1

 2

 3

 4

 5

 6

 7

 8

 9

4

{1Βίβλου Γενέσεως.}1 Φησὶν Ἰακὼβ πρὸς τὰς δύο γυναῖκας αὐτοῦ· Καὶ εἶπέ μοι ὁ ἄγγελος τοῦ Θεοῦ καθ' ὕπνους, Ἑώρακα ὅσα σοι Λάβαν ποιεῖ, καὶ τὰ ἑξῆς. Εἶτα, Ἐγώ εἰμι ὁ Θεὸς, ὁ ὀφθείς σοι ἐν τόπῳ Θεοῦ. Εἰ οὖν ἄγγε λος ἁπλῶς ἦν εἷς τῶν λειτουργικῶν δυνάμεων, πῶς ἑαυτὸν ἐκάλει Θεόν; ἢ πάντως ὁ Υἱὸς ἦν, ὅς ἐστιν ἄγγελος τοῦ Θεοῦ καὶ Πατρὸς, ὡς λόγος νοῦ· ἐξαγγελτικὸς γὰρ ὁ λόγος τοῦ νοῦ, ἔτι δὲ, καὶ ὡς μετὰ τὴν ἐνανθρώπησιν ἀναγγείλας ἡμῖν τὸ τῆς πατρότη τος ὄνομα. Ἐφανέρωσα γὰρ, φησὶ, τὸ ὄνομά σου τοῖς ἀνθρώποις, καὶ ὡς τῆς μεγάλης βουλῆς ἄγγελος. Οὕτω γὰρ αὐτὸν προσηγόρευσεν Ἠσαΐας· προσέτι, καὶ θαυμαστὸν σύμβουλον, καὶ Θεὸν ἰσχυρὸν ἐξουσιαστὴν κατονομάσας αὐτόν. Τίς γὰρ Θεοῦ σύμβουλος, εἰ μὴ ὁ ὁμοούσιος, καὶ αὐτοδύναμος, καὶ ἰσότιμος Υἱός; βουλὴ δὲ τοῦ Πατρὸς, ἡ διὰ τῶν ἀν θρώπων. Ἡ βουλὴ δὲ τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, αὐτοθελὲς αἰνίττεται. Ὅτι δὲ ὁ Υἱὸς οὗτος καὶ Θεὸς ἐνηνθρώπησε, φησὶν ὁ αὐτός· Ὅτι παιδίον ἐγεννήθη ἡμῖν, Υἱὸς καὶ ἐδόθη ἡμῖν. ∆ι' ἡμᾶς γὰρ ἐγεννήθη παιδίον ὁ Υἱὸς, καὶ συνανεστράφη ἡμῖν. Περὶ γὰρ τοῦ κυρίως Υἱοῦ ταῦτα προεφήτευσε, καὶ οὐ περὶ ἀπλῶς υἱοῦ, καὶ ὡς παράδοξον ἔργον. Τί δὲ παράδοξον ἁπλῶς υἱὸν γεννηθῆναι παιδίον; διὸ καὶ τὰ ἑξῆς ἀριδηλότατα προσέθηκεν εἰς ἔμφασιν τῆς 130.268 αὐτοῦ θεότητος, καὶ διαστολὴν τῆς ἁπλῶς υἱό τητος.

{1Ἱερεμίου.}1 Οὗτος ὁ Θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν. Εἶτα ἐπήγαγε, Μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη. Καὶ πά λιν ἐν ἑτέρῳ λόγῳ· Ἰδοὺ ὁ Θεὸς ἡμῶν αὐτὸς ἥξει καὶ σώσει ἡμᾶς. ∆ιδοὺς δὲ καὶ σημεῖον τῆς ἐνσάρ κου παρουσίας αὐτοῦ προσέθηκε, Τότε ἀνοιχθήσον ται ὀφθαλμοὶ τυφλῶν, καὶ ὦτα κωφῶν ἀκούσον ται. Τότε ἁλεῖται ὡς ἔλαφος ὁ χωλὸς, καὶ τρανὴ ἔσται γλῶσσα μογιλάλου· ἅπερ ἅπαντα γεγονότα μαρτύριον ἀψευδὲς τῆς ἐνανθρωπήσεως αὐτοῦ. Ὁ αὐ τὸς δὲ καὶ αὖθις εἴρηκεν· Οὐ πρέσβις, οὐκ ἄγγελος, ἀλλ' αὐτὸς ὁ Κύριος ἔσωσεν αὐτούς. Πρέσβις γὰρ ὁ μεσίτης, οἷος ἦν ὁ Μωϋσῆς, καὶ εἴ τις κατ' ἐκεῖνον· καί τοι καὶ διὰ μεσίτου, καὶ δι' ἀγγέλου πολλοὶ πολλάκις ἐσώθησαν, ὡς οἱ διὰ Μωσέως δημαγωγού μενοι, καὶ διὰ Ἰησοῦ τοῦ Ναυῆ, καὶ τῶν τοιούτων. Καὶ αὖθις, οἱ περὶ τὸν Ἐζεκίαν, ἐφ' οὗ τὰς ρπεʹ χιλιάδας τῶν Ἀσσυρίων ὁ ἄγγελος ἀνεῖλε μιᾷ νυκτί. Πρόδηλον οὖν, ὅτι φανερὰν ἐπιδημίαν Θεοῦ τὰ ῥή ματα μηνύουσι.

{1Ἡσαΐου.}1 ∆ώσει Κύριος αὐτὸς ἡμῖν σημεῖον. Ἰδοὺ ἡ Παρ θένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱόν. Πᾶσα μὲν ἐν γαστρὶ ἔχουσα, οὐκ ἔστι παρθένος. Αὕτη δὲ ἐν γαστρὶ ἔχουσα, παρθένος ἦν. ∆ιὸ καὶ ὡς παράδο ξον εἰς σημεῖον δέδοται. {1Τοῦ αὐτοῦ.}1 Πρὶν ἢ γνῶναι τὸ παιδίον ἀγαθὸν ἢ κακὸν, ἀπει θεῖ πονηρίᾳ τοῦ ἐκλέξασθαι τὸ ἀγαθόν. Ποίῳ δὲ παιδὶ ταῦτα προσαρμόσεις; Μόνος γὰρ ὁ Χριστὸς ἁμαρτίαν, φησὶν, οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ, τουτέστιν οὔτε λόγῳ, οὔτε ἔργῳ ἡμάρτηκε. Τῶν ἄλλων δὲ πάντων οὐδεὶς, φησὶ, καθαρὸς ἀπὸ ῥύπου.

{1Μιχαίου.}1 Καὶ σὺ, Βηθλεὲμ γῆ Ἰούδα, οὐδαμῶς ἐλαχίστη εἶ ἐν τοῖς ἡγεμόσιν Ἰούδα. Ἐκ σοῦ γάρ μοι ἐξε-λεύσεται ἡγούμενος, ὅστις ποιμανεῖ τὸν λαόν μου τὸν Ἰσραήλ. Ἵνα δὲ διδάξῃ, ὅτι οὐκ ἔστιν ἄνθρωπος ψιλὸς οὗτος, ἀλλ' ἡνωμένος Θεῷ, προσέθηκεν, Αἱ ἔξοδοι αὐτοῦ ἀπ' ἀρχῆς ἀφ' ἡμερῶν αἰῶνος· αἱ κατὰ τὴν θεότητα, φησὶν, ἐνέργειαι αὐτοῦ, ἢ ἡ γέν νησις αὐτοῦ ἀπ' ἀρχῆς ἐκ διαστημάτων αἰῶνος, ἤγουν αἰώνιοι. Ὁ δὲ Ζοροβάβελ ἐν Βαβυλῶνι γεγέν νηται. Ὁρᾷς ἀκριβολογίαν μέχρι καὶ τοῦ τόπου, οὗ ὁ Χριστὸς γεγέννηται;

{1∆ανιήλ.}1 Ἐθεώρουν ἐν ὁράματι τῆς νυκτὸς, καὶ ἰδοὺ μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ, ὡσεὶ υἱὸς ἀνθρώπου ἐρχόμενος ἦν. Καὶ ἕως τοῦ Παλαιοῦ τῶν ἡμερῶν 130.269 ἔφθασε, καὶ ἐνώπιον αὐτοῦ προσηνέχθη, καὶ αὑτῷ ἐδόθη ἡ ἀρχὴ, καὶ ἡ τιμὴ, καὶ ἡ βασιλεία, καὶ πάντες οἱ λαοὶ, φυλαὶ, γλῶσσαι αὐτῷ δουλεύου σιν. Ἡ ἐξουσία αὐτοῦ ἐξουσία αἰώνιος, ἥτις οὐ παρελεύσεται. Καὶ ἡ βασιλεία αὐτοῦ οὐ διαφθαρή