4
ἐκείνης, οὐδὲν τούτων ἀφῆκεν ὁ Θεὸς συμβῆναι, ἀλλ' εὐθέως ἐκέλευσεν ἀφεῖναι τὸ σῶμα τὴν ψυχὴν, ὡς ἀρκούντως ἀγωνισαμένην δεξάμενος, καὶ τὸ πᾶν πληρώσασαν. Οὐ γὰρ τῆς φύσεως τοῦ πτώματος ὁ θάνατος ἦν, ἀλλὰ τῆς τοῦ Θεοῦ προσταγῆς. Ἔκειτο δὴ τὸ σῶμα λοιπὸν οὐκ ἐπὶ κλίνης, ἀλλ' ἐπὶ ἐδάφους· ἀλλ' οὐκ ἦν ἄτιμον ἐπὶ ἐδάφους κείμενον, ἀλλ' αὐτὸ τὸ ἔδαφος ἦν τίμιον, ἐπειδὴ σῶμα τοσαύτῃ δόξῃ ἠμφιεσμένον ἐδέξατο. ∆ι' αὐτὸ μὲν οὖν τοῦτο μάλιστα τὸ κεῖσθαι ἐπὶ ἐδάφους τιμιώτερον ἦν ἐκεῖνο τὸ σῶμα· αἱ γὰρ διὰ τὸν Χριστὸν ὕβρεις πλεονασμὸν ἡμῖν παρέχουσι τιμῆς. Ἔκειτο τοίνυν ἐπ' ἐδάφους, ἐπὶ τοῦ στενωποῦ τὸ παρθενικὸν ἐκεῖνο καὶ παντὸς χρυσίου καθαρώτερον σῶμα· καὶ ἄγγελοι μὲν περιέστελλον, ἀρχάγγελοι δὲ πάντες ἐτίμων καὶ ὁ Χριστὸς παρῆν. Εἰ γὰρ δεσπόται τοὺς ἐπιεικεστέρους τῶν οἰκετῶν τελευτῶντας προπέμπουσι, καὶ οὐκ ἐπαισχύνονται, πολλῷ μᾶλλον ὁ Χριστὸς τὴν δι' αὐτὸν ἀφεῖσαν τὴν ψυχὴν καὶ τοσοῦτον ἀναδεξαμένην κίνδυνον οὐκ ἂν ἐπῃσχύνθη τιμῆσαι τῇ αὐτοῦ παρουσίᾳ. Ἔκειτο τοίνυν μέγα ἐντάφιον ἔχουσα τὸ μαρτύριον τῷ κόσμῳ τῆς ὁμολογίας καλλωπιζομένη, πάσης βασιλικῆς ἁλουργίδος, πάσης πορφύρας τιμίας τιμιωτέραν περιβεβλημένη στολήν· καὶ διπλῆν ταύτην, τὴν τῆς παρθενίας, καὶ τὴν τοῦ μαρτυρίου· μετὰ τούτων τῶν ἐνταφίων παραστήσεται τῷ βήματι τοῦ Χριστοῦ. Τοιαύτην τινὰ καὶ ἡμεῖς σπουδάζωμεν, καὶ ζῶντες, καὶ τελευτήσαντες περιβάλλεσθαι στολὴν, εἰδότες, ὅτι χρυσοῖς μὲν ἱματίοις τὸ σῶμά τις καλλωπίσας, οὐδὲν ὤνησεν, ἀλλὰ καὶ πολλοὺς ἐπεσπάσατο κατηγόρους, ὡς οὐδὲ ἐν τελευτῇ κενοδοξίας ἀφιστάμενος· ἀρετὴν δὲ περιθέμενος, πολλοὺς ἕξει καὶ μετὰ τὴν τελευτὴν ἐπαινέτας. Καὶ γὰρ αὐτῶν τῶν βασιλικῶν αὐλῶν λαμπρότερος παρὰ πᾶσιν ὁ τάφος ἔσται ἐκεῖνος, ἔνθα ἂν ᾖ σῶμα κείμενον ἀρετῇ καὶ εὐσεβείᾳ συζῆσαν. Καὶ τούτου μάρτυρες ὑμεῖς οἱ τὰς μὲν θήκας τῶν πλουσίων, καίτοι χρυσᾶ ἐχούσας ἱμάτια καθάπερ σπήλαια παρατρέχοντες, πρὸς δὲ τὴν ἁγίαν ταύτην μετὰ πολλῆς δραμόντες τῆς προθυμίας, ἐπειδὴ μαρτυρίῳ, καὶ ὁμολογίᾳ, καὶ παρθενίᾳ ἀντὶ ἱματίων χρυσῶν ἑαυτὴν ἀμφιάσασα, ἀπῆλθεν ἡ μάρτυς. Μιμησώμεθα τοίνυν αὐτὴν κατὰ δύναμιν τὴν ἡμετέραν· κατεφρόνησεν ἐκείνη ζωῆς, καταφρονήσωμεν ἡμεῖς τρυφῆς, καταγελάσωμεν πολυτελείας, ἀποστῶμεν μέθης, ἀδηφαγίαν φύγωμεν. Οὐχ ἁπλῶς ταῦτα λέγω νῦν, ἀλλ' ἐπειδὴ πολλοὺς ὁρῶ, μετὰ τὸ λυθῆναι τὸ πνευματικὸν τοῦτο θέατρον ἐπὶ μέθην καὶ καπηλείαν, καὶ τὰς ἐν πανδοχείοις τραπέζας, καὶ τὴν ἄλλην ἀσχημοσύνην τρέχοντας. ∆ιὰ τοῦτο δέομαι καὶ παρακαλῶ διὰ παντὸς ἐν μνήμῃ καὶ διανοίᾳ τὴν ἁγίαν ταύτην ἔχειν, καὶ μὴ καταισχῦναι τὴν πανήγυριν, μηδὲ τὴν ἐκ τῆς ἑορτῆς ταύτης ἐγγινομένην ἡμῖν παῤῥησίαν ἀφελέσθαι. Καὶ γὰρ οὐχ ὡς ἔτυχε πρὸς Ἕλληνας διαλεγόμενοι καλλωπιζόμεθα τῷ πλήθει τῆς ἑορτῆς, καταισχύνοντες αὐτοὺς καὶ λέγοντες, ὅτι πόλιν ὁλόκληρον καὶ δῆμον 50.583 τοσοῦτον κόρη μία τελευτήσασα πρὸς ἑαυτὴν ἐπισπᾶται καθ' ἕκαστον ἐνιαυτὸν, καὶ μετὰ τοσαῦτα ἔτη, καὶ χρόνος οὐδεὶς τὴν ἀκολουθίαν τῆς τιμῆς διέκοψε ταύτης· ἀλλ' ἐὰν αἴσθωνται τῶν ἐν τῇ πανηγύρει γινομένων, τὸ πλέον ἀφῃρήμεθα τῶν ἐγκωμίων. Τὸ γὰρ πλῆθος τοῦτο τὸ παραγενόμενον νῦν, ἂν μὲν μετ' εὐταξίας παραγίνηται, κόσμος ἡμῖν μέγιστος· ἂν δὲ μετὰ ῥᾳθυμίας, καὶ ὀλιγωρίας πολλῆς, ὄνειδος καὶ κατηγορία. δʹ. Ἵνα οὖν ἐναβρυνώμεθα τῷ πλήθει τῆς ὑμετέρας ἀγάπης, μετὰ τῆς αὐτῆς οἴκαδε εὐταξίας ἀναχωρῶμεν, μεθ' ὅσης εἰκὸς μάρτυρι τοιαύτῃ συγγινομένους ἀπιέναι. Εἰ γάρ τις μὴ οὕτως οἴκαδε ἀπέλθοι, οὐ μόνον οὐδὲν ὤνησεν, ἀλλὰ καὶ κίνδυνον καθ'