4
παρεστάναι δουλικῆς καὶ ὑποτεταγμένης, ἄκουσον τί φησιν ὁ ∆ανιήλ· Ἐθεώρουν ἕως οὗ θρόνοι ἐτέθησαν, καὶ ὁ Παλαιὸς τῶν ἡμερῶν ἐκάθητο. Μύριαι μυριάδες ἐλειτούργουν αὐτῷ, καὶ χίλιαι χιλιάδες παρειστήκεισαν αὐτῷ. Καὶ πάλιν ὁ Ἡσαΐας· Εἶδον τὸν Κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου, καὶ τὰ σεραφὶμ εἱστήκεισαν κύκλῳ αὐτοῦ. Καὶ ὁ Μιχαίας δὲ, Εἶδον τὸν Κύριον τὸν Θεὸν τοῦ Ἰσραὴλ καθήμενον ἐπὶ θρόνου αὐτοῦ, καὶ πᾶσα ἡ στρατιὰ τοῦ οὐρανοῦ εἱστήκει ἐκ δεξιῶν αὐτοῦ καὶ ἐξ ἀριστερῶν αὐτοῦ. Ὁρᾷς πανταχοῦ τὰς μὲν ἄνω δυνάμεις παρεστηκυίας, αὐτὸν δὲ καθήμενον. Ὅταν οὖν ἴδῃς καὶ τὸν Υἱὸν τὴν ἐκ δεξιῶν ἔχοντα καθέδραν, μὴ τῆς λειτουργικῆς καὶ ὑπουργικῆς αὐτὸν εἶναι νομίσῃς ἀξίας, ἀλλὰ τῆς δεσποτικῆς καὶ αὐθεντίαν ἐχούσης. ∆ιὰ τοῦτο καὶ Παῦλος ἀμφότερα ταῦτα εἰδὼς, ὅτι τὸ μὲν παρεστάναι λειτουργούντων ἐστὶ, τὸ δὲ καθῆσθαι τῶν ἐπιταττόντων καὶ προσταττόντων, ὅρα πῶς ἀμφότερα ταῦτα διαιρεῖ λέγων οὕτω· Πρὸς μὲν τοὺς ἀγγέλους αὐτοῦ φησιν· Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα· πρὸς δὲ τὸν Υἱόν· Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· διὰ τοῦ θρόνου τὴν βασιλικὴν ἡμῖν ἐξουσίαν δηλῶν. Ἐπεὶ οὖν διὰ πάντων ὁ λόγος ἡμῖν τούτων ἀπέδειξεν οὐχὶ λειτουργικῆς ὄντα ἀξίας τὸν Υἱὸν, ἀλλὰ τῆς δεσποτικῆς, ὡς ∆εσπότην, αὐτὸν προσκυνῶμεν καὶ ὁμότιμον τῷ Πατρί· οὕτω γὰρ καὶ αὐτὸς ἐκέλευσεν εἰπὼν, Ἵνα πάντες τιμῶσι τὸν Υἱὸν, καθὼς τιμῶσι τὸν Πατέρα· καὶ τὴν διὰ τῆς πολιτείας καὶ τῶν ἔργων ἀκρίβειαν τῇ τῶν δογμάτων ὀρθότητι συνάπτωμεν, ἵνα μὴ ἐξ ἡμισείας ἡμῖν τὰ τῆς σωτηρίας ᾖ. Πολιτείας δὲ ἀκρίβειαν καὶ βίου καθαρότητα οὐδὲν οὕτω δύναται κατορθοῦν, ὡς ἡ συνεχὴς ἐνταῦθα διατριβὴ καὶ ἡ μετὰ προθυμίας ἀκρόασις. Ὅπερ γάρ ἐστιν ἐπὶ τοῦ σώματος ἡ τροφὴ, τοῦτο ἐπὶ τῆς ψυχῆς ἡ τῶν θείων λογίων διδασκαλία. Οὐ γὰρ ἐπ' ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, φησὶν, ἀλλ' ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος Θεοῦ. ∆ιὰ τοῦτο καὶ λιμὸν οἶδεν ἐργάζεσθαι τὸ μὴ μετέχειν τοιαύτης τραπέζης. Ἄκουσον γοῦν τοῦ Θεοῦ τοῦτο ἀπειλοῦντος, καὶ ἐν τάξει κολάσεως καὶ τιμωρίας ἐπανατεινομένου· ∆ώσω γὰρ αὐτοῖς, φησὶν, οὐ λιμὸν ἄρτου, οὐδὲ δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον Κυρίου. Πῶς οὖν οὐκ ἄτοπον ὑπὲρ μὲν τοῦ τὸν σωματικὸν λιμὸν ἀποκρούσασθαι πάντα ποιεῖν καὶ πραγματεύεσθαι, τὸν δὲ τῆς ψυχῆς ἑκόντας ἐπισπᾶσθαι, καίτοι πολλῷ χαλεπώτερον ὄντα, ὅσῳ καὶ περὶ μειζόνων ἡ ζημία; Μὴ, δέομαι καὶ ἀντιβολῶ, μὴ κακῶς οὕτω περὶ ἑαυτῶν βουλευσώμεθα, ἀλλὰ πάσης ἀσχολίας καὶ φροντίδος ἡ ἐνταῦθα 48.801 προτιμάσθω διατριβή. Τί γὰρ τοσοῦτον κερδαίνεις, εἰπέ μοι, τῆς συνάξεως ἀπολιμπανόμενος, ὅσον ζημιοῖς καὶ σαυτὸν καὶ τὴν οἰκίαν πᾶσαν; Κἂν γὰρ θησαυρὸν εὕρῃς ὁλόκληρον χρυσίου γέμοντα, καὶ διὰ τοῦτον ἀπολειφθῇς, μείζονα ἐζημιώθης, καὶ τοσούτῳ μείζονα, ὅσῳ τῶν αἰσθητῶν τὰ πνευματικὰ ἀμείνω. Ἐκεῖνα μὲν γὰρ κἂν πολλὰ ᾖ, κἂν πάντοθεν ἐπιῤῥέῃ, ἀλλ' οὐ συναποδημεῖ πρὸς τὴν ἐκεῖ ζωὴν, οὐδὲ συμμεθίσταται ἡμῖν πρὸς τὸν οὐρανὸν, οὐδὲ ἐπὶ τοῦ βήματος παρίσταται τοῦ φοβεροῦ, ἀλλὰ πολλάκις καὶ πρὸ τῆς τελευτῆς ἡμᾶς καταλιπόντα οἴχεται· εἰ δὲ καὶ παραμείνειεν μέχρι τέλους, ἀλλ' ὑπὸ τῆς τελευτῆς διακόπτεται πάντως. Ὁ δὲ πνευματικὸς θησαυρὸς ἀναφαίρετόν ἐστι κτῆμα, καὶ πανταχοῦ βαδίζουσιν ἡμῖν καὶ ἀποδημοῦσιν ἕπεται, καὶ πολλὴν ἐπὶ τοῦ βήματος ἐκείνου δίδωσιν ἡμῖν τὴν παῤῥησίαν.
δʹ. Εἰ δὲ ἀπὸ τῶν ἄλλων συνάξεων τοσοῦτον τὸ κέρδος, ἀπὸ τῶν ἐνταῦθα συνάξεων διπλοῦν τοῦτο γίνεται. Οὐ γὰρ δὴ τοῦτο καρπούμεθα μόνον, ὅτι τὴν ψυχὴν τοῖς θείοις λόγοις ἄρδομεν, ἀλλ' ὅτι πολλὴν μὲν τῶν ἐχθρῶν κατασκεδάννυμεν τὴν αἰσχύνην, πολλὴν δὲ τοῖς ἀδελφοῖς τοῖς ἡμετέροις παρέχομεν τὴν παράκλησιν, Τοῦτο γὰρ τῆς παρατάξεως τὸ κέρδος ἐστὶ, τὸ σπεύδειν ἐπὶ τὸ πονοῦν τοῦ πολέμου μέρος, τὸ κινδύνου γέμον. ∆ιόπερ ἅπαντας ἐνταῦθα συντρέχειν δεῖ, καὶ τοὺς πολεμίους ἐπιόντας ἀποκρούεσθαι. Οὐ δύνασαι κατατεῖναι λόγον