισθὲν τοῦ ὄντος ἐν τῷ εἶναι μένοι, ἀλλ' ὁμοτίμως ἑκάστου τῶν ὄντων ἡ θεία φύσις ἐφάπτεται, πάντα τῇ περιεκτικῇ δυνάμει ἐντὸς ἑαυτῆς περιείργουσα· καθάπερ καὶ ὁ προφή της τοῦτο παιδεύει λέγων, ὅτι κἂν ἐν τῷ οὐρανῷ γένωμαι τῇ διανοίᾳ, κἂν τὰ ὑπόγεια τῷ λογισμῷ καταδυεὶς ἐξ ετάσω, κἂν ἐπὶ τὰ πέρατα τῶν ὄντων τὸ διανοητικὸν τῆς ψυχῆς ἐπεκτείνω, πάντα ὁρῶ τῇ δεξιᾷ σου περικρατού μενα. ἔχει δὲ ἡ λέξις τοῦτον τὸν τρόπον· Ἐὰν ἀναβῶ εἰς τὸν οὐρανόν, σὺ εἶ ἐκεῖ· ἐὰν καταβῶ εἰς τὸν ᾅδην, πάρει. ἐὰν ἀναλάβοιμι τὰς πτέρυγάς μου κατ' ὄρθρον καὶ κατα σκηνώσω εἰς τὰ ἔσχατα τῆς θαλάσσης· καὶ γὰρ ἐκεῖ ἡ χείρ σου ὁδηγήσει με καὶ καθέξει με ἡ δεξιά σου. οὐκοῦν ἐκ τούτων ἔστι μαθεῖν τὸ μὴ ἀφωρίσθαι κατ' ἐξαίρετον τῷ θεῷ τὴν οὐράνιον οἴκησιν. ἀλλ' ἐπειδή γε ἐπίσταται καθαρεύειν κακίας ἡ ἄνω λῆξις, τοῦτο πολλαχῇ τῆς ἁγίας γραφῆς παρασημηναμένης ἡμῖν δι' αἰνίγματος, καὶ τῇ κάτω ταύτῃ τῇ ὑλωδεστέρᾳ ζωῇ τὰ κατὰ κακίαν ἐνεργεῖται πάθη, ὧδε τοῦ εὑρετοῦ τῆς κακίας ὄφεως περὶ τὸν γήϊνον βίον ἰλυσπωμένου καὶ ἕρποντος, καθώς φησιν ὁ λόγος περὶ αὐτοῦ ἐν αἰνίγματι, ὅτι ἐπὶ τὸ στῆθος καὶ τὴν κοιλίαν πορεύεται καὶ γῆν σιτεῖται διὰ παντός, τοῦτό τε τὸ σχῆμα τῆς κινήσεως ἡμῖν ἑρμηνεύει καὶ τὸ τῆς βρώσεως εἶδος, ὅτι γήϊνος οὗτος καὶ κάτω κείμενος ὁ βίος ἐστίν, ὃς τὴν 8,1.140 ἑρπηδόνα τῆς πολυτρόπου κακίας ἐφ' ἑαυτοῦ δέχεται καὶ τροφὴ τοῦ ἐφέρποντος αὐτὸν θηρίου γίνεται· οὐκοῦν ὁ τὸν οὐράνιον μιμεῖσθαι κελεύων πατέρα τῶν γηΐνων παθῶν καθαρεύειν κελεύει, ὧν ἡ ἀπόστασις οὐ διὰ τοπικῆς μεταβάσεως, ἀλλὰ διὰ προαιρέσεως ἐνεργεῖται μόνης. εἰ οὖν ἐν μόνῃ τῇ τῆς διανοίας ὁρμῇ κατορθοῦσθαι πέφυκεν ἡ τοῦ κακοῦ ἀλλοτρίωσις, οὐδὲν ἐπίπονον ἡμῖν ὁ εὐαγγε λικὸς ἐγκελεύεται λόγος. οὐδὲ γὰρ συνέζευκται κόπος τῇ τῆς διανοίας ὁρμῇ, ἀλλ' ἔξεστιν ἡμῖν ἀπραγματεύτως, ὅπουπερ ἂν θέλωμεν, δι' ἐνθυμήσεων παραγίνεσθαι· ὥστε τὴν οὐράνιον διαγωγὴν ῥᾳδίαν εἶναι τῷ βουλομένῳ καὶ ἐπὶ γῆς ἔχειν, καθὼς ὑφηγεῖται τὸ εὐαγγέλιον, ἐν τῷ φρονεῖν τὰ οὐράνια καὶ τοῖς ἐκεῖ θησαυροῖς τὸν τῆς ἀρετῆς πλοῦτον ἐναποτίθεσθαι. Μὴ θησαυρίζετε γάρ φησι θησαυροὺς ἐπὶ τῆς γῆς, ἀλλὰ θησαυρίζετε θησαυροὺς ἐν οὐρανοῖς, ὅπου οὔτε σὴς οὔτε βρῶσις ἀφανίζει οὔτε κλέπται διορύσσουσι καὶ κλέπτουσιν. ἐνδείκνυται δὲ διὰ τούτων τὸ μηδεμίαν τῇ ἄνω ζωῇ φθαρτικὴν τῆς μακαριότητος ἐμπολιτεύεσθαι δύναμιν. ὁ γὰρ ἐπὶ λύμῃ τοῦ τῇδε βίου πολυειδῶς τὴν ποικίλην ἑαυτοῦ κακίαν κατὰ τῆς ἀνθρωπίνης ζωῆς ἐνεργῶν ἤτοι σητὸς τρόπον ταῖς διανοίαις ἐντίκτεται, ἀχρειῶν τὸ μέρος ᾧπερ ἂν ἐμφυῇ διὰ τῆς βρω 8,1.141 τικῆς τε καὶ ἀφανιστικῆς δυνάμεως, εἰ μὴ ταχέως ἀποτιναχθείη τοῦ μέρους, πρὸς τὰ