1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

4

καὶ φωτὸς τοσούτου. Ὅτι γὰρ τοῦτο ᾐνίξατο ὁ εὐαγγελιστὴς, φησί· Λαμπάδας εἶχον καὶ φῶς, καὶ οὐχ ἑώρων αὐτόν. Καὶ καθ' ἑκάστην δὲ αὐτὸν ὑπεμίμνησκεν ἡμέραν, καὶ δι' ἔργων, καὶ διὰ ῥημάτων, δεικνὺς ὅτι οὐ λήσεται προδιδούς. Καὶ οὔτε φανερῶς αὐτὸν ἤλεγχεν ἐπὶ πάντων, ὥστε μὴ ἀναισχυντότερον αὐτὸν ἐργάσασθαι· οὔτε παρεσιώπα, ἵνα μὴ νομίζων λανθάνειν, ἀδεῶς ἐπιχειρῇ τὴν προδοσίαν, ἀλλὰ συνεχῶς ἔλεγεν, Εἷς ἐξ ὑμῶν παραδώσει με· οὐ μέντοι φανερὸν αὐτὸν καθίστη. Πολλοὺς δὲ καὶ περὶ γεέννης διῆλθε λόγους, πολλοὺς καὶ περὶ βασιλείας, καὶ τὴν ἐφ' ἑκάτερα δύναμιν ἐπεδείξατο, τὴν ἐν τῷ κολάζειν τοὺς ἁμαρτάνοντας, καὶ τὴν ἐν τῷ τιμᾷν τοὺς κατορθοῦντας. Ἀλλὰ ταῦτα πάντα ἐκεῖνος παρεκρούσατο, ὁ δὲ Θεὸς βίᾳ οὐχ εἵλκυσεν. Ἐπειδὴ γὰρ κυρίους ἡμᾶς ἐποίησε καὶ τῆς τῶν φαύλων καὶ τῆς τῶν ἀγαθῶν πράξεων αἱρέσεως, καὶ ἑκόντας εἶναι βούλεται καλούς· διὰ τοῦτο, ἂν μὴ βουλοίμεθα, οὐ βιάζεται οὐδ' ἀναγκάζει· τὸ γὰρ βιασθέντα εἶναι χρηστὸν, οὐκ ἔστιν εἶναι χρηστόν. Ἐπεὶ οὖν κἀκεῖνος γνώμης κύριος ἦν, καὶ ἐν ἐξουσίᾳ τοῦ μὴ πεισθῆναι, καὶ πρὸς φιλαργυρίαν μὴ ἀποκλῖναι, διὰ τοῦτο ἀπετυφλώθη τὴν διάνοιαν, καὶ τὴν σωτηρίαν τὴν ἑαυτοῦ προέδωκε· καί φησι, Τί θέλετέ μοι δοῦναι, κἀγὼ ὑμῖν παραδώσω αὐτόν; Ἐλέγχων τοίνυν τοῦ νοὸς αὐτοῦ τὴν τύφλωσιν καὶ τὴν ἀπόνοιαν ὁ εὐαγγελιστὴς, φησίν· Ἐν τῷ καιρῷ τῆς ἐφόδου ὁ Ἰούδας εἱστήκει ἐγγὺς αὐτῶν, ἐκεῖνος ὁ εἰπών· Τί θέλετέ μοι δοῦναι, κἀγὼ ὑμῖν παραδώσω αὐτόν; Οὐκ ἐντεῦθεν δὲ μόνον ἔστι θεάσασθαι τὴν δύναμιν τοῦ Χριστοῦ, ἀλλ' ὅτι καὶ φωνὴν ἀφέντος ψιλὴν, ἀπῆλθον καὶ ἔπεσον χαμαί. Ἐπειδὴ δὲ οὐδὲ οὕτως ἀφίσταντο τῆς ἀναισχυντίας, λοιπὸν ἑαυτὸν παραδίδωσι, μονονουχὶ λέγων· Ἐγὼ τὸ ἐμαυτοῦ ὅλον ἐποίησα, τὴν δύναμιν ἐξεκάλυψα τὴν ἐμαυτοῦ, ἔδειξα ὅτι ἀδυνάτοις ἐπιχειρεῖτε πράγμασιν. Ἠβουλήθην καταστεῖλαι ὑμῶν τὴν πονηρίαν· ἐπειδὴ δὲ ὑμεῖς οὐκ ἠβουλήθητε, ἀλλ' ἐπιμένετε παραπαίοντες, ἰδοὺ παραδίδωμι ἐμαυτόν. Ταῦτα δέ μοι εἴρηται, ἵνα μὴ κατηγορῶσί τινες τοῦ Χριστοῦ, λέγοντες· ∆ιὰ τί οὐ μετέβαλε τὸν Ἰούδαν; διὰ τί οὐκ ἐποίησεν αὐτὸν σώφρονα καὶ ἐπιεικῆ; Πῶς ἔδει ἐπιεικῆ ποιῆσαι αὐτόν; ἀνάγκῃ, ἢ γνώμῃ; Εἰ μὲν ἀνάγκῃ, οὐδ' οὕτως ἔμελλεν ἔσεσθαι βελτίων· οὐδεὶς γὰρ ἀνάγκῃ γένοιτ' ἂν ἀγαθός· εἰ δὲ γνώμῃ καὶ προαιρέσει, πάντα τὰ δυνάμενα διορθῶσαι προαίρεσιν καὶ γνώμην εἰσήνεγκεν. Εἰ δὲ μὴ ἐβουλήθη δέξασθαι τὸ φάρμακον, οὐ τοῦ ἰατροῦ τὸ ἔγκλημα, ἀλλὰ τοῦ τὴν θεραπείαν διακρουσαμένου. Ὅρα οὖν ὅσα ἐποίησεν, ὥστε αὐτὸν ἀνακτήσασθαι καὶ διασῶσαι. Ἐδίδασκεν αὐτὸν πᾶσαν φιλοσοφίαν διὰ πραγμάτων, διὰ ῥημάτων, ἀνώτερον αὐτὸν τῶν δαιμόνων ἐποίησε, θαύματα ἐργάζεσθαι πολλὰ παρεσκεύασεν, ἐφόβησε τῇ τῆς γεέννης ἀπειλῇ, προετρέψατο τῇ τῆς βασιλείας ἐπαγγελίᾳ· ἤλεγξε διηνεκῶς τὰ ἀπόῤῥητα αὐτοῦ βουλεύματα, ἐλέγχων δὲ οὐκ ἐδημοσίευε· τοὺς πόδας αὐτοῦ μετὰ τῶν ἄλλων ἔνιψεν, ἁλῶν αὐτῷ καὶ τραπέζης ἐκοινώνησεν· οὐδὲν, οὐ μικρὸν, ἢ μέγα ἐνέλιπεν· ὁ δὲ ἑκὼν ἔμεινεν ἀδιόρθωτος. Καὶ ἵνα μάθῃς, ὅτι δυνατὸς ὢν μεταβαλέσθαι οὐκ ἠθέλησεν, ἀλλὰ τῆς αὐτοῦ ῥᾳθυμίας τὸ πᾶν ἐγένετο, ἄκουσον. Ἐπειδὴ γὰρ παρέδωκεν αὐτὸν, ἔῤῥιψε 49.378 τὰ τριάκοντα ἀργύρια, καί φησιν· Ἥμαρτον παραδοὺς αἷμα δίκαιον. Τί γέγονεν; Ὅτε θαυματουργοῦντα εἶδες, οὐκ ἔλεγες, Ἥμαρτον παραδοὺς αἷμα ἀθῶον· ἀλλὰ, Τί θέλετέ μοι δοῦναι, κἀγὼ ὑμῖν παραδώσω αὐτόν; Ἐπειδὴ δὲ τὸ κακὸν προεχώρησε, καὶ ἡ προδοσία τέλος ἔσχε, καὶ ἡ ἁμαρτία ἀπήρτιστο, τότε ἐπέγνως τὴν ἁμαρτίαν. Τί οὖν ἐντεῦθεν μανθάνομεν; Ὅτι ὅταν μὲν ῥᾳθυμῶμεν, οὐδὲ παραίνεσις ἡμᾶς ὠφελεῖ· ὅταν δὲ σπουδάζωμεν, καὶ αὐτοὶ ἀφ' ἑαυτῶν διαναστῆναι δυνάμεθα. Καὶ γὰρ καὶ οὗτος, ὅτε παρῄνει μὲν ὁ διδάσκαλος, οὐκ ἤκουεν· ὅτε δὲ οὐδεὶς ἦν ὁ παραινῶν, τὸ οἰκεῖον συνειδὸς ἐπανέστη, καὶ μηδενὸς ὄντος διδασκάλου μετεβάλετο, καὶ κατέγνω τῶν τετολμημένων, καὶ ἔῤῥιψε τὰ τριάκοντα ἀργύρια. Τί θέλετέ μοι δοῦναι, κἀγὼ ὑμῖν παραδώσω αὐτόν; Καὶ ἔστησαν, φησὶν, αὐτῷ τριάκοντα ἀργύρια. Τιμὴν κατέβαλον