1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

4

καταλ 47.398 λαγῆς πεποίηται σπουδὴν, ὡς ἀνέχεσθαι τὴν αὐτοῦ θυσίαν μένειν ἀτέλεστον, καὶ τὴν ὑπηρεσίαν ἐγκόπτεσθαι ὑπὲρ τοῦ τὴν πρὸς ἀλλήλους ἀπέχθειαν καταλῦσαι καὶ τὴν ὀργήν· ἡμεῖς δὲ οὕτω τοῦ πράγματος ἀλογοῦμεν, ὡς καὶ ἡμέρας πολλὰς τὴν ἔχθραν διατηρεῖν κατὰ τῆς ἑαυτῶν κεφαλῆς. Οὐδὲ γὰρ τοὺς μνησικακοῦντας κολάζει μόνον ὁ Χριστὸς, ἀλλὰ καὶ τοὺς τούτου μὲν ἀπηλλαγμένους τοῦ πάθους, πεπληγμένων δὲ καταφρονοῦντας τῶν ἀδελφῶν. Ἐπειδὴ γὰρ τῶν ἠδικημένων ἐστὶ τὸ μνησικακεῖν, ὁ δὲ ἀδικῶν οὐκ ἂν ῥᾳδίως ληφθείη τούτῳ τῷ πάθει, τούτου χάριν τοῦτον ἤγαγε πρὸς ἐκεῖνον, δεικνὺς ὅτι τῆς τιμωρίας τῆς ἐκείνου μᾶλλον ὑπεύθυνός ἐστιν ὁ καὶ τὴν ῥίζαν τῷ ἁμαρτήματι παρασχών. Ἀλλ' ἡμεῖς οὐδὲ οὕτω παιδευόμεθα, ἀλλὰ λυποῦμεν καὶ ὑπὲρ τῶν τυχόντων τοὺς ἀδελφούς· εἶτα ὥσπερ οὐδενὸς γενομένου δεινοῦ, οὕτως ἀμελοῦμεν καὶ ἐπιλανθανόμεθα τῶν λυπηθέντων παρ' ἡμῶν, καὶ τὴν ἔχθραν εἰς μακρὸν ἐκτεινομένην χρόνου μῆκος περιορῶμεν, οὐκ εἰδότες ὅτι τοσούτῳ μείζονα τίσομεν κόλασιν, ὅσῳ πλείονας ἂν ἀφῶμεν ἐπεισελθεῖν ἡμέρας τῇ λύπῃ, τούτῳ τε αὐτῷ, καὶ τῷ δυσκολωτέραν ἡμῖν γενέσθαι λοιπὸν τὴν καταλλαγήν. Ὥσπερ γὰρ, φιλίας συνεχούσης ἡμᾶς, οὐδὲν εὐκόλως τῶν διαιρούντων ἰσχῦσαι καὶ πιστευθῆναι δυνήσεται· οὕτως, ἔχθρας προκαταλαβούσης ἡμῶν τὰς ψυχὰς, πάντα εὔκολα καὶ ῥᾷστα τοῖς βουλομένοις ἡμῖν συγκρούειν ἐπιπλεῖόν ἐστι, τῶν μὲν χρηστῶν ἀπιστουμένων, πιστευομένων δὲ μόνων τῶν πονηρῶν. ∆ιὰ ταῦτα κελεύει τὸ δῶρον ἀφέντας ἐπὶ τοῦ θυσιαστηρίου, πρῶτον διαλλαγῆναι τῷ ἀδελφῷ, ἵνα μάθωμεν, ὅτι εἰ ἐν ἐκείνῳ τῷ καιρῷ ἀναβάλλεσθαι τὴν καταλλαγὴν ταύτην οὐ χρὴ, πολλῷ μᾶλλον ἐν ἑτέροις. Ἡμεῖς δὲ τὰ μὲν σύμβολα τῶν πραγμάτων κατέχομεν, τῆς δὲ ἀληθείας αὐτῆς ἐκπεπτώκαμεν, ἀσπαζόμενοι μὲν ἀλλήλους μέλλοντος τοῦ δώρου προσφέρεσθαι, χείλεσι δὲ ὡς ἐπὶ τὸ πολὺ καὶ στόματι τοῦτο ποιοῦντες μόνον. Ὁ δὲ Κύριος οὐ τοῦτο βούλεται, ἀλλὰ τὸ ἀπὸ τῆς ψυχῆς φίλημα, καὶ τὸν ἀπὸ τῆς καρδίας ἀσπασμὸν διδόναι τῷ πλησίον ἡμᾶς. Τοῦτο γάρ ἐστιν ἀσπάσασθαι ἀληθῶς, ἐκεῖνο δὲ σκηνή τις καὶ ὑπόκρισις, καὶ παροξύνειε μᾶλλον ἂν τὸν Θεὸν ἢ καταλλάξειεν ὁ οὕτω φιλῶν. Τὴν γὰρ εἰλικρινῆ καὶ ἐῤῥιζωμένην φιλίαν ἐπιζητεῖ παρ' ἡμῶν, οὐ ταύτην, ἧς τὸ μὲν σχῆμα πολὺ καὶ τὴν μόρφωσιν περιφέρομεν, τὴν δὲ δύναμιν πᾶσαν ἐσβέσαμεν, ὅπερ καὶ αὐτὸ τεκμήριον τῶν κατεχουσῶν ἡμᾶς ἀνομιῶν ἐστι. ∆ιὰ γὰρ τὸ πληθυνθῆναι τὴν ἀνομίαν, φησὶ, ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν. Καὶ ταῦτα πράττομεν ἄνθρωποι, μήτε ὀργίζεσθαι, μήτε ἐχθροὺς ἔχειν κελευσθέντες τινὰς, εἰ δέ ποτε καὶ σχοίημεν, ἐφ' ἡμέρας μόνον· Ὁ ἥλιος γὰρ, φησὶ, μὴ ἐπιδυέτω ἐπὶ τῷ παροργισμῷ ὑμῶν Καὶ οὐδὲ μέχρι τούτου ἱστάμεθα, ἀλλὰ καὶ ἐπιβουλὰς κατ' ἀλλήλων ῥάπτομεν, καὶ δι' ὧν λέγομεν καὶ δι' ὧν πράττομεν δάκνοντες τὰ οἰκεῖα μέλη καὶ κατεσθίοντες· ὅπερ λαμπρᾶς μανίας ἐστί. Καὶ γὰρ τοὺς ἀνιάτως δαιμονῶντας καὶ μαινομένους ἀπὸ τούτου μάλιστα δοκιμάζομεν. Τί δὲ ὁ περὶ τοῦ ἀντιδίκου νόμος, καὶ ὁ περὶ τῆς ἐπιθυμίας τῆς ἀτόπου, καὶ τῶν ἀκολάστων ὀφθαλμῶν, καὶ τῆς ἀλόγου φιλίας καὶ ἐπιβλαβοῦς; Ὁ γὰρ δεξιὸς ὀφθαλμὸς, καὶ ἡ δεξιὰ χεὶρ, οὐδὲν ἡμῖν ἕτερον αἰνίττεται, ἢ τοὺς ἐπὶ βλάβῃ φιλοῦντας ἡμᾶς· καὶ ὁ περὶ τῶν ἀπολελυμένων δὲ γυναικῶν ὑπὸ τίνος οὐ κατελύθη καὶ κατεπατήθη πολλάκις;

47.399 δʹ. Τοὺς γὰρ περὶ τοῦ μὴ δεῖν ὀμνύναι κειμένους καὶ αἰσχύνομαι λέγειν, οὐ διὰ τὰς ὁρκωμοσίας μόνον, ἀλλὰ καὶ διὰ τὰς ἐπιορκίας τὰς συνεχεῖς. Εἰ γὰρ καὶ τὸ ὀμνύναι, κἂν εὐορκῇ τις, ἔγκλημα καὶ ἐντολῆς παράβασις, ποῦ τὴν ἐπιορκίαν θήσομεν; Εἰ γὰρ τὸ περισσὸν τοῦ ναὶ καὶ τοῦ οὒ ἐκ τοῦ Πονηροῦ, τὸ καὶ τούτου περισσότερον τίνος ἔσται λοιπόν; Εἶτα πάλιν φησίν· Ἐάν τίς σε ῥαπίσῃ εἰς τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην· καὶ τῷ θέλοντί σοι κριθῆναι, καὶ τὸν χιτῶνά σου λαβεῖν, ἄφες αὐτῷ καὶ τὸ ἱμάτιον· καὶ ἐάν τίς σε ἀγγαρεύσῃ μίλιον