1

 2

 3

 4

 5

 6

 7

4

ἔλεγε· Πλῦνον τὰ ἱμάτιά σου, καὶ λοῦσον τὸ σῶμά σου, καὶ ἔσῃ καθαρός· ἀλλὰ τί; Ποιήσατε καρπὸν ἄξιον τῆς μετανοίας. Καὶ κατὰ τοῦτο ὑψηλότερον ἦν τοῦ Ἰουδαϊκοῦ, τοῦ δὲ ἡμετέρου ταπεινότερον· ἐπειδὴ μήτε Πνεῦμα ἅγιον ἐδίδου τὸ βάπτισμα Ἰωάννου, μήτε τὴν διὰ τῆς χάριτος παρεῖχε συγχώρησιν· μετανοεῖν γὰρ ἐκέλευεν, οὐκ ἀφιέναι κύριος ἦν. ∆ιόπερ καὶ ἔλεγεν· Ἐγὼ μὲν ὑμᾶς βαπτίζω ἐν ὕδατι, ἐκεῖνος δὲ ὑμᾶς βαπτίσει ἐν Πνεύματι ἁγίῳ καὶ πυρί. ∆ηλονότι αὐτὸς οὐκ ἐβάπτιζε Πνεύματι. Τί δέ ἐστιν, Ἐν Πνεύματι ἁγίῳ καὶ πυρί; Ἀναμνήσθητί μοι τῆς ἡμέρας ἐκείνης, καθ' ἣν ὤφθησαν τοῖς ἀποστόλοις διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρὸς, καὶ ἐκάθισεν ἐφ' ἕνα ἕκαστον αὐτῶν. Καὶ ὅτι τὸ βάπτισμα Ἰωάννου ἀτελὲς ἦν, οὔτε Πνεύματος χορηγίαν ἔχον, οὔτε ἁμαρτημάτων ἄφεσιν, δῆλον ἐκεῖθεν· Εὑρὼν γάρ τινας μαθητὰς ὁ Παῦλός φησι πρὸς αὐτοὺς, Εἰ Πνεῦμα ἅγιον ἐλάβετε πιστεύσαντες; Οἱ δὲ εἶπον πρὸς αὐτόν· Ἀλλ' οὐδὲ εἰ Πνεῦμα ἅγιόν ἐστιν ἠκούσαμεν. Εἶπέ τε πρὸς αὐτούς· Εἰς τί οὖν ἐβαπτίσθητε; Οἱ δὲ εἶπον· Εἰς τὸ Ἰωάννου βάπτισμα. Εἶπε δὲ Παῦλος· Ἰωάννης μὲν ἐβάπτισε βάπτισμα μετανοίας· μετανοίας, οὐκ ἀφέσεως. Καὶ τίνος ἕνεκεν ἐβάπτισεν; Τῷ λαῷ λέγων· Εἰς τὸν ἐρχόμενον μετ' αὐτὸν ἵνα πιστεύσωσι, τοῦτ' ἔστιν, εἰς τὸν Κύριον Ἰησοῦν. Καὶ ἀκούσαντες ἐβαπτίσθησαν εἰς τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ. Καὶ ἐπιθέντος αὐτοῖς τοῦ Παύλου τὰς χεῖρας, ἦλθε τὸ Πνεῦμα τὸ ἅγιον ἐπ' αὐτούς. Εἶδες πῶς ἀτελὲς ἦν τὸ Ἰωάννου βάπτισμα; Εἰ γὰρ μὴ ἦν ἀτελὲς, οὐκ ἂν αὐτοὺς πάλιν ἐβάπτισεν ὁ Παῦλος, οὐκ ἂν αὐτοῖς τὰς χεῖρας ἐπέθηκε· νυνὶ δὲ ἀμφότερα ταῦτα ποιήσας, ἐδήλωσε τὴν ὑπεροχὴν τοῦ βαπτίσματος τοῦ ἀποστολικοῦ, καὶ ὅτι ἐκεῖνο τούτου πολὺ κατώτερον ἦν. Ἀλλὰ τὴν μὲν τῶν βαπτισμάτων διαφορὰν ἐκ τούτων ἐμάθομεν· τίνος δὲ ἕνεκεν ὁ Χριστὸς βαπτίζεται, καὶ ποῖον βάπτισμα, λοιπὸν ἀναγκαῖον εἰπεῖν. Οὔτε τὸ Ἰουδαϊκὸν τὸ πρότερον, οὔτε τὸ ἡμέτερον τὸ μετὰ ταῦτα· οὔτε γὰρ ἁμαρτημάτων συγχωρήσεως ἐδεῖτο· πῶς γὰρ ὁ μηδεμίαν ἁμαρτίαν ἔχων; Ἁμαρτίαν γὰρ, φησὶν, οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ· καὶ πάλιν, Τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας; Οὔτε Πνεύματος ἄμοιρος ἦν ἐκείνη ἡ σάρξ· πῶς γὰρ ἂν ἡ ἐκ Πνεύματος ἁγίου κατασκευασθεῖσα τὴν ἀρχήν; Εἰ τοίνυν μήτε Πνεύματος ἁγίου ἄμοιρος ἦν ἡ σὰρξ ἐκείνη, μήτε ἁμαρτήμασιν ὑπεύθυνος, τίνος ἕνεκεν ἐβαπτίζετο; Ἀλλὰ πρότερον ἀναγκαῖον μαθεῖν ποῖον ἐβαπτίσατο βάπτισμα, καὶ τότε καὶ τοῦτο σαφέστερον ἡμῖν γενήσεται. Ποῖον οὖν ἐβαπτίσατο; Οὔτε τὸ Ἰουδαϊκὸν, οὔτε τὸ ἡμέτερον, ἀλλὰ τὸ Ἰωάννου. ∆ιὰ τί; Ἵνα καὶ δι' αὐτῆς τῆς τοῦ βαπτίσματος φύσεως μάθῃς, ὅτι οὐ δι' ἁμαρτίας ἐβαπτίσατο, οὐδὲ ὡς τῆς τοῦ Πνεύματος δεόμενος χορηγίας· ἑκατέρων γὰρ τούτων ἔρημον ἐκεῖνο τὸ βάπτισμα, καθάπερ οὖν καὶ ἀπεδείξαμεν. Καὶ ὅτι μὲν οὔτε δι' ἄφεσιν ἁμαρτημάτων, οὔτε διὰ Πνεύματος χορηγίαν ἦλθεν ἐπὶ τὸν Ἰορδάνην, δῆλον ἐκ 49.368 τούτων· ἵνα δὲ μὴ νομίσῃ τις τῶν τότε παρόντων, ὅτι ἐπὶ μετανοίᾳ, καθάπερ οἱ λοιποὶ, παραγίνεται, ἄκουσον καὶ τοῦτο πῶς ὁ Ἰωάννης προδιωρθώσατο. Ὁ γὰρ τοῖς ἄλλοις λέγων, Ποιήσατε καρπὸν ἄξιον τῆς μετανοίας, ἄκουσον τί τούτῳ φησίν· Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι· καὶ σὺ ἔρχῃ πρός με; Τοῦτο δὲ ἔλεγε δηλῶν ὅτι οὐ διὰ τὴν αὐτὴν τοῖς πολλοῖς χρείαν παρεγένετο πρὸς αὐτόν· καὶ ὅτι τοσοῦτον ἀπέχει διὰ τοῦτο βαπτίζεσθαι, ὅτι καὶ αὐτοῦ τοῦ Βαπτιστοῦ πολλῷ μείζων ἦν, καὶ ἀσυγκρίτως καθαρώτερος. Τίνος οὖν ἕνεκεν ἐβαπτίζετο, εἰ μήτε ἐπὶ μετανοίᾳ, μήτε ἐπὶ ἁμαρτημάτων ἀφέσει, μήτε ἐπὶ Πνεύματος χορηγίᾳ τοῦτο ἐποίει; Ἑτέρων δυοῖν ἕνεκεν αἰτιῶν, μιᾶς μὲν ἧς φησιν ὁ μαθητὴς, ἑτέρας δὲ ἧς αὐτὸς πρὸς τὸν Ἰωάννην εἶπε. Τίνα οὖν φησιν ὁ Ἰωάννης αἰτίαν τοῦ βαπτίσματος εἶναι τούτου; Ἵνα γνωρισθῇ τοῖς πολλοῖς, καθὼς καὶ ὁ Παῦλος ἔλεγεν, ὅτι Ἰωάννης μὲν ἐβάπτισε βάπτισμα μετανοίας,