1

 2

 3

 4

 5

 6

 7

 8

4

ἀσθενείας, καὶ εἰς ἄνδρας τελεῖς, καὶ εἰς τὴν τῶν οὐρανῶν ἐνεγράφης πολιτείαν. Μὴ τοίνυν ἐπὶ τῆς ἀγορᾶς ἀνακαύσῃς πῦρ αἰσθητὸν, ἀλλ' ἐπὶ τῆς διανοίας ἄναψον φῶς πνευματικόν. Λαμψάτω γὰρ, φησὶ, τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ ἔργα ὑμῶν, καὶ δοξάσωσι τὸν Πατέρα ἡμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Τοῦτο τὸ φῶς πολλήν σοι φέρει τὴν ἀμοιβήν. Μὴ τὴν θύραν τῆς οἰκίας στεφανώσῃς, ἀλλὰ τοιαύτην ἐπίδειξαι πολιτείαν, ὥστε τὸν τῆς δικαιοσύνης στέφανον σῇ κεφαλῇ παρὰ τῆς τοῦ Χριστοῦ δέξασθαι χειρός, Μηδὲν εἰκῆ, μηδὲ ἁπλῶς γενέσθω· οὕτω Παῦλος ἐπέταξε πάντα εἰς δόξαν Θεοῦ ποιεῖν. Εἴτε γὰρ ἐσθίετε, φησὶν, εἴτε πίνετε, εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε. Καὶ πῶς ἔστι, φησὶ, φαγεῖν καὶ ποιεῖν εἰς δόξαν Θεοῦ; Κάλεσον πένητα, κοινωνὸν ποίησον τῆς τραπέζης τὸν Χριστὸν, καὶ εἰς δόξαν Θεοῦ ἔφαγες καὶ ἔπιες. Ἀλλ' οὐ τοῦτο μόνον ἐπέταξεν εἰς δόξαν Θεοῦ ποιεῖν, ἀλλὰ καὶ τὰ λοιπὰ ἅπαντα, οἷόν ἐστιν ἐμβαλεῖν εἰς τὴν ἀγορὰν, καὶ οἴκοι μεῖναι· ἀμφότερα ταῦτα διὰ τὸν Θεὸν γενέσθω. Καὶ πῶς ἔστιν ἀμφότερα ταῦτα γίνεσθαι διὰ τὸν Θεόν; Ὅταν εἰς ἐκκλησίαν βαδίζῃς, ὅταν εὐχῆς μετέχῃς, ὅταν διδασκαλίας πνευματικῆς, ἡ πρόοδος εἰς δόξαν Θεοῦ γέγονε. Πάλιν ἐστὶν οἴκοι διὰ τὸν Θεὸν μεῖναι. Πῶς καὶ τίνι τρόπῳ; Ὅταν ἀκούσῃς θορύβους, ἀταξίας καὶ πομπὰς διαβολικὰς, πονηρῶν ἀνθρώπων καὶ ἀκολάστων τὴν ἀγορὰν πεπληρωμένην, οἴκοι μένε, καὶ τῆς ταραχῆς ἀπαλλάττου ταύτης, καὶ ἔμεινας εἰς δόξαν Θεοῦ. Ὥσπερ δὲ τὰς οἴκοι διατριβὰς καὶ τὰς ἐξόδους ἔξεστι ποιεῖσθαι διὰ τὸν Θεὸν, οὕτω καὶ ἐπαίνους καὶ ψόγους. Καὶ πῶς ἔστιν εἰς δόξαν Θεοῦ τινα ἐπαινέσαι, φησὶ, καὶ αἰτιάσασθαι; Καθίζεσθε πολλάκις ἐν τοῖς ἐργαστηρίοις, ὁρᾶτε παριόντας πονηροὺς καὶ φαύλους ἀνθρώπους, τὰς ὀφρῦς ἀνασπῶντας, πεφυσιωμένους, παρασίτους καὶ κόλακας πολλοὺς ἐπισυρομένους, πολυτελῆ φοροῦντας ἱμάτια, πολλὴν περιβεβλημένους τὴν φαντασίαν, τὰ πάντων ἁρπάζοντας, πλεονεκτοῦντας.

Ἂν ἀκούσῃς τινὸς λέγοντος, Οὐχὶ ζηλωτὸς οὗτος, οὐχὶ μακάριος; ἐπιτίμησον, ἐγκάλεσον, ἐπιστόμισον, ταλάνισον, δάκρυσον· τοῦτό ἐστι ψέξαι διὰ τὸν Θεόν. Ὁ ψόγος διδασκαλία τοῖς συγκαθημένοις φιλοσοφίας καὶ ἀρετῆς ὁ τοιοῦτος, μηκέτι περὶ τὰ βιωτικὰ κεχηνέναι. Εἰπὲ πρὸς τὸν ταῦτα εἰρηκότα· ∆ιὰ τί μακάριος οὗτος; ἐπειδὴ θαυμαστὸν ἵππον ἔχει καὶ χρυσοχάλινον, καὶ οἰκέτας πολλοὺς κέκτηται, καὶ φαιδρὰν περιβέβληται στολὴν, καὶ μέθῃ καὶ τρυφῇ διαῤῥήγνυται καθ' ἑκάστην ἡμέραν; Ἀλλὰ διὰ τοῦτο ἄθλιος ἂν εἴη καὶ ταλαίπωρος, καὶ μυρίων δακρύων ἄξιος. Ὁρῶ γοῦν ὑμᾶς οὐδὲν δυναμένους ἐπαινέσαι τῶν αὐτοῦ, ἀλλὰ τὰ ἐκτὸς αὐτοῦ πάντα, τὸν ἵππον, τὸν χαλινὸν, τὰ ἱμάτια, ὧν οὐδέν ἐστι πρὸς αὐτόν. Τί γένοιτ' ἂν οὖν ἀθλιώτερον, εἰπέ μοι, τούτου, ὅταν ὁ μὲν ἵππος αὐτοῦ, καὶ ὁ χαλινὸς τοῦ ἵππου, καὶ τῶν 48.958 ἱματίων τὸ κάλλος, καὶ ἡ σωματικὴ τῶν οἰκετῶν εὐεξία θαυμάζηται, αὐτὸς δὲ ἀνεγκωμίαστος παρατρέχῃ; Τί τοίνυν γένοιτ' ἂν πενέστερον τούτου, τοῦ μηδὲν ἔχοντος καλὸν οἰκεῖον μήθ' ὃ δυνήσεται ἐντεῦθεν ἀπενεγκεῖν, ἀλλὰ τοῖς ἀλλοτρίοις καλλωπιζομένου πᾶσιν; Οἰκεῖος γὰρ ἡμῶν κόσμος καὶ πλοῦτος οὐκ οἰκέται καὶ ἱμάτια καὶ ἵπποι, ἀλλὰ ψυχῆς ἀρετὴ, καὶ πλοῦτος ἀγαθῶν ἔργων, καὶ ἡ πρὸς τὸν Θεὸν παῤῥησία.

δʹ. Πάλιν ἕτερον ἂν ἴδῃς πτωχὸν, ἀπεῤῥιμμένον, καταφρονούμενον πτωχείᾳ

καὶ ἀρετῇ συζῶντα, καὶ ταλανιζόμενον παρὰ τῶν συγκαθημένων, ἐπαίνεσον τοῦτον, καὶ γέγονεν ὁ ἔπαινος τοῦ παρελθόντος παραίνεσις καὶ συμβουλὴ χρηστῆς καὶ ἀγαθῆς πολιτείας. Εἰ λέγουσιν, ἄθλιος καὶ ταλαίπωρος, εἰπὲ ὅτι πάντων μὲν οὖν οὗτος μακαριώτατος, τὸν Θεὸν ἔχων φίλον, ἀρετῇ συζῶν, πλοῦτον κεκτημένος οὐδέποτ' ἐπιλείποντα, συνειδὸς ἔχων καθαρόν. Τί γὰρ αὐτῷ βλάβος ἐκ τῆς ἐνδείας τῶν χρημάτων, ὅταν τὸν οὐρανὸν καὶ τὰ ἐν τῷ οὐρανῷ μέλλῃ κληρονομεῖν ἀγαθά; Ἂν οὕτω καὶ αὐτὸς φιλοσοφῇς, καὶ ἄλλους παιδεύῃς, πολλὴν λήψῃ καὶ τοῦ ψόγου