1

 2

 3

 4

 5

4

ἀκούω παρ' αὐτοῦ· Ἐχρῆν σε τὸ ἀργύριόν μου καταβαλεῖν τοῖς τραπεζίταις, καὶ ἐγὼ ἐλθὼν ἀπῄτησα τὸ ἐμὸν σὺν τόκῳ. Εἰς τοῦτο γὰρ καὶ ἐνεκάλεσεν ἐν τοῖς ἁγίοις Εὐαγγελίοις τῷ πιστευθέντι τὸ δηνάριον, καὶ κατακρύψαντι. Καὶ πῶς ἀργύριον ὁ προφήτης λέγει, ἄκουσον· Τὰ λόγια Κυρίου λόγια ἁγνά· ἀργύριον πεπυρωμένον δοκίμιον τῇ γῇ κεκαθαρισμένον ἑπταπλασίως. Οὕτω καὶ τῷ προφήτῃ λέγει ὁ Θεός· Υἱὲ ἀνθρώπου, διαμαρτύρου τῷ λαῷ τούτῳ· καὶ πάλιν ἄλλως, Παρακαλεῖτε, οἱ ἱερεῖς, τὸν λαόν μου· λαλεῖτε εἰς τὰ ὦτα Ἱερουσαλήμ. Τοιαύτας οὖν παραγγελίας δεξάμενος παρακαλῶ πάντας ὑμᾶς πρὸς ἐλεημοσύνην ἐλθεῖν, ἵνα μὴ καὶ παρ' ὑμῶν κατ' ἐκείνην τὴν ὥραν διαβληθῶ, ἐὰν, ὅπερ μὴ γένοιτο, ἀκούσῃ τις παρὰ τοῦ Κριτοῦ κατ' ἐκείνην τὴν φοβερὰν ἡμέραν· Πονηρὲ δοῦλε, διὰ τί οὐκ ἠλέησας τὸν σύνδουλόν σου; καὶ νῦν σὺ πῶς θέλεις ἐλεηθῆναι; Καὶ πάλιν· Μετανοεῖτε νῦν, ὅτι ἐκεῖ οὐκ ἔστι καιρὸς μετανοίας· μήποτε ἐγκαλούμενός τις κατ' ἐκείνην τὴν φρικτὴν ὥραν εἴπῃ, ὅτι Οὐκ ἐδιδάχθην παρὰ τοῦ ποιμένος, οὐκ ἔμαθον τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ, οὐδὲ εἶπεν ἡμῖν, ὅτι ἐλεημοσύνη ἐξιλάσκεται ἁμαρτίας, οὐχ ἡρμήνευσεν ἡμῖν τὴν παρὰ σοῦ δοθεῖσαν αὐτῷ Γραφὴν τὴν λέγουσαν, Μακάριος ὁ συνιὼν ἐπὶ πτωχὸν καὶ πένητα· ἐν ἡμέρᾳ πονηρᾷ ῥύσεται αὐτὸν ὁ Κύριος· ἀλλὰ μόνον τῆς Ἰουδαϊκῆς ἀπιστίας ἀπεχώρισεν ἡμᾶς, καὶ πάλιν Ἑλλήνων τὴν δεισιδαιμονίαν ἀπηγόρευσεν· ὧν καὶ τῆς παρανομίας διδαχθέντες ἀπέστημεν. Εἰ γὰρ καὶ πρὸς ἐλεημοσύνην ἐπαίδευσεν ἡμᾶς, εἴχομεν καὶ ταύτης τοὺς καρποὺς δείξασθαι. ∆ιὰ τοῦτο καὶ μετὰ παῤῥησίας παρακαλῶν οὐ παύομαι, ἀλλὰ νουθετῶ καὶ διαμαρτύρομαι πλουσίους ἅμα καὶ πένητας, ἄνδρας ὁμοῦ καὶ γυναῖκας, φείσασθε τῶν ὑμετέρων ψυχῶν, καὶ λυτρώσασθε ταύτας διὰ τῶν χρημάτων ἀπὸ τῆς μελλούσης ὀργῆς· κουφίσατε τὸ φορτίον τῶν ἁμαρτημάτων διὰ τῆς ἐλεημοσύνης· ἐλεήσατε, ἵνα ἐλεηθῆτε. Ἡ γὰρ ἐλεημοσύνη βαπτίσματος ἁγίου δύναμιν ἔχει· καὶ ὥσπερ τὸ ἅγιον λουτρὸν ἀποκαθαίρει τῶν ἀνθρώπων τὰ ἁμαρτήματα, οὕτω καὶ ἡ ἐλεημοσύνη καθαίρει τῶν ἐλεούντων τὰ τῆς ψυχῆς πλημμελήματα. Οὐκ ἐμὸς ὁ λόγος, ἀλλ' ἡ θεία Γραφὴ διδάσκει λέγουσα· ἐλεημοσύναι καὶ πισταί εἰσιν· ἐκκαθαίρονται ἁμαρτίαι. Τὰ χρήματα, κἂν μὴ βουλώμεθα, ἐνταῦθα μένει· ἡ δὲ ψυχὴ, κἂν μὴ θέλωμεν, ἐκεῖθεν μεθοδεύεται, τὰς εὐθύνας ὑπέχουσα τῶν ἁμαρτημάτων. ∆ιὰ τοῦτο γὰρ καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐν Εὐαγγελίοις ἔλεγε· Τί ὠφεληθήσεται ἄνθρωπος, ἐὰν τὸν κόσμον κερδάνῃ, τὴν δὲ ψυχὴν αὑτοῦ ζημιωθῇ; ἢ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ; Ἄκουε γοῦν, παρακαλῶ, τὸ ῥῆμα τοῦτο, ὅτι ἐν μὲν εἰρήνῃ καταφρονεῖται, ἐν δὲ ταῖς ἀνάγκαις δείκνυσι τοῦ νόμου τοῦ Θεοῦ τὴν δύναμιν. Ἀκούει γὰρ πολλάκις ὁ ἀκροατής· Τί ὠφεληθήσεται ἄνθρωπος, ἐὰν τὸν κόσμον ὅλον κερδάνῃ, τὴν δὲ ψυχὴν αὑτοῦ ζημιωθῇ; καὶ παρατρέχει τοῦ ῥήματος τούτου τὴν δύναμιν. Καὶ ἐὰν καταφρονήσῃ ἐν εἰρήνῃ τοῦ ῥήματος, μανθάνει ἐν ταῖς ἀνάγκαις τοῦ εἰρηκότος τὴν δύναμιν. Τί γὰρ ποιεῖ ὁ Θεὸς, ὅταν τινὰ ἴδῃ χρημάτων μὲν ἀντεχόμενον, ἐλεημοσύνην δὲ ἀποστρεφόμενον, καὶ πάντα αἱρούμενον παθεῖν ὑπὲρ τοῦ μὴ προδοῦναι τὰ χρήματα; Ἐν ταῖς ἀνάγκαις αὐτὸν διδάσκει γνωρίζειν τὸν τοῦ Θεοῦ νόμον· καὶ πῶς, ἄκουε· Ἐννόησόν μοί τινα ἔμπορον θαλαττεύοντα, καὶ περὶ χρήματα μόνον τὸν 60.751 νοῦν ἔχοντα, πάντα αἱρούμενον παθεῖν, ἢ ἕνα ὀβολὸν ἀπολέσαι, ὅρκους μυρίους ἐπάγοντα κατὰ τῆς ψυχῆς, ὥστε μὴ προδοῦναί τι τῶν ἰδίων. Ἀλλ' ὁ τοιοῦτος ἀπηνὴς καὶ περίψηφος ἐν ὥρᾳ ἀνάγκης, ὅταν σφοδρῶς χειμάζηται καὶ κινδυνεύῃ ἐν τῇ θαλάσσῃ· ἐφίσταται γὰρ ὁ κλύδων, ἐγείρει τρικυμίας ἡ θάλασσα, ὑψοῦνται μέχρι τοῦ οὐρανοῦ τὰ κύματα· εὐθέως τότε ἡ φιλαργυρία μαραίνεται, καὶ ὁ πάντα κάματον ὑπομείνας, ἵνα συνάξῃ τὰ χρήματα, ἐκβολὰς ποιεῖται ταῖς ἰδίαις χερσὶ πάντων ὧν ἔχει, καὶ χαρίζεται