1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

4

καθ' ὑπόθεσιν) γεγενῆσθαι παρ' ἐμοῦ τι λυπηρὸν κατ' ἐκείνου· ποῖον συνέστη καθ' ἡμῶν ἐπὶ τοῖς γενομένοις ἢ ὑπονοουμένοις κριτήριον; τίς ἀπό δειξις τὴν ἀδικίαν ἀπήλεγξεν; τίνες κανόνες καθ' ἡμῶν ἀνεγνώσθησαν; ποία ἔννομος ἐπισκόπου ἀπόφασις τὴν καθ' 1.29 ἡμῶν κρίσιν ἐκύρωσεν; εἰ δέ τι καὶ ἐγεγόνει τούτων ἐν νόμως, πάντως ἂν περὶ τὸν βαθμὸν ὁ κίνδυνος ἦν· ὕβριν δὲ κατὰ ἐλευθερίας καὶ ἀτιμίαν κατὰ τῶν ὁμοτίμων ποῖοι 1.30 κανόνες ἐνομοθέτησαν; Κρίμα δίκαιον κρίνατε οἱ πρὸς θεὸν ὁρῶντες, ἐν τίνι συγγνωστὴν ἡγεῖσθε τὴν καθ' ἡμῶν 1.31 ἀτιμίαν; εἰ κατὰ τὴν ἱερωσύνην τὸ ἀξίωμα κρίνοιτο, ἴση παρὰ τῆς συνόδου καὶ μία γέγονεν ἀμφοτέροις ἡ προνο μία, μᾶλλον δὲ ἡ φροντὶς τῆς τῶν κοινῶν διορθώσεως, 1.32 <ὡς> ἐν τούτῳ τὸ ἴσον ἔχειν. εἰ δέ τινες ἡμᾶς γυμνοὺς τοῦ κατὰ τὴν ἱερωσύνην ἀξιώματος ἐφ' ἑαυτῶν βλέποιεν, τί τοῦ ἑτέρου πλέον ἔχει ὁ ἕτερος; γένος; παίδευσιν; ἐλευ θερίαν πρὸς τοὺς ἀρίστους τε καὶ εὐδοκιμωτάτους; γνῶ σιν; ταῦτα ἢ ἐν τῷ ἴσῳ καὶ παρ' ἡμῖν ἔστιν εὑρεῖν ἢ πάν 1.33 τως οὐκ ἐν ἐλάσσονι. ἀλλὰ πλοῦτον λέγει; μὴ γένοιτο εἰς ἀνάγκην ἐλθεῖν ταῦτα περὶ αὐτοῦ διηγήσασθαι. ἦ το σοῦτον ἀρκεῖ μόνον εἰπεῖν, ὅσος ἦν τὸ κατ' ἀρχὰς καὶ νῦν ὅσος ἐγένετο, καὶ καταλιπεῖν ἄλλοις ἀναζητῆσαι τῆς αὐξήσεως τοῦ πλούτου τὰς ἀφορμὰς τοῦ μέχρι τοῦ παρ όντος καθ' ἑκάστην μικροῦ δεῖν ἡμέραν διὰ τῶν καλῶν 1.34 ἐπιτηδευμάτων αὐξομένου τε καὶ τρεφομένου. τίς οὖν τῆς καθ' ἡμῶν ὕβρεως ἡ ἐξουσία, εἰ μήτε γένους ὑπεροχὴ μήτε ἀξιώματος περιφάνεια μήτε δύναμις ὑπερβάλλουσα 1.35 λόγων, μηδὲ ἔστιν εὐεργεσία τις προϋπάρξασα; ὁπότε καὶ εἰ ταῦτα ἦν, καὶ οὕτως ἂν ἦν τὸ κατὰ τὴν ὕβριν ἐπὶ τῶν ἐλευθέρων ἀσύγγνωστον· μηδενὸς δὲ τούτων ὄντος οὐκ οἶμαι καλῶς ἔχειν τὴν τοσαύτην τοῦ τύφου νόσον περιιδεῖν ἀθεράπευτον. θεραπεία δέ ἐστιν τὸ ἐπικλῖναι τὴν ὑπερη φανίαν καὶ διαστεῖλαι τὸν διάκενον ὄγκον, μικρὸν δια πνευσθέντος τοῦ κατὰ τὸν τῦφον φυσήματος· ὅπως δ' ἂν γένοιτο τοῦτο, θεῷ μελήσει.

2.τ Περὶ τῶν ἀπιόντων εἰς Ἱεροσόλυμα, Κηνσίτορι

2.1 Ἐπειδήπερ ἠρώτησας, ὦ φίλε, διὰ τοῦ γράμματος, πρέπειν ᾠήθην περὶ

πάντων σοι καθεξῆς ἀποκρίνασθαι. ἐγὼ τοὺς ἅπαξ ἀνατεθεικότας ἑαυτοὺς τῇ ὑψηλῇ πολιτείᾳ καλῶς ἔχειν φημὶ πρὸς τὰς τοῦ εὐαγγελίου διὰ παντὸς ἀποβλέπειν φωνάς, καὶ ὥσπερ οἱ τῷ κανόνι τὸ ὑποκείμενον ἀπευθύνοντες κατὰ τὴν ἐπὶ τοῦ κανόνος εὐθεῖαν τὰ σκολιὰ τοῦ ἐν χερσὶν εἰς εὐθύτητα μεταβάλλουσιν, οὕτως προσή κειν ἡγοῦμαι οἷόν τινα κανόνα ὀρθὸν καὶ ἀδιάστροφον, τὴν εὐαγγελικὴν λέγω δὴ πολιτείαν, τούτοις ἐπιβάλλοντας 2.2 κατ' ἐκείνην πρὸς τὸν θεὸν ἀπευθύνεσθαι. ἐπεὶ τοίνυν εἰσί τινες τῶν τὸν μονήρη καὶ ἰδιάζοντα βίον ἐπανῃρημέ νων, οἷς ἐν μέρει εὐσεβείας νενόμισται τὸ τοὺς ἐν Ἱεροσο λύμοις τόπους ἰδεῖν, ἐν οἷς τὰ σύμβολα τῆς διὰ σαρκὸς ἐπιδημίας τοῦ κυρίου ὁρᾶται, καλῶς ἂν ἔχοι πρὸς τὸν κανόνα βλέπειν, καὶ εἰ ταῦτα βούλεται ἡ παρὰ τῶν ἐντο λῶν χειραγωγία, ποιεῖν τὸ ἔργον ὡς πρόσταγμα κυρίου· εἰ δὲ ἔξω ἐστὶ τῶν ἐντολῶν τοῦ δεσπότου, οὐκ οἶδα τί θέλει [τί ἐστι] τὸ διατεταγμένον ποιεῖν, αὐτὸν ἑαυτῷ τοῦ 2.3 καλοῦ νόμον γινόμενον. ὅπου προσκαλεῖται πρὸς τὴν κλη ρονομίαν τῆς βασιλείας τῶν οὐρανῶν ὁ κύριος τοὺς εὐλο γημένους, τὸ ἀπελθεῖν εἰς Ἱεροσόλυμα ἐν τοῖς κατορθώ μασιν οὐκ ἀπηρίθμησεν· ὅπου τὸν μακαρισμὸν διαγγέλλει, τὴν τοιαύτην σπουδὴν οὐ περιέλαβεν. ὃ δὲ μήτε μακάριον ποιεῖ μήτε πρὸς τὴν βασιλείαν εὔθετον, ἀντὶ τίνος σπου 2.4 δάζεται, ὁ νοῦν ἔχων ἐπισκεψάσθω. καὶ εἰ μὲν ἐπωφελὲς ἦν τὸ γινόμενον, οὐκ ἦν οὐδὲ οὕτως καλὸν παρὰ τῶν τε λείων σπουδάζεσθαι· ἐπεὶ δὲ καταμανθάνομεν δι' ἀκρι βείας τὸ γινόμενον καὶ ψυχικὴν προστρίβεσθαι βλάβην τοῖς τὸν ἀκριβῆ βίον ἐνστησαμένοις, οὐκ ἔστι τῆς μακρᾶς σπου δῆς ἄξιον ἀλλὰ τῆς