4
Κύριος.» Αὐτὸς δὲ κατὰ τὸ πατρικὸν ἀξίωμα, ἔλεγε τῷ λεπρῷ, «Θέλω, καθαρίσθητι.» Τοῖς τεθνεῶσι, «Νεανίσκε, σοὶ λέγω, ἐγέρθητι·» καὶ, «Λάζαρε, δεῦρο ἔξω.» Τῇ θαλάσσῃ ἐπιτιμᾷ, καὶ τοῖς πνεύμασιν ἐν ἐξουσίᾳ, λέγων, «Σιώπα, πεφίμωσο.» Τί δὲ τὸ, «Προφήτην ὥσπερ σέ;» Ἀντιπαραθέντες τὰ Μωσέως τοῖς Χριστοῦ εὑρήσομεν ἐπὶ σχολῆς, καὶ αὐτὸ δὲ τὸ εἰρημένον ὑπὸ Μωσέως ἐν τῷ νόμῳ, ὅτι οὐκ ἔστιν ἐπ' αὐτῶν προσθεῖναι, καὶ οὐκ ἔστιν ἀπ' αὐτῶν ἀφελεῖν. Εἶτα καὶ εἰπὼν, «Αὐτοῦ ἀκούσεσθε κατὰ πάντα, ὅσα ἂν λαλήσῃ πρὸς ὑμᾶς,» σημαίνει τὸ ὑπέροχον τοῦ προφητευομένου. Ἡσαΐας, «Ἰδοὺ ὁ Θεὸς ἡμῶν· ἰδοὺ Κύριος μετὰ ἰσχύος ἔρχεται, καὶ ὁ βραχίων μετὰ κυρίας.» ∆αβὶδ, «Ὤμοσε Κύριος τῷ ∆αβὶδ ἀλήθειαν, καὶ οὐ μὴ ἀθε τήσει αὐτήν· Ἐκ καρποῦ τῆς κοιλίας σου θήσο μαι ἐπὶ τοῦ θρόνου σου.» Καὶ πάλιν, «∆ιεθέμην διαθήκην τοῖς ἐκλεκτοῖς μου. Ὤμοσα ∆αβὶδ τῷ δούλῳ μου· Ἕως τοῦ αἰῶνος ἑτοιμάσω τὸ σπέρμα σου, καὶ οἰκοδομήσω εἰς γενεὰν καὶ γενεὰν τὸν θρόνον σου.» Ἐν τοῖς Παραλειπομένοις· «Καὶ ἔσται ὅταν πληρω θῶσιν αἱ ἡμέραι σου, καὶ κοιμηθήσῃ μετὰ τῶν πα τέρων σου. Καὶ ἀναστήσω τὸ σπέρμα σου μετὰ σὲ, ὃ ἔσται ἐκ τῆς κοιλίας σου, καὶ ἑτοιμάσω τὴν βασιλείαν αὐτοῦ. Αὐτὸς οἰκοδομήσει μοι οἶκον· καὶ 46.205 ἀνορθώσω τὴν βασιλείαν αὐτοῦ εἰς τὸν αἰῶνα. Ἐγὼ ἔσομαι αὐτῷ εἰς Πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς Υἱὸν, καὶ τὸ ἔλεός μου οὐκ ἀποστήσω ἀπ' αὐτοῦ, καθὼς ἀπέστησα ἀπὸ τῶν ἔμπροσθέν σου. Καὶ πιστώσω αὐτὸν ἐν οἴκῳ μου· καὶ ἡ βασιλεία αὐτοῦ ἕως αἰῶνος· καὶ ὁ θρόνος αὐτοῦ ἔσται ἀνωρθωμένος ἕως αἰῶνος.» Σολομὼν, «Καὶ νῦν, Κύριε ὁ Θεὸς Ἰσραὴλ, πιστωθήτω δὴ τὸ ῥῆμά σου τῷ ∆αβὶδ τῷ Πατρί μου· εἰ ἀληθῶς κατοικήσει ὁ Θεὸς μετὰ ἀνθρώπων ἐπὶ τῆς γῆς.» Ἱερεμίας, «Καὶ ἄνθρωπός ἐστι, καὶ τίς γνώσεται αὐτόν;» Ἀμώς· «Ἐπικαλεῖστο τὸν Θεόν σου· ἑτοιμάζου, Ἱερουσαλὴμ, ὅτι ἐγὼ στερεῶν βροντὴν, καὶ κτίζων πνεῦμα, καὶ ἀποστέλλων εἰς ἀνθρώπους τὸν Χριστόν μου, ποιῶν ὄρθρον, καὶ ὁμίχλην, καὶ ἐπιβαίνων ἐπὶ τὰ ὑψηλὰ τῆς γῆς.» Μιχαίας, «Ἀκούσατε, λαοὶ πάντες, λόγον, καὶ προσεχέτω ἡ γῆ, καὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ· καὶ ἔσται Κύριος ἐν ἡμῖν εἰς μαρτύριον, Κύριος ἐκ ναοῦ ἁγίου αὐτοῦ, διότι ἰδοὺ Κύριος ἐκπορεύεται ἐκ τοῦ τόπου αὐτοῦ, καταβήσεται ἐπὶ τὰ ὑψηλὰ τῆς γῆς.» Ὁ Ἰακὼβ ἐν ταῖς ἐντολαῖς, «Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως οὗ ἔλθῃ ᾧ ἀπόκειται. Καὶ αὐτὸς προσδοκία ἐθνῶν.» Βαλαὰμ, «Ἀνατελεῖ ἄστρον ἐξ Ἰακὼβ, καὶ ἄνθρωπος ἐξ Ἰσραὴλ, καὶ θραύσει τοὺς ἀρχηγοὺς Μωὰβ, καὶ προνομεύσει τοὺς υἱοὺς Σήθ· καὶ ἔσται Ἐδὼμ κληρονομία ἐθνῶν. «∆αβὶδ δὲ τούτων οὐ περιεγένετο. Εἰ δὲ περὶ τῶν ἐξ αὐτοῦ ἔδει εἰπεῖν, Ἀνατελοῦσιν ἄστρα ἐξ Ἰακὼβ, καὶ ἡγούμενοι ἐξ Ἰσραήλ. Ἡσαΐας»Ἰδοὺ ὁ δεσπότης Κύριος Σαβαὼθ συνταράξει τοὺς ἐνδόξους μετὰ ἰσχύος, καὶ οἱ ὑψηλοὶ τῇ ὕβρει συν τριβήσονται, καὶ ταπεινωθήσονται οἱ ὑψηλοὶ, καὶ πεσοῦνται μαχαίρᾳ. Ὁ δὲ Λίβανος σὺν τοῖς ὑψηλοῖς πε σεῖται. Καὶ ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαὶ, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται, καὶ ἀναπαύσεται ἐπ' αὐτὸν πνεῦμα Θεοῦ, πνεῦμα σοφίας καὶ συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχύος, πνεῦμα γνώσεως καὶ εὐσεβείας· ἐμπλήσει αὐτὸν πνεῦμα φόβου Θεοῦ. Οὐ κατὰ τὴν δόξαν κρινεῖ, οὐδὲ κατὰ τὴν λαλιὰν ἐλέγξει· ἀλλὰ κρινεῖ ταπεινῷ κρίσιν, καὶ ἐλέγξει τοὺς ἐν 46.208 δόξους τῆς γῆς, καὶ πατάξει τὴν γῆν τῷ λόγῳ τοῦ στόματος αὐτοῦ, καὶ ἐν Πνεύματι διὰ χειλέων ἀνελεῖ ἀσεβῆ· καὶ ἔσται δικαιοσύνῃ ἐζωσμένος τὴν ὀσφὺν αὐτοῦ, καὶ ἀλήθειαν ἠλειμμένος τὰς πλευρὰς αὐτοῦ.» Καὶ μετ' ὀλίγα· «Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἡ ῥίζα τοῦ Ἰεσσαὶ, καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν· ἐπ' αὐτῷ ἔθνη ἐλπιοῦσι, καὶ ἔσται ἡ ἀνάπαυ σις αὐτοῦ τιμή.» ∆αβὶδ, «Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· ῥάβδος εὐθύτητος, ἡ ῥάβδος τῆς βασιλείας σου. Ἠγάπησας δικαιοσύνην καὶ ἐμί σησας ἀνομίαν, διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου, ἔλαιον ἀγαλλιάσεως περὶ τοὺς μετόχους σου.» Ὁρᾷς ὅτι ὁ Θεὸς χρίεται παρὰ τοῦ Θεοῦ· ἐνανθρω πίσας γὰρ γέγονεν «ἀρχιερεὺς, καὶ ἀπόστολος τῆς ὁμολογίας ἡμῶν.» Καὶ