4
ἑτέρωθεν δὲ τοῦτο ἴδοι τις ἂν, ὅτι καὶ τὰς ἄνω τιμὰς κύριος αὐτός ἐστι διδόναι. Ὅταν γὰρ παραγάγωμεν εἰς τὸ μέσον τὸν πάντων ἀνθρώπων ἀμείνω, καὶ δείξωμεν τοῦτον ὑπ' αὐτοῦ στεφανούμενον, ποία λοιπὸν ὑπολειφθήσεται πρόφασις ὑμῖν; Τίς οὖν ἁπάντων ἀνθρώπων ἀμείνων;
Τίς δὲ ἕτερος ἀλλ' ἢ ὁ σκηνοποιὸς ἐκεῖνος, ὁ τῆς οἰκουμένης διδάσκαλος, ὁ γῆν καὶ θάλασσαν καθάπερ ὑπόπτερος περιδραμὼν, τὸ σκεῦος τῆς ἐκλογῆς, ὁ νυμφαγωγὸς τοῦ Χριστοῦ, ὁ τῆς Ἐκκλησίας φυτουργὸς, ὁ σοφὸς ἀρχιτέκτων, ὁ κῆρυξ, ὁ δρομεὺς, ὁ ἀγωνιστὴς, ὁ στρατιώτης, ὁ παιδοτρίβης, ὁ πανταχοῦ τῆς οἰκουμένης ὑπομνήματα τῆς οἰκείας ἀρετῆς καταλιπὼν, ὁ πρὸ τῆς ἀναστάσεως εἰς τρίτον ἁρπαγεὶς οὐρανὸν, ὁ εἰς παράδεισον ἀπενεχθεὶς, ὁ ἀποῤῥήτων κοινωνήσας τῷ Θεῷ μυστηρίων, ὁ τοιαῦτα ἀκούσας καὶ λαλήσας, ἃ ἀνθρωπίνῃ φύσει λαλῆσαι οὐκ ἔνι, ὁ καὶ χάριτος πλείονος ἀπολαύσας, καὶ μείζονα κόπον ἐπιδειξάμενος; Ὅτι δὲ πλεῖον ἁπάντων ἔκαμεν, ἄκουσον αὐτοῦ λέγοντος, ὅτι Περισσότερον αὐτῶν πάντων ἐκοπίασα. Εἰ δὲ περισσότερον πάντων ἔκαμε, περισσότερον καὶ στεφανοῦται· Ἕκαστος γὰρ τὸν ἴδιον μισθὸν λήψεται κατὰ τὸν ἴδιον κόπον. Εἰ τοίνυν μείζονα τῶν ἀποστόλων λαμβάνει στέφανον τῶν δὲ ἀποστόλων ἴσος οὐδεὶς γέγονεν, οὗτος δὲ κἀκείνων μείζων, εὔδηλον ὅτι τῆς ἀνωτάτω ἀπολαύσεται τιμῆς καὶ προεδρίας. Τίς οὖν ἐστιν ὁ αὐτὸν στεφανῶν; Ἄκουσον αὐτοῦ λέγοντος· Τὸν ἀγῶνα τὸν καλὸν ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα· λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος, ὃν ἀποδώσει μοι ὁ Κύριος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὁ δίκαιος κριτής. Ὁ Πατὴρ οὐ κρίνει οὐδένα, ἀλλὰ πᾶσαν τὴν κρίσιν δέδωκε τῷ Υἱῷ. Οὐκ ἐντεῦθεν δὲ τοῦτο μόνον δῆλον, ἀλλὰ καὶ ἐκ τῶν ἑξῆς· Οὐ μόνον δὲ ἐμοὶ, ἀλλὰ καὶ πᾶσι τοῖς ἠγαπηκόσι τὴν ἐπιφάνειαν αὐτοῦ. Τίνος δέ ἐστιν ἡ ἐπιφάνεια; ἄκουσον αὐτοῦ λέγοντος, Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ, ἡ σωτήριος πᾶσιν ἀνθρώποις, παιδεύουσα ἡμᾶς, ἵνα ἀρνησάμενοι τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας, σωφρόνως καὶ δικαίως καὶ εὐσεβῶς ζήσωμεν ἐν τῷ νῦν αἰῶνι, προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα, καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.
δʹ. Ἀλλ' ἡ μὲν πρὸς τοὺς αἱρετικοὺς ἡμῖν μάχη τέλος ἔχει, καὶ τὸ τρόπαιον
ἐστήσαμεν, καὶ τὴν νίκην λαμπρὰν ἠράμεθα, ἐκ τῶν εἰρημένων ἁπάντων ἀποδείξαντες, ὅτι κύριος καὶ τιμᾷν καὶ κολάζειν ἐστὶ, πᾶσάν τε τὴν κρίσιν ἔχων, καὶ τὸν ἁπάντων ἀμείνω στεφανῶν καὶ ἀνακηρύττων, καὶ ἐν ταῖς παραβολαῖς ἐκείναις ἑκάτερα αὐτὸς ἐργαζόμενος. ∆εῖ δὲ λοιπὸν καὶ τὸν θόρυβον τῶν ἀδελφῶν ἐκβαλεῖν, καὶ διδάξαι τίνος ἕνεκεν οὕτως εἴρηκεν, ὅτι Οὐκ ἔστιν ἐμὸν τοῦτο δοῦναι· καὶ γὰρ οἶμαι πολλοὺς ἐπαπορεῖν τοῖς εἰρημένοις. Ἵν' οὖν καὶ τὴν ἀπορίαν λύσωμεν, καὶ τὸν θόρυβον τῆς ψυχῆς κατευνάσωμεν, συντείνατέ μοι τὴν διάνοιαν, παρασκευάσατέ μοι τὴν γνώμην· καὶ γὰρ πλείονός μοι πόνου δεῖ νῦν. Οὐ γάρ ἐστιν ἴσον πολεμεῖν καὶ διδάσκειν, βάλλειν τὸν ἐχθρὸν, καὶ διορθοῦσθαι τὸν οἰκεῖον, ἀλλὰ πλείονός μοι χρεία ἐνταῦθα 48.773 τῆς σπουδῆς, ὥστε μὴ παριδεῖν τὸ μέρος χωλεῦον, μηδέ τινα θορυβούμενον παραδραμεῖν. Λέγω γὰρ, ἀλλὰ μὴ θορυβεῖσθε πρὸς τὰ λεγόμενα, μηδὲ ταράττεσθε· οὐ μόνον γὰρ τοῦ Υἱοῦ φημι μὴ εἶναι, ἀλλ' οὐδὲ τοῦ Πατρός· καὶ μεγάλῃ ταῦτα βοῶ τῇ φωνῇ, καὶ σάλπιγγος λαμπρότερον, ὅτι οὐκ ἔστιν αὐτοῦ δοῦναι, οὔτε αὐτοῦ, οὔτε τοῦ Πατρός. Εἰ γὰρ αὐτοῦ ἦν, καὶ τοῦ Πατρὸς ἦν· εἰ τοῦ Πατρὸς ἦν, καὶ αὐτοῦ ἦν. ∆ιὰ τοῦτο καὶ αὐτὸς οὐκ εἶπεν ἁπλῶς, οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλὰ τί;
Οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ' οἷς ἡτοίμασται. ∆είκνυσιν ὅτι οὔτε αὐτοῦ, οὔτε τοῦ Πατρὸς, ἀλλ' ἑτέρων τινῶν. Τί οὖν ἐστι τὸ εἰρημένον; Οἶμαι γὰρ ὑμῖν ηὐξῆσθαι τὸν