4
ὑγιείας τῷ θεραπευομένῳ. Μήποτέ σε παραδῷ ὁ ἀντίδικος τῷ κριτῇ· τῷ μέλλοντι κριτῇ· Ὁ ἀντίδικος· ᾧ ἐὰν νῦν σὺ χαρίσῃ, τότε εὑρίσκεταί σε παραδιδοὺς ὁ κριτὴς τῷ ὑπηρέτῃ, ταῖς τιμωρητικαῖς δηλαδὴ δυνάμεσι, καὶ εἰς φυλακὴν βληθήσῃ εἰς τὸ σκότος τὸ ἐξώτερον. Φοβερὸς ὁ τόπος· Οὐ μὴ ἐξέλθῃς ἐκεῖθεν, ἕως οὗ ἀποδῷς τὸν ἔσχατον κοδράντην. Ἐὰν πρὸ τοῦ θανάτου διαλύσῃς τὸ χρέος, λέλυται· ἐὰν ὀφείλων ἀπέλθῃς, καὶ τὸ ἐγκατάλειμμα τῶν ἐλαχίστων ὀφειλημάτων ἀπαιτηθήσῃ. Τί ἐστι, Τὸν ἔσχατον κοδράντην; Ὅτι ἐνθύμιον ἀνθρώπου ἐξομολογησεταί σοι, καὶ ἐγκατάλειμμα ἐνθυμίου ἑορτάσει σοι. Ταῦτα εἰδότες, ἀδελφοὶ, παράλληλα θέσθε τὰς ἡδονὰς, καὶ τὴν μέλλουσαν ἡμέραν τῆς κρίσεως, καὶ τὴν τοῦ δικάζοντος ψῆφον· καὶ τότε νοήσετε πῶς πικρὸν ἡ ἡδονὴ, ὅταν γνῶτε πηλίκης πικρίας γένηται πρόξενος. Βούλεσθε μικρόν τι τὴν Ἐκκλησίαν ἀπὸ δύω συμποσίων ἀναγεγραμμένων ἐν Εὐαγγελίοις νουθετήσωμεν, τί μὲν τὸ τῶν φιληδόνων τέλος, τίς δὲ ὁ τῶν μετανοούντων καρπός; Καὶ μὴ θαυμάσῃς εἰ καὶ πολλάκις καὶ φιληδόνων συμπόσια γράφει ἡ Γραφή· πάντα γὰρ ἀναγράφει, τί φυλάξῃ, τί μιμήσῃ. Γράφει τὰ τῶν φιληδόνων, ἵνα διηνεκῶς αὐτοὺς στηλιτεύσῃ, καὶ ἵνα σὺ φύγῃς τὴν μίμησιν· γράφει τὰ τῶν φιλοθέων, ἵνα ἐπιδράμῃς τῇ εἰκόνι τῆς μετανοίας, καὶ θεὶς παράλληλα τὸν φιλήδονον καὶ τὸν φιλόθεον, τὸν μὲν ἐκφύγῃς, τὸν δὲ ζηλώσῃς. Ἅμα δὲ καὶ διδασκάλιον ἔστω τοῖς συνιοῦσι, τὸ μὴ σφόδρα ταῖς δημοτελέσι θέαις ἑστιᾷν ὑμῶν τοὺς ὀφθαλμοὺς, μηδὲ προχείρως ἐπὶ τὸν ἱππόδρομον τρέχειν, μηδὲ ἐκ νυκτῶν καταλαμβάνειν τὸ θέατρον· μανικὸν γὰρ θεαμάτων ἀσέμνων ἐλπίς. Καὶ γὰρ προλαμβάνουσι τὴν ἡμέραν τῷ τάχει τῆς προθυμίας, ἐν νυκτὶ τὸν τοῦ σκότους τόπον καταλαμβάνοντες, ἵνα θεάμασιν ἀσέμνοις τὰς κόρας τέρψωσιν, ἢ θηρίων ἀμύνας καὶ θηριομάχων θεάσωνται. Καὶ κάθηνται πολλάκις ἄνθρωποι θεαταὶ, τὰς εὐνοίας ἐπὶ τὰ θηρία μᾶλλον ἢ τοὺς ὁμοφύλους τρέποντες. Καὶ οὐ ταλανίζεις τὸν ἄθλιον, ὃς ἵνα πληρώσῃ τὴν γαστέρα, εἰς θηρίων αὐτομολεῖ γαστέρα· καὶ ἵνα πληρώσῃ τῆς γαστριμαργίας τὴν νόσον, ἡδέως ταῖς κοιλίαις τῶν θηρίων ἐνθάπτεται. Ἐκεῖνος ἀκόλαστον ἔχει γαστέρα· σὺ μὴ λάβῃς ἀκόλαστον ὀφθαλμόν. Ἄλλος γελωτοποιὸς εἴσεισιν, εἰς αἰσχύνην ἑαυτοῦ διαπλάσασθαι μέλη, γέλωτι μισθώσας τὴν κεφαλὴν, αἰσχυνόμενος ἐὰν μὴ δημοσίᾳ ῥαπίζηται, καὶ τοῖς κτύποις τῶν πυλῶν προευτρεπίζων τὰς παρειὰς, καὶ ξυρῷ τὰς τρίχας περιαιρῶν, ἵνα μηδὲ θρὶξ μεσιτεύηται ταῖς ὕβρεσι. Ἄλλος ὀρχήσεσι γυναικείαις θρυπτόμενος, καὶ τὰ παρὰ φύσιν μιμούμενος, καὶ λυπούμενος ὅτι μὴ γυνὴ παρὰ τῶν γονέων ἐτέχθη, καὶ τὴν τῆς φύσεως μεταβολὴν φιλοτιμίαν τιθέμενος· καὶ ταῦτα πάντα ποιῶν γαστρὸς ἕνεκα καὶ κέρδους, καὶ τοῖς αἰσχροῖς φιλοτιμούμενος· περὶ ὧν καλὸν εἰπεῖν τὴν τοῦ Παύλου φωνήν· Ὧν ὁ θεὸς ἡ κοιλία, καὶ ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν. Μὴ πρὸς ταῦτα συντρέχετε, μὴ τοὺς πόδας ὀξεῖς ἐπὶ τὰ τοιαῦτα βήματα τρέπετε· ἀλλὰ μηδὲ τοῖς συμποσίοις τὰς ἀσέμνους ἡδονὰς ἐπεισάγετε. Ἐνίοτε λέγεις· Παραιτοῦμαι τὸ θέατρον, οὐκ ἀνέρχομαι τοὺς βαθμούς· ἔστι συμπόσιον καὶ καιρὸς εὐφροσύνης· καὶ 59.761 ἐκεῖ τὰ ἄσεμνα τῶν θεάτρων τελεῖτε θεάματα. Τί οὖν ὠφελεῖς τὸ θέατρον βδελυττόμενος; Μὴ γὰρ τοὺς λίθους βδελυττόμεθα; μὴ γὰρ οἱ λίθοι τῶν θεάτρων εἰσὶ κατακεκριμένοι; Ἡ τῶν πραττομένων αἰσχρότης, ἡ τῶν ἀσέμνων θεαμάτων κακία, ἡ διὰ τῶν αἰσθητηρίων τῶν ὀφθαλμῶν καὶ τῆς ἀκοῆς, ὥσπερ διά τινων θυρίδων, τὸν λῃστὴν ἐπεισάγουσα. Ὅταν οὖν παραιτήσῃ τὸ θέατρον, καὶ παρὰ τὴν σεαυτοῦ τράπεζαν τὰς τῶν θεαμάτων ἐπεισάγῃς αἰσχύνας, λέληθας τὸν οἶκον σεαυτοῦ ποιήσας θέατρον. Οὐδὲ γὰρ τοῦ θεάτρου μισῶ τὸν τόπον, ἀλλὰ δέδια τῶν συνιόντων τὸν τρόπον. γʹ. Ἵνα δὲ γνῷς, ὅτι καὶ παρὰ συμπόσια θεάματα πολλάκις ἄσεμνα καὶ βλαβερὰ