1

 2

 3

 4

 5

4

ἐπιβουλεύοντες ἀλλήλοις, συκοφαντίας ἀνάπτοντες, ἐπιορκεῖν τολμῶντες, ἃ μήτε ἑωράκασι μήτε ἀκηκόασι κατηγορεῖν μελετῶντες, ἐν ἡμέρᾳ μὲν ὥσπερ κύνες λυττῶντες, καὶ ζητοῦντες τὸν ἐχθρὸν, τῆς δὲ νυκτὸς τὸ πλεῖστον ἀναλίσκοντες ἐν τῷ βουλεύεσθαί τι κακὸν καὶ ῥάπτειν ἐπι 63.554 βουλάς. Τοῖς τοιούτοις οὐδὲ ὕπνος καθαρεύει παθημάτων, ἀλλὰ τὸν ἐχθρὸν παρεῖναι καὶ λοιδορεῖσθαι καὶ τύπτειν νομίζοντες, ἐκ τῶν ὕπνων ἀναπηδῶσιν, ἐρῶντες τῆς ἀλλήλων σφαγῆς πλέον ἢ τραπέζης· ἕτεροι δὲ ὑπὸ τῆς ὀργῆς μεθύοντες, συκοφάντας μισθούμενοι, καὶ πράγματα ἀμύθητα παρέχοντες ἀλλήλοις, ὅσῳ ἂν πλείω κακὰ παράσχωσιν ἀλλήλοις, τοσούτῳ μᾶλλον εἰς μανίαν ἐρεθιζόμενοι. Ὅπερ γάρ φασι τοὺς μεθύοντας πάσχειν, ὑπὸ τῆς ἀπλήστου μέθης εἰς χαλεπωτέραν δίψαν ἐκφέρεσθαι, τοῦτο πάσχουσιν οἱ δουλεύοντες ὀργῇ, ὑπὸ τῆς ἀμέτρου φιλονεικίας εἰς μείζω καὶ χαλεπωτέραν ἐκφερόμενοι μανίαν· ὁ μὲν δοῦλον ἐκάλεσεν, ὁ δὲ πόρνης υἱὸν, ὁ μὲν ἀνόητον, ὁ δὲ μαινόμενον, ὁ μὲν κλέπτην καὶ ἄδικον, ὁ δὲ πάσης πονηρίας ἀνάμεστον. Εἶτα ὑπὸ τῆς ὀργῆς μεθύοντες, συμπλακέντες ἀλλήλοις, μικροῦ δεῖν τὰ θηρία μιμοῦνται, τύπτοντες, λακτίζοντες, δάκνοντες, κατακόπτοντες τὰ σώματα, οὐδενὸς φειδόμενοι μέρους, οὐκ ὀφθαλμῶν, οὐκ ὤτων, οὐ ῥινὸς, οὐ προσώπου, οὐκ ἄλλου μέλους τινὸς, ἀλλὰ συῤῥαγέντες ἀλλήλοις καὶ κατακόψαντες ἑαυτοὺς, καὶ τί κακὸν οὐ ποιήσαντες; ἀναχωροῦσιν ἐκ τῆς μάχης, οἱ μὲν ὀφθαλμὸν ἐκκοπέντες, οἱ δὲ χείλη, οἱ δὲ ἄλλο τι τοῦ σώματος μέρος· πλέον τὴν ψυχὴν ἢ τὸ σῶμα διεφθαρμένοι, μεμηνότες, παραφρονοῦντες, λυττῶντες, ἀγνοοῦντες τὸν νόμον τοῦ Θεοῦ καὶ Σωτῆρος, τὸν κελεύοντα ῥαπιζομένους καὶ τυπτομένους καὶ τὰ ἄλλα πάσχοντας, ἡσυχαζούσῃ τῇ ψυχῇ πάντα φέρειν γενναίως, καὶ νικᾷν τῇ πραότητι τὸν τῶν ἀδικούντων θυμόν. Ὁ γὰρ τοῦτο ποιῶν ἐπαινεῖται μὲν ὑπ' ἀνθρώπων, στεφανοῦται δὲ ὑπὸ Θεοῦ καὶ Σωτῆρος. ∆ιόπερ χρὴ καρτερεῖν, καὶ τῶν ὀργιζομένων ἡμέρως ἀνέχεσθαι, βλέποντας πρὸς τὸν στέφανον, ὃν ὁ Θεὸς ἑτοιμάζει τοῖς ἐπιεικέσι καὶ χρηστοῖς. Ἄτοπον γὰρ τοὺς μὲν γυμνικῶν ἀγώνων ἀθλητὰς καὶ κονιορτοῦ καὶ πληγῶν καὶ τραυμάτων ἀνέχεσθαι, πρὸς δόξαν κενὴν καὶ στέφανον οὐδενὸς ἄξιον βλέποντας· ἡμᾶς δὲ τοὺς ὑπὸ Χριστοῦ στεφανοῦσθαι μέλλοντας μὴ κρατεῖν ὀργῆς, μηδὲ πάντα φέρειν γενναίως, ἀλλὰ βραχεῖαν ἡδονὴν καὶ θυμὸν ἄδικον τῆς ἐν οὐρανοῖς προτιμᾷν τιμῆς τε καὶ εὐδοξίας. Καὶ μὴν κἀκεῖνό γε ἴσμεν, ὅτι πολλῶν ὄντων καὶ μεγάλων, οἷς ὁ τῶν δικαίων κεκόσμηται βίος, τοῦτο πρὸ τῶν ἄλλων λαμπροὺς πεποίηκε τοὺς ἄνδρας, τὸ χρηστότητι συζῇν καὶ τοῖς ἀδικοῦσιν ἡμέρως προσφέρεσθαι. Τούτῳ μὲν γὰρ ὁ Μωϋσῆς πράως ἀνεχόμενος τῆς τῶν Ἰουδαίων μανίας, καὶ ταῖς εὐχαῖς τοὺς ἐχθροὺς διασώζων, τῆς ἐν οὐρανοῖς τιμῆς τε καὶ εὐδοξίας πρὸ τῶν ἄλλων ἀπήλαυσεν, καὶ τοῦ Θεοῦ φίλος ἐκλήθη· τούτῳ δὲ ὁ ∆αυῒδ τῶν ἐχθρῶν καὶ πολεμίων φεισάμενος, εἰς πολλὴν εὔνοιαν καὶ φιλίαν τὸν Θεὸν ἐπεσπάσατο. Ἅπαντα μὲν γὰρ ἄνθρωπον τοῦτο κοσμεῖν δύναται, διαφερόντως δὲ τοὺς ἐν ταῖς ἐξουσίαις. Τὸ γὰρ, πάντα ποιεῖν ἐπιτρεπούσης τῆς βασιλείας, κατέχειν ἑαυτὸν, καὶ τὸν τοῦ Θεοῦ νόμον ἡγεμόνα ποιεῖσθαι τῶν ἔργων, μέγα μὲν εἰς εὐφημίαν τε καὶ δόξαν. Καὶ μὴν καὶ Παῦλος καὶ Πέτρος τῆς οὐρανίας ἁψῖδος ἁψάμενοι διὰ τὴν ἀρετὴν, ᾗ συνέζησαν, ἀπὸ τῆς ἡμερότητος μᾶλλον ἢ τῶν ἄλλων ἐξέλαμψαν ἀγαθῶν, τοὺς λοιδοροῦντας τιμῶντες, τοὺς ἐχθροὺς εὖ ποιοῦντες. τοὺς καταλιθάσαντας πολλάκις ταῖς εὐχαῖς διασώζοντες· ᾔδεισαν γὰρ τοῦτο μάλιστα κεχαρισμένον τῷ Θεῷ ποιοῦντες, καὶ πρὸ τῶν ἄλλων ἀγαθῶν ἐν οὐρανοῖς θαυμαζόμενον. ∆ι' ὅπερ αὐτοί γε τὸν ἑαυτῶν βίον ἡμερό63.556 τητι κοσμοῦντες ἐφάνησαν, καὶ τοὺς ἄλλους ἀνθρώπους ἐπὶ ταύτην παρακαλοῦντες. Ἐπεὶ