4
υἱοὺς γενέσθαι. Πανταχοῦ γὰρ ἄρχει τῶν εὐεργεσιῶν ὁ Θεὸς καὶ ὥσπερ τὸν ἄνθρωπον πλάττων, οὐδέπω γενόμενον ἐτίμησε τῇ ἀρχῇ, εἰπών· Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν· ἐπὶ δὲ τῆς Καινῆς καὶ μειζόνως· οὐ γὰρ δὴ μόνον μηδὲν εἰργασμένους, ἀλλὰ καὶ μυρία κακὰ εἰργασμένους ἐτίμησε διὰ τῆς τοῦ λουτροῦ παλιγγενεσίας· οὕτω καὶ ἐνταῦθα ἔστιν ἰδεῖν, ὅτι τῇ υἱοθεσίᾳ οὐχὶ μόνον οὐδὲν κατωρθωκότας, ἀλλὰ καὶ ἐπταικότας ἐτίμησεν. Οὐ μὴν ἐπειδὴ τιμᾷ πρὸ τῶν πόνων, ἀποστερεῖ μετὰ τοὺς πόνους, ἀλλὰ καὶ τότε μείζονα δίδωσι τὰ ἔπαθλα. Καὶ ὕψωσα. Τὰ ἐν Αἰγύπτῳ, τὰ ἐν τῇ ἐρήμῳ, τὰ ἐν Παλαιστίνῃ ἑνὶ ῥήματι παρέδραμεν. Ἔθος γὰρ τῷ Θεῷ τοῦτο, διὰ τὴν περιουσίαν τῶν εὐεργεσιῶν μὴ κατὰ μικρὸν ἐνδιατρίβειν τῇ διηγήσει τῶν γεγενημένων. Αὐτοὶ δέ με ἠθέτησαν. Παρέβησάν μου, φησί, τὸν νόμον, τὰ προστάγματά μου κατέλιπον. Ἔγνω βοῦς τὸν κτησάμενον, καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ. Αἱ συγκρίσεις αὔξησιν τῆς κατηγορίας ποιοῦσιν καὶ μάλιστα ὅταν ἐξ ἀνίσων ὦσιν· καθὼς καὶ ὁ Χριστός φησι. Ἄνδρες Νινευῗται ἀναστήσονται ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς ταύτης καὶ κατακρινοῦσιν αὐτήν· καὶ πάλιν Βασίλισσα νότου ἐγερθήσεται ἐν τῇ κρίσει καὶ κατακρινεῖ τὴν γενεὰν ταύτην, ὅτι ἦλθεν ἐκ τῶν περάτων τῆς γῆς ἀκοῦσαι τὴν σοφίαν Σολομῶντος. Καὶ Ἱερεμίας δὲ πάλιν φησί· Πορεύθητε εἰς νήσους Κετιὶμ καὶ ἴδετε· καὶ εἰς Κεδὰρ ἀποστείλατε καὶ γνῶτε, εἰ ἀλλάξονται ἔθνη τοὺς θεοὺς αὐτῶν· ὁ δὲ λαός μου ἠλλάξατο τὴν δόξαν αὐτοῦ, ἐξ ἧς οὐκ ὠφεληθήσεται. Τὸ ἀνεπαχθὲς τῆς νομοθεσίας δείκνυσι καὶ ὅσον ἀπαιτεῖ παρὰ τῶν ἀνθρώπων μέτρον, ὃ καὶ ἀλόγοις εὔκολον κατορθῶσαι, καὶ ἀλόγων τοῖς ἀνοητοτέροις. Ἀλλ' ἐρεῖ τις, ὅτι ἐκεῖνα ἐν τῇ φύσει ἔχει τὸ γνωρίζειν. Ἀλλὰ δυνατὸν τὰ φύσει κατορθούμενα ἐκείνοις ἐκ προαιρέσεως ὑφ' ἡμῶν γίνεσθαι. Ἔγνω βοῦς τὸν κτησάμενον· οὐ τὸ ἐξαίρετον τῆς δωρεᾶς τίθησιν αὐτοῖς, ἀλλὰ καὶ τῇ ὑπερβολῇ τῆς κακίας αὐτῶν αὔξει τὴν κατηγορίαν. Ὥσπερ γὰρ εἰς ἐντροπὴν αὐτῶν τὰ στοιχεῖα καλεῖ, οὕτω πάλιν οὐκ ἀνθρώποις, ἀλλὰ ἀλόγοις αὐτοῖς συγκρίνει, καὶ τούτων τοῖς ἀνοητοτάτοις, καὶ δείκνυσι χείρους κἀκείνων.
1.3 Οὕτω καὶ Ἱερεμίας ποιεῖ, τρυγόνα καὶ χελιδόνα παράγων εἰς μέσον, καὶ ὁ Σολομῶν δὲ νῦν μὲν πρὸς τὸν μύρμηκα, νῦν δὲ πρὸς τὴν μέλιτταν πέμπων τὸν ἀργὸν βίον ζῶντα. Ἰσραὴλ δέ με οὐκ ἔγνω. Ἐπίτασις κακίας, ὅταν καὶ οἱ ᾠκειωμένοι, καὶ μετὰ τοσαύτας τιμάς, καὶ πάντες ἀθρόον πρὸς τὴν κακίαν ὦσιν ηὐτομοληκότες. Οὐκ εἶπεν Ἰακώβ, ἀλλ' Ἰσραήλ, ὥστε τῇ ἀρετῇ τοῦ προγόνου τῶν ἐκγόνων μείζονα δεῖξαι τὴν ἀγνωμοσύνην. Ὁ μὲν γὰρ τῇ τῆς ψυχῆς ἀρετῇ τὴν εὐλογίαν ἐπεσπάσατο τὴν τῆς προσηγορίας, οἱ δὲ διὰ τῆς παρανομίας αὐτὴν προὔδωκαν. Καὶ ὁ λαός μου ἐμὲ οὐ συνῆκεν· Ἐμέ, φησί, τὸν τοῦ ἡλίου φανερώτερον. Οὐαὶ ἔθνος ἁμαρτωλόν. Καὶ τοῦτο τοῖς προφήταις ἔθος, τοὺς τὰ ἀνίατα νοσοῦντας θρηνεῖν. Οὕτω καὶ Ἱερεμίας πολλαχοῦ· οὕτω καὶ ὁ Χριστὸς λέγων· Οὐαί σοι Χωραζί, οὐαί σοι Βηθσαϊδά. Ἐπεὶ καὶ τοῦτο διδασκαλίας εἶδος. Ὃν γὰρ οὐκ ἀνεκτήσατο λόγος, τοῦτον πολλάκις διώρθωσε θρῆνος. Λαὸς πλήρης ἁμαρτιῶν. Ἄλλη προσθήκη κατηγορίας, τὸ καὶ πάντας, καὶ μετ' ἐπιτάσεως. Σπέρμα πονηρόν. Οὐ τὴν γένεσιν αὐτῶν διαβάλλει, ἀλλὰ δείκνυσιν ἐκ πρώτης ἡλικίας ὄντας κακούς. Ὥσπερ γὰρ ὁ Ἰωάννης λέγων· Ὄφεις, γεννήματα ἐχιδνῶν, οὐ τὴν φύσιν αὐτὴν ἀτιμάζει· οὐ γὰρ ἂν εἶπε· Ποιήσατε οὖν καρποὺς ἀξίους τῆς μετανοίας, εἰ φύσει καὶ ἀπὸ γεννήσεως ἧσαν τοιοῦτοι· οὕτω καὶ ἐνταῦθα λέγων· Σπέρμα πονηρόν, οὐ τὴν γέννησιν αὐτῶν διαβάλλει. Υἱοὶ ἄνομοι. Οὐκ εἶπε· Παράνομοι, ἀλλ', Ἄνομοι, τῶν οὐδαμῶς εἰληφότων νόμον οὐδὲν ἄμεινον διακείμενοι. Ἀλλὰ τῆς προαιρέσεως τὴν διαφορὰν δηλοῖ. Ἐγκατελίπετε τὸν Κύριον καὶ παρωργίσατε. Ἐμφαντικῶς τοῦτο εἴρηκε. Καὶ γὰρ ἤρκει τὸ ὄνομα τοῦ Θεοῦ εἰς κατηγορίαν· ὅπερ ὁ Ἱερεμίας ἐγκαλεῖ λέγων· Ὅτι καὶ αὐτοῦ ἀπέστησαν, καὶ δαίμοσι προσηλώθησαν. Τὸν ἅγιον τοῦ Ἰσραήλ. Καὶ τοῦτο κατηγορίας ἐπίτασις, ὅτι κοινὸς