1

 2

 3

 4

4

καὶ τέτοκα καὶ ἔμεινα παρθένος. ∆ιὰ τί οὗτος σταυροῦται; Καὶ σοῦ δὲ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία. Ὥστε οὐδεὶς ἀπείραστος γέγονε, κατὰ τὴν προφητείαν τοῦ δικαίου Συμεών. Πέτρος ὁ κορυφαῖος τῶν μαθητῶν τρὶς ἠρνήσατο· οἱ ἄλλοι μαθηταὶ καταλιπόντες αὐτὸν ἔφυγον. Οὐδὲ γὰρ χρείαν εἶχεν ὁ ποιμὴν προστασίας προβάτων, λύκους ἐκδιώκων· οὐδὲ ὁ ἀγωνιστὴς εἶχε χρείαν τῶν βοηθούντων, ἀλλὰ πάντες ἀνεχώρησαν· Χριστὸς δὲ μόνος ἦν ὡσεὶ κριὸς κρεμάμενος. ∆ιῆλθε τοίνυν καὶ αὐτῆς τὴν ψυχὴν ῥομφαία· τὸ πειρατήριον, καὶ ἡ ἀμφιβολία· Καὶ σοῦ δὲ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία, ὅπως ἂν ἀποκαλυφθῶσιν ἐκ πολλῶν καρδιῶν διαλογισμοί. Ὥστε πάσχει ὁ Ἰησοῦς εἰς ἔλεγχον τῆς ἀπιστίας, εἰς σύστασιν τῆς τῶν πιστευόντων εὐγνωμοσύνης. Ἀντιλέγεται δὲ τὸ σημεῖον, ἵνα ἐλεγχθῶσιν οἱ διὰ πονηρίαν ἀντιλέγοντες. Εἰ γὰρ πάντα τρόπον ἀναντίῤῥητος ἦν παρὰ ἀνθρώποις ἡ ἀλήθεια, ἀδόκιμος ἔμελλεν εἶναι καὶ ἡ εὐσέβεια· ἡ δὲ συγχώρησις τῆς ἀντιλογίας δοκιμὴν ποιεῖ τῇ αἱρέσει τῆς ἀληθείας. Ἀντιλέγεται τὸ σημεῖον· ἐπεὶ πῶς ἂν ἐδοκιμάσθησαν μάρτυρες ἐν διωγμοῖς; πῶς ἂν ἠγωνίσαντο, νικηταὶ διὰ τῆς καρτερίας ἀναδεικνύμενοι; Ὅρα ὅσον ὠφέλησεν ἡ ἀντιλογία, ὅτι κατεσκεύασεν οὐ πιστοὺς ἁπλῶς, ὡς ἄν τις εἴποι, ἀλλὰ καὶ μάρτυρας ἕως βασάνων καὶ 50.812 θανάτου προελθόντας, καὶ δεῖγμα τῆς τοῦ Χριστοῦ χάριτος διὰ τῆς αὐτῶν καρτερίας παρασχόντας.

Ὅταν οὖν Συμεὼν λέγῃ· Οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραὴλ, καὶ εἰς σημεῖον ἀντιλεγόμενον, νοητέον, ὅτι οὔτε τὴν πτῶσιν ἐργάζεται, οὔτε τὴν ἀνάστασιν βίᾳ προσάγει· ἀλλὰ κεῖται μὲν εἰς πτῶσιν τοῖς προσκόπτουσι τῷ λίθῳ τοῦ προσκόμματος· εἰς ἀνάστασιν δὲ τοῖς ἐκ προαιρέσεως πιστεύουσι· κεῖται γάρ· ὥσπερ ἄν τις εἴποι· Τὸ φῶς ἀνατέλλει, ἵνα οἱ ὑγιαίνοντες βλέπωσιν· οἱ δὲ τοὺς ὀφθαλμοὺς ἀλγοῦντες, ἐπὶ πλεῖον φύγωσι τοῦ φέγγους τὰς αὐγάς. Πῶς δ' ἂν οἱ μὲν ἔπεσον ἄξιοι ὄντες τοῦ διελεγχθῆναι, οἱ δὲ ἀνέστησαν ἐλπίδας ἀγαθὰς ἔχοντες ἐκ προαιρέσεως, εἰ μὴ τὸ σημεῖον ἀντελέγετο; Πῶς λέγει Συμεὼν, Καὶ εἰς σημεῖον ἀντιλεγόμενον; Ἵνα μὴ ξενίσῃ τοὺς πιστεύοντας ἡ ἀντιλογία. Ὅτι δὲ καὶ ἡ κατὰ Θεὸν ἀλήθεια ἀντιλέγεται, δῆλον ὅτι τοῦ Θεοῦ συγχωροῦντος· οὐδεὶς γὰρ ἂν ἠδύνατο ἀντειπεῖν, εἰ μὴ Θεὸς συνεχώρει· ἀναγκαία δὲ ἡ συγχώρησις, ἵνα οἱ δόκιμοι φανεροὶ γένωνται. Ἔσται γὰρ καιρὸς ὅτε οὐκ ἔτι ἀντίῤῥησις· ὅταν γὰρ τὸ σημεῖον προλάμψῃ ἀπ' οὐρανῶν, τότε πᾶν γόνυ κάμψει ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται, ὅτι Χριστὸς Κύριος εἰς δόξαν Θεοῦ Πατρός. Ἕως μὲν γὰρ τὸ σημεῖον αὐτὸ μόνον ὑποφαίνεται, καὶ σημεῖον αὐτὸ μόνον ἐστὶν, καὶ τοῦ σημαινομένου ὁρωμένου οὐδαμοῦ, ἀντιλέγεται τὸ σημεῖον· ἐπειδὰν δὲ αὐτὸς ὁ σημαινόμενος ἀποκαλυφθῇ ἐν τῇ δευτέρᾳ αὐτοῦ παρουσίᾳ, οὐκ ἔτι τολμᾷ τις ἀντειπεῖν τῷ σημείῳ, τοῦ σημαινομένου τρανεῖ τῇ θεότητι παραγενομένου κατὰ τῶν ἀντειπόντων.

Τότε οἱ μὲν δεξάμενοι τὸ σημεῖον δοξασθήσονται ὑπὸ τοῦ σημανθέντος. οἱ δὲ ἀντειπόντες τῷ σημείῳ κατακριθήσονται ὑπὸ τοῦ δηλωθέντος· καὶ ἔσται τότε τὸ τέλος τῆς ἀντιλογίας, τέλος τῆς πλάνης, τέλος τῆς ἀμφιβολίας, τέλος τῆς ἀπιστίας, ἀρχὴ δὲ βραβείων καὶ στεφάνων· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.