1

 2

 3

 4

 5

4

Ἐπειδὴ γὰρ ἤκουσε τοῦ Κυρίου εἰρηκότος, Ὅσα ἐὰν δήσητε ἐπὶ τῆς γῆς, ἔσται δεδεμένα ἐν τῷ οὐρανῷ· καὶ ὅσα ἐὰν λύσητε ἐπὶ τῆς γῆς, ἔσται λελυμένα ἐν τῷ οὐρανῷ· ἐπεργάσεται τὴν ἐπαγγελίαν τοῦ Κυρίου, βουλόμενος ἅμα μαθεῖν, καὶ πόση ἐστὶν ἡ τοιαύτη τοῦ Κυρίου φιλάνθρωπος χάρις. Εἶπες ἡμῖν, Ὅσα ἐὰν δήσητε ἐπὶ τῆς γῆς, ἔσται δεδεμένα καὶ ἐν τῷ οὐρανῷ, καὶ ὅσα ἐὰν λύσητε ἐπὶ τῆς γῆς, ἔσται λελυμένα καὶ ἐν τῷ οὐρανῷ. Ποσάκις οὖν ἐὰν ἁμαρτήσῃ εἰς ἐμὲ ὁ ἀδελφός μου, ἀφήσω αὐτῷ; ἕως ἑπτάκις; Ὁ δὲ Κύριος σκοπήσας τὸ πτωχὸν αὐτοῦ τῆς περὶ τὸν πλησίον φιλανθρωπίας, εἶπε πρὸς αὐτόν· Οὐ μόνον λέγω σοι, Ἕως ἑπτάκις, ἀλλ' ἕως ἑβδομηκοντάκις ἑπτά. Σὺ μὲν γὰρ ὡς ἄνθρωπος πένης πενίαν ᾔτησας· ἐγὼ δὲ ὡς Θεὸς μεγαλόδωρος πλουσίως τὴν χάριν δεδώρημαι. Οὐ μόνον ἕως ἑπτάκις, ἀλλ' ἕως ἑβδομηκοντάκις ἑπτά. Ἀλλὰ μυστήριον ἔχει ὁ λόγος ἀπόκρυφον. Ἐὰν μὴ ὁ γεωργὸς τὴν δίκελλαν εἰς τὴν γῆν βαθύνῃ, τοὺς καρποὺς ἐν τῷ μέλλοντι καιρῷ οὐχ εὑρίσκει ἐπιτηδείους· οὕτω καὶ ἡμεῖς, ἐὰν μὴ τὸν νοῦν ἡμῶν βαθύνωμεν εἰς τὸ γράμμα, τὸν κεκρυμμένον τοῦ Πνεύματος θησαυρὸν οὐχ εὑρίσκομεν. Ποσάκις ἐὰν ἁμαρτήσῃ εἰς ἐμὲ ὁ ἀδελφός μου, ἀφήσω αὐτῷ; ἕως ἑπτάκις; Καὶ τί γὰρ οὐκ εἶπεν, Ἕως ὀκτάκις, ἢ ἑξάκις, ἢ δεκάκις, ἀλλ' Ἕως ἑπτάκις; Ἐπειδὴ ὁ Θεὸς ἐποίησε τὰ σύμπαντα ἐν ἓξ ἡμέραις, καὶ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ κατέπαυσεν ἀπὸ τῶν ἔργων αὐτοῦ.

Μυστήριον ἐπερωτᾷ ὁ Πέτρος τὸν Κύριον, βουλόμενος μαθεῖν ἐκκλησιαστικοὺς κανόνας· οἷον, Ἐὰν ἁμαρτήσῃ εἰς ἐμὲ ὁ ἀδελφός μου ἐν πάσαις ταῖς ἡμέραις τῆς ζωῆς αὐτοῦ, ἐν δὲ τῇ τελευταίᾳ ἡμέρᾳ τῆς ζωῆς αὐτοῦ, οἷον, εἰ ἐν τῇ ἑβδόμῃ μετανοήσῃ ἀφήσω αὐτῷ; Ὁ δὲ Κύριος ἐπέστρεψε λέγων· Οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ ἀφήσεις αὐτῷ τὰ ἁμαρτήματα, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι αἰῶνι συγχωρήσεις αὐτῷ, μακροτέρῳ ὑπάρχοντι παρὰ τοῦτον τὸν αἰῶνα ἑβδομηκοντάκις ἑπτά. Ἀληθὴς γάρ ἐστιν ὁ εἰπών σοι, ὅτι Ὅσα ἐὰν λύσητε ἐπὶ τῆς γῆς, ἔσται λελυμένα ἐν τῷ οὐρανῷ. Ἀλλ' ἔτι βαθύτερον ἐπεργασώμεθα τὸ νόημα. Ποσάκις, ἐὰν ἁμάρτῃ εἰς ἐμὲ ὁ ἀδελφός μου, οὐκ εἰς σὲ τὸν Θεὸν, ἀλλ' εἰς ἐμὲ, ἀφήσω αὐτῷ; Ὁ δὲ Κύριος πρὸς αὐτὸν, Οὐ μόνον τὰ εἰς ἐμὲ ἕως ἑπτάκις ἁμαρτήματα συγχωρήσεις, ἀλλὰ γὰρ καὶ ἑβδομηκοντάκις ἑπτά. Ἀληθὲς γάρ ἐστιν ὃ εἶπεν, ὅτι Πᾶσα ἁμαρτία καὶ βλασφημία ἀφεθήσεται τοῖς ἀνθρώποις, ἡ δὲ κατὰ τοῦ ἁγίου Πνεύματος βλασφημία οὐκ ἀφεθήσεται οὐδὲ ἐν τῷ νῦν αἰῶνι τούτῳ, οὐδὲ ἐν τῷ μέλλοντι. Χάρις δὲ τῷ Θεῷ, ὅτι ἡμεῖς ταύτην τὴν ἁμαρτίαν οὐ φοβούμεθα· οὐ γὰρ βλασφημοῦμεν τὸ Πνεῦμα τὸ ἅγιον, ἀλλὰ προσκυνοῦμεν καὶ δοξολογοῦμεν. Ἀλλ' ἔτι ξέσωμεν τὸν λόγον. Καὶ γὰρ χρυσὸς χωνευόμενος στιλβότερος γίνεται· οὕτω καὶ Γραφὴ ξεομένη τρανοτέρα εὑρίσκεται. Ποσάκις, ἐὰν ἁμαρτήσῃ εἰς ἐμὲ ὁ ἀδελφός μου, ἀφήσω αὐτῷ; ἕως ἑπτάκις;

Ἐπειδὴ ᾔδει, ὅτι ὁ νόμος συγχωρεῖ τοῖς ἀνθρώποις τὰ παραπτώματα ἐν τῇ ἑβδομάδι τοῦ αἰῶνος τούτου· οὐ γὰρ εἶχε τὴν ὀγδόην ἡμέραν τῆς ἀναστάσεως· οὔπω γὰρ ἦν παραγενόμενος ὁ Χριστὸς, ὁ ἔχων τὴν ἀναστάσιμον ἡμέραν· ὅθεν καὶ ∆αυῒδ, ἐπειδὴ ὑπὸ νόμον ὑπῆρχεν, ἑπτάκις αἰνεῖ τὸν Θεὸν ἐν τῇ ἡμέρᾳ· λέγει γὰρ, Ἑπτάκις τῆς ἡμέρας ᾔνεσά σοι· οὐκ ὀκτάκις· οὔπω γὰρ ἦλθέ μοι Χριστὸς, ἡ ὀγδόη τῆς ἀναστάσεως ἡμέρα· ἔτι εἰμὶ ὑπὸ νόμον, ὑπὸ νόμον δουλεύσω σοι· ἔτι τῆς παιδίσκης εἰμὶ υἱὸς, τῆς συναγωγῆς· οὔπω γὰρ ἐκ τῆς ἐλευθέρας γεγέννημαι· διὸ λέγει, Ἐγὼ δοῦλος σὸς, καὶ υἱὸς τῆς παιδίσκης σου. Τῶν γὰρ ἐν τῇ χάριτι ἀναγεννηθέντων Χριστιανῶν ἡ μήτηρ ἐλευθέρα ἐστὶ, καθὰ λέγει ὁ Ἀπόστολος· Ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστὶν ἥτις ἐστὶ μήτηρ πάντων ἡμῶν. Ποσάκις οὖν ἁμαρτήσει εἰς ἐμὲ ὁ ἀδελφός μου, καὶ ἀφήσω αὐτῷ; ἕως ἑπτάκις; Οἱονεὶ ἔλεγε, Κελεύεις συγχωρῆσαι τὰ πλημμελήματα τοῖς ἀδελφοῖς μου, ὡς ὁ νόμος τοῦτο γάρ ἐστιν, Ἕως ἑπτάκις, ἢ πλεῖόν τι; Ὁ δὲ Κύριος ὑπερπλεονάζει τὴν χάριν λέγων· Οὐ μόνον ἕως ἑπτάκις, ἀλλ' ἕως ἑβδομηκοντάκις ἑπτά.