1

 2

 3

 4

4

Προηγήσατό ποτε καὶ Μαρία τοῦ λαοῦ, τὰ ὀστᾶ τοῦ Ἰωσὴφ ἐπιφερομένη, καὶ ᾖσεν ᾠδήν· ἀλλ' ἐκείνη μὲν Αἰγυπτίων καταποντισθέντων, σὺ δὲ δαιμόνων ἀποπνιγομένων· ἐκείνη τοῦ Φαραὼ καταποντισθέντος, σὺ δὲ τοῦ διαβόλου κατενεχθέντος· ἐκείνη κύμβαλα ἔχουσα, σὺ δὲ διάνοιαν καὶ ψυχὴν ὑπὲρ σάλπιγγα ἠχοῦσαν· ἐκείνη Ἰουδαίων ἐλευθερωθέντων, σὺ δὲ τῆς Ἐκκλησίας στεφανουμένης· ἐκείνη δῆμον ἕνα ἐξάγουσα ὁμόγλωττον, σὺ δὲ μυρίους δήμους ἑτερογλώσσους. Καὶ γὰρ μυρίους ἡμῖν ἐξήγαγες χοροὺς, τοὺς μὲν τῇ Ῥωμαίων, τοὺς δὲ τῇ Σύρων, τοὺς δὲ τῇ βαρβάρων, τοὺς δὲ τῇ Ἑλλάδι φωνῇ τὰ τοῦ ∆αυῒδ ἀνακρουομένους ᾄσματα· καὶ διάφορα ἔθνη καὶ διαφόρους χοροὺς ἦν ἰδεῖν μίαν κιθάραν ἅπαντας ἔχοντας, τὴν τοῦ ∆αυῒδ, καὶ ταῖς εὐχαῖς σε στεφανοῦντας. Ἐπεζήτει τῆς ἑορτῆς ταύτης ἡ εὐφροσύνη καὶ τὸν θεοφιλέστατον βασιλέα τὸν μετὰ σοῦ τὸ ἄροτρον τῆς εὐσεβείας ἕλκοντα· ἀλλὰ καὶ τοῦτο τῆς σῆς ἐγένετο συνέσεως, τὸ κατασχεῖν αὐτὸν σήμερον οἴκοι, καὶ εἰς τὴν αὔριον ὑποσχέσθαι τὴν παρουσίαν. Ἵνα γὰρ μὴ τῶν ἱππέων τὸ πλῆθος μηδὲ τῶν ὡπλισμένων στρατιωτῶν ὁ θόρυβος λυμήνηται παρθένοις, γεγηρακυίαις, πρεσβύταις ἀνδράσι, καὶ διαταράξῃ τὴν ἑορτὴν, ἄξια τῆς ἑαυτῆς συνέσεως ποιοῦσα διενείματο τὴν πανήγυριν. Εἰ μὲν γὰρ ἀμφοτέροι σήμερον παρεγένοντο, σήμερον ἂν τέλος ἔλαβε τὰ τῆς ἑορτῆς· ἵνα δὲ καὶ ἡσυχίαν ἐργάσηται τῇ παρούσῃ ἡμέρᾳ, καὶ τῇ προσθήκῃ τῆς αὔριον ἐπιδαψιλεύσηται τὴν εὐφροσύνην, διενείματο πρὸς αὐτὸν τὴν λειτουργίαν, καὶ αὐτὴ σήμερον παραγενομένη, αὔριον ἡμῖν ἐπηγγείλατο τὴν ἐκείνου παρουσίαν. Ὥσπερ γὰρ κοινωνεῖ τῆς βασιλείας αὐτῷ, οὕτω καὶ τῆς εὐσεβείας, καὶ οὐκ ἀφίησιν ἐν τοῖς κατορθώμασιν ἄμοιρον εἶναι, ἀλλὰ πανταχοῦ συμμεριστὴν λαμβάνει.

Ἐπεὶ οὖν καὶ εἰς τὴν ἐπιοῦσαν ἐκταθῆναι δεῖ τὴν πανήγυριν ἡμῖν τὴν πνευματικὴν, τὴν αὐτὴν σπουδὴν πάλιν ἐπιδειξώμεθα, ἵνα ὥσπερ σήμερον τὴν φιλόχριστον ταύτην μετὰ τῆς πόλεως εἴδομεν, οὕτως αὔριον τὸν θεοφιλῆ βασιλέα μετὰ τοῦ στρατοπέδου θεασώμεθα παραγινόμενον, καὶ τὴν αὐτὴν προσάγοντα τῷ Θεῷ θυσίαν τὴν ἀπὸ τῆς εὐλαβείας, τὴν ἀπὸ τοῦ ζήλου, τὴν ἀπὸ τῆς πίστεως· καὶ λαβόντες τοὺς ἁγίους μάρτυρας κοινωνοὺς τῶν εὐχῶν, εὐξώμεθα αὐτοῖς ζωῆς μῆκος, γῆρας λιπαρὸν, παῖδας καὶ παίδων παῖδας, καὶ πρό γε τούτων ἁπάντων, τὸν ζῆλον τοῦτον ἐπιταθῆναι, τὴν εὐλάβειαν ἐπιδοθῆναι, καὶ οὕτως τὸν παρόντα διανύσαι βίον, ὡς καὶ κατὰ τοὺς ἀκηράτους αἰῶνας συμβασιλεῦσαι τῷ μονογενεῖ Υἱῷ τοῦ Θεοῦ· Εἰ γὰρ ὑπομένομεν, φησὶ, καὶ συμβασιλεύσομεν· καὶ τῶν αἰωνίων ἐπιτύχωμεν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἀξιωθῆναι, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.