4
εὐπορίαν. Τοιαύτη γὰρ τῶν πνευματικῶν πραγμάτων ἡ φύσις· αὔξεται τῇ διανομῇ, καὶ πλείων γίνεται τῇ διαιρέσει. Οὐχ οὕτω λειμῶνές εἰσι τερπνοὶ, ῥόδα καὶ ἴα παρεχόμενοι τοῖς θεωμένοις, ὡς μαρτύρων τάφοι, ἀμάραντόν τινα καὶ ἀκατάλυτον ταῖς ψυχαῖς παρεχόμενοι τῶν θεωμένων τὴν ἡδονήν. γʹ. Ἁψώμεθα τοίνυν τῶν θηκῶν ἐκείνων μετὰ πίστεως, διαθερμανθῶμεν τὴν διάνοιαν, κινήσωμεν ὀδυρμούς. Πολλὰ ἡμῖν ἡμάρτηται καὶ μεγάλα ἁμαρτήματα· διὰ τοῦτο πολλῆς δεόμεθα τῆς θεραπείας, σφοδρᾶς τῆς ἐξομολογήσεως. Ἔῤῥευσαν οἱ ἅγιοι μάρτυρες αἷμα, ῥευσάτωσάν σοι οἱ ὀφθαλμοὶ δάκρυα· δύνανται καὶ δάκρυα πυρὰν ἁμαρτημάτων κατασβέσαι· κατεξάνθησαν ἐκεῖνοι τὰς πλευρὰς, δημίους εἶδον περιεστῶτας· τοῦτο καὶ σὺ ποίησον ἐπὶ τῷ συνειδότι· κάθισον τὸν λογισμὸν δικάζοντα ἐπὶ τοῦ θρόνου τῆς ἀδεκάστου διανοίας, παράγαγε τὰ ἡμαρτημένα σοι πάντα εἰς μέσον, φοβεροὺς ἐπίστησον τοῖς πλημμελήμασι λογισμοὺς, κόλασον τὰς ἀτόπους ἐνθυμήσεις, ἐξ ὧν τὰ ἁμαρτήματα γέγονε, 50.650 μετὰ πολλῆς καταξαινέσθω τῆς σφοδρότητος. Ἐὰν οὕτω μελετήσωμεν δικάζειν ἑαυτοὺς, καὶ φευξόμεθα τὸ φοβερὸν ἐκεῖνο κριτήριον. Ὅτι γὰρ ὁ κρίνων ἑαυτὸν νῦν, καὶ τῶν ἡμαρτημένων εὐθύνας ἑαυτὸν ἀπαιτῶν ἀκριβεῖς, οὐ δώσει κατὰ τὸ μέλλον δίκην, ἄκουσον τοῦ Παύλου λέγοντος· Εἰ γὰρ ἐκρίνομεν ἑαυτοὺς, οὐκ ἂν ἐκρινόμεθα ὑπὸ τοῦ Κυρίου. Τοῖς γὰρ ἀναξίως μετέχουσι τῶν μυστηρίων ἐγκαλῶν, οὕτως ἔλεγεν· Ὁ ἐσθίων καὶ πίνων ἀναξίως, ἔνοχος ἔσται τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ Κυρίου. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· ὥσπερ οἱ σταυρώσαντες, φησὶ, τὸν Ἰησοῦν, οὕτω καὶ οἱ τῶν μυστηρίων ἀναξίως μετέχοντες δίκην δώσουσιν. Καὶ μὴ καταγνώσωσί τινες ὑπερβολὴν τοῦ λόγου. Ἱμάτιόν ἐστι βασιλικὸν τὸ σῶμα τὸ δεσποτικόν· τὴν δὲ ἁλουργίδα τὴν βασιλικὴν καὶ ὁ διαῤῥήξας καὶ ὁ χερσὶν ἀκαθάρτοις μολύνας ὁμοίως ὕβρισαν· διὸ καὶ ὁμοίως κολάζονται· οὕτω καὶ ἐπὶ τοῦ σώματος τοῦ Χριστοῦ γίνεται. Ἰουδαῖοι μὲν αὐτὸ διέῤῥηξαν τοῖς ἥλοις ἐπὶ τοῦ σταυροῦ, σὺ δὲ ἐν ἁμαρτήμασι ζῶν, ἀκαθάρτῳ τε γλώττῃ καὶ διανοίᾳ. ∆ιὰ τοῦτο καὶ τὴν αὐτὴν ἐπήρτησέ σοι δίκην ὁ Παῦλος, καὶ ἐπάγει λέγων· ∆ιὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἀσθενεῖς καὶ ἄῤῥωστοι, καὶ κοιμῶνται ἱκανοί. Εἶτα δεικνὺς ὅτι οἱ τὰς εὐθύνας τῶν ἁμαρτημάτων ἑαυτοὺς ἀπαιτοῦντες ἐνταῦθα, δικάζοντες αὐτῶν τοῖς πλημμελήμασι, καὶ μηκέτι τοῖς αὐτοῖς περιπίπτοντες, δυνήσονται ἐξαρπάσαι τῆς μελλούσης ἑαυτοὺς ψήφου τῆς φοβερᾶς ἐκείνης καὶ ἀπαραιτήτου, προσέθηκε λέγων· Εἰ γὰρ ἑαυτοὺς ἐκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα· νυνὶ δὲ κρινόμενοι ὑπὸ τοῦ Κυρίου παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν. Καταξάνωμεν τοίνυν ἡμῶν τὴν διάνοιαν, σφοδρῶς ἐπιτιμῶντες τοῖς ἀκολάστοις τῶν λογισμῶν· ἀποσμήξωμεν ἡμῶν τὰς κηλῖδας διὰ τῶν δακρύων· μέγας τῶν ὀδυρμῶν τούτων ὁ καρπὸς, μεγάλη παράκλησις καὶ παραμυθία. Ὥσπερ γὰρ μεγάλη τοῦ γέλωτος καὶ τῆς διαχύσεως ἡ κόλασις, οὕτω καὶ ὁ διηνεκὴς ὀδυρμὸς παράκλησιν ἐμποιεῖ. Μακάριοι γὰρ, φησὶν, οἱ πενθοῦντες, ὅτι παρακληθήσονται. Οὐαὶ τοῖς γελῶσιν, ὅτι αὐτοὶ κλαύσονται. ∆ιὰ τοῦτο καὶ ὁ Παῦλος, καίτοι μηδὲν ἑαυτῷ συνειδὼς ἁμάρτημα, ἐν δάκρυσι καὶ θρήνοις τὸν πάντα διέτριβε χρόνον. Τίς ταῦτά φησιν; Αὐτὸς ὁ μακάριος ἐκεῖνος· Τριετίαν νύκτα καὶ ἡμέραν, φησὶν, οὐκ ἐπαυσάμην μετὰ δακρύων νουθετῶν ἕνα ἕκαστον ὑμῶν. Ἐκεῖνος τριετίαν, ἡμεῖς κἂν μῆνα ἕνα· ἐκεῖνος νύκτας καὶ ἡμέρας, ἐκεῖνος ὑπὲρ ἀλλοτρίων ἁμαρτημάτων, ἡμεῖς κἂν ὑπὲρ τῶν οἰκείων πλημμελημάτων· ἐκεῖνος οὐδὲν ἑαυτῷ συνειδὼς, ἡμεῖς κἂν διὰ τὴν βαρεῖαν ἡμῶν συνείδησιν. Τίνος δὲ ἕνεκεν κλαίει; διὰ τί μὴ διδάσκει καὶ παραινεῖ μόνον, ἀλλὰ καὶ δάκρυα προστίθησι;