1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

4

δεμιᾷ λογικῇ τινι περιεργίᾳ καὶ τεχνικαῖς πλοκαῖς κρατυνόμενον, ἀλλὰ δι' ἁπλότητος ῥημάτων ὁμοτίμως πᾶσι καταγγελλόμενον· ὃς ἐν αὐτῷ τῷ ὑπὲρ τὴν πί στιν εἶναι, τὸ πιστὸν ἔχει. Εἰ γὰρ τοιοῦτον ἦν τὸ λεγόμενον, ὡς τῇ τῶν ἀνθρωπίνων λογισμῶν δυνάμει καταλαμβάνεσθαι, οὐδὲν ἂν τῆς Ἑλληνικῆς σοφίας διήνεγκε (κἀκεῖνοι γὰρ, ὅπερ ἂν καταλαβεῖν ἐξισχύ σωσιν, ἐκεῖνο καὶ εἶναι δοξάζουσιν), ἐπεὶ δὲ ἀνεπί βατός ἐστι λογισμοῖς ἀνθρωπίνοις τῆς ὑπερκειμένης φύσεως ἡ κατάληψις, τούτου χάριν ἡ πίστις ἀντὶ τῶν λογισμῶν γίνεται, τοῖς ὑπὲρ λόγον τε καὶ κατάληψιν ἑαυτὴν ἐπεκτείνουσα.

∆ιὰ ταῦτα, καθὼς περὶ τοῦ Μωϋσέως φησὶν ἡ Γραφὴ, ὅτι ἐπαιδεύθη πάσῃ σοφίᾳ τῶν Αἰγυπτίων· οὕτως καὶ ὁ Μέγας οὗτος, διὰ πάσης ἐλθὼν τῆς τῶν Ἑλλήνων παιδεύσεως, καὶ γνοὺς τῇ πείρᾳ τῶν παρ' αὐτοῖς δογμάτων τὸ ἀσθενὲς καὶ ἀσύστατον, μαθητὴς τοῦ Εὐαγγελίου καθίσταται· καὶ πρὶν ἀχθῆναι διὰ τῆς μυστικῆς τε καὶ ἀσωμάτου γεννήσεως, οὕτως κατώρθου τὸν βίον, ὡς μηδένα ῥύπον τῆς ἁμαρτίας ἐπὶ τὸ λουτρὸν εἰσενέγκασθαι. Οὔσης δὲ αὐτῷ τῆς διαγωγῆς ἐν Αἰγύπτῳ κατὰ τὴν μεγάλην τοῦ Ἀλεξάνδρου πόλιν, εἰς ἣν καὶ ἡ παντα χόθεν συνέῤῥει νεότης τῶν περὶ φιλοσοφίαν τε καὶ ἰατρικὴν ἐσπουδακότων· χαλεπὸν ἦν τοῖς ὁμήλιξι θέαμα, νέος ὑπὲρ τὴν ἡλικίαν τῇ σωφροσύνῃ κο σμούμενος. Ὁ γὰρ τοῦ καθαρεύοντος ἔπαινος, τῶν μολυνομένων ὄνειδος ἦν. Ὡς ἂν οὖν ἀπολογία τις εἴη τοῖς ἀκολάστοις, τὸ μὴ μόνους αὐτοὺς εἶναι δοκεῖν τοιούτους, ἐπίνοιά τις ἐξ ἐπιβουλῆς παρ' αὐτῶν ἐπ εσκευάσθη, τοῦ μῶμόν τινα τῷ βίῳ τοῦ Μεγάλου προσ τρίψασθαι. Καὶ προβάλλεται παρ' αὐτῶν, εἰς διαβο λὴν ἐκείνου, γύναιον ἑταιρικὸν, ἐξ οἰκήματος ἐπ' 46.904 ἀτιμίᾳ κατεγνωσμένον. Τοῦ δὲ, κατὰ τὸ σύνηθες, τοῖς λογάσι τῶν ἀνδρῶν ἐν σεμνῷ τῷ σχήματι περί τινος τῶν κατὰ φιλοσοφίαν διασκοπουμένου καὶ συνασκου μένου, πρόσεισι τὸ γύναιον ἀκκιζόμενόν τε καὶ θρυ πτόμενον, καὶ διὰ πάντων τὸ εἶναι πρὸς αὐτὸν ἐν συν ηθείᾳ, δι' ὧν ἐφθέγγετό τε καὶ ἐποίει, σχηματιζόμενον· εἶτα ἔλεγε τῶν μισθωμάτων ἀποστερεῖσθαι, προστιθεῖ σα καὶ τὰς ἀφορμὰς ὑπ' ἀναιδείας, ὑπὲρ ὧν ᾐτιᾶτο τὴν τῶν μισθῶν ἀποστέρησιν. Τῶν δὲ συνεγνωκότων αὐτῷ τὸν καθαρὸν βίον, ἀγανακτούντων τε καὶ ὀργῇ κατὰ τοῦ γυναίου συγκινουμένων, οὔτε συνεταράχθη τοῖς ὑπὲρ αὐτοῦ χαλεπαίνουσιν, οὔτε τι τοιοῦτον εἶπεν συκοφαντούμενος, οἷον εἰκὸς τὸν ἀχθόμενον· οὐ μάρ τυρας τοῦ βίου προσεκαλέσατο, οὐχ ὅρκῳ τὸν μῶμον ἀπώσατο, οὐ τὴν κακίαν τῶν ταῦτα κατ' αὐτοῦ συ σκευασαμένων διήλεγξεν· ἀλλ' ἐν ἠρεμαία τε καὶ καθεστώσῃ φωνῇ πρός τινα τῶν συνήθων ἀποστρα φεὶς, «Ὦ οὗτος,» ἔφη, «διάλυσον αὐτῇ τὸ ἀργύ ριον, ὡς ἂν μὴ διὰ πλεῖον διοχλοῦσα, τὴν προκειμέ νην τοῦ λόγου σπουδὴν ἐπιταράσσοι.» Ἐπεὶ δὲ μα θὼν παρὰ τῆς ἑταιρίδος ὁ τοῦτο προστεταγμένος, ὅσον ᾔτει παρ' αὐτοῦ τὸ ἀργύριον, ἑτοίμως ἅπαν ἀπηριθμήσατο, καὶ πέρας εἶχεν κατὰ τοῦ σώφρονος ἡ ἐπιβουλὴ τοῖς ἀκολάστοις, καὶ ἦν ἐν ταῖς χερσὶν ἤδη τῆς ἀτίμου τὸ κέρδος· τότε δὴ γίνεται θεόθεν ἥ τε μαρτυρία τῆς σωφροσύνης τοῦ νέου, καὶ τῆς τῶν ὁμηλίκων συκοφαντίας ὁ ἔλεγχος. Ὁμοῦ γὰρ τῷ ὑποδέξασθαι τῇ χειρὶ τὸ ἀργύριον, πνεύματι δαιμο νίῳ στρεβλωθεῖσα, καὶ βρυχηθμῷ θηριώδει παρὰ τὴν ἀνθρωπίνην φωνὴν ἀνοιμώξασα, πίπτει πρηνὴς κατὰ τὸ μέσον τῶν συνειλεγμένων· θέαμα φρικτόν τε καὶ φοβερὸν τοῖς παροῦσιν ἀθρόως γεγενημένη, τῶν τρι χῶν τε διεῤῥιμμένων, καὶ ταῖς ἰδίαις χερσὶ σπαρασ σομένων, καὶ τῶν ὀφθαλμῶν ἀπεστραμμένων, καὶ τοῦ στόματος τὸν ἀφρὸν παραπτύοντος. Καὶ οὐ πρότερον ἀνῆκεν καταπνῖγον αὐτὴν τὸ δαιμόνιον, πρὶν ἢ τὸν Μέγαν ἐκεῖνον ἐπικαλέσασθαι τὸν Θεὸν, καὶ ὑπὲρ αὐτῆς ἱλεώσασθαι.

Τοιαῦτα τῆς νεότητος τοῦ μεγάλου τὰ διηγήματα, ἄξια ὡς ἀληθῶς τῶν μετὰ ταῦτα βεβιωμένων αὐτῷ τὰ προοίμια. Καίτοι γε τὸ θαῦμα τοσοῦτόν ἐστιν, ὡς εἰ καὶ μηδὲν ἦν ἕτερον ἐπὶ τούτοις εἰπεῖν, μηδενὸς αὐτὸν τῶν ἐπ' ἀρετῇ διενεγκόντων, ἐκ