4
μὲν πάντα κατὰ φύσιν ὡς Υἱός· ἐμνημόνευσε δὲ τὴν τιμὴν ἀναπέμπων, ἵνα μίαν συμφωνίαν Υἱοῦ καὶ Πατρὸς ἐπιδείξηται τοῖς ἀγνοοῦσιν. Ὡς δὲ ἠσφαλίσατο τὴν πίστιν, καὶ τοὺς τῶν ἀκροωμένων λογισμοὺς ὠχύρωσε, λοιπὸν ἐπὶ τὸ ἔργον χωρεῖ. Λάζαρε, δεῦρο ἔξω. Οὐκ ἐδιπλασίασε τὸν λόγον, ἵν' ὁ εἷς μόνος ἀναστῇ, καὶ μὴ ὁ δῆμος τῶν νεκρῶν ἄτακτον δράμῃ δρόμον. Ἕνα ζητῶ νεκρὸν, μὴ πάντες ἔλθητε· οὔπω γὰρ ἐκείνου τοῦ νεύματος ὁ καιρός. Ὅτε ἀκούσουσιν οἱ νεκροὶ τῆς φωνῆς τοῦ Υἱοῦ τοῦ ἀνθρώπου, καὶ οἱ ἀκούσαντες ζήσονται. Εἷς μόνος ἡκέτω τέως, εἷς λυέσθω διὰ τὴν τοῦ ἑνὸς Μονογενοῦς φιλίαν, ἑνὸς δέομαι δεσμώτου. Μηδεὶς ἀντιταττέσθω τῶν κάτω, μὴ πυλωρὸς ἀφανὴς, μὴ δεσμοφύλαξ βαρὺς, μὴ οἱ κάτω κλειδοῦχοι μελετήσαντες πάντες λαμβάνειν. Μάθε τοὺς ἐμοὺς πρῶτον διδόναι. Καὶ σὺ δὲ, ὦ ᾅδη, σιώπα, πεφίμωσο, 62.776 μηδὲν ξένον παθὼν, ∆εσπότῃ ὑπακούων, μηδὲν τούτων προσποιούμενος.
Ἄνθρωπος φυγὰς γίνεται τῶν σῶν προθύρων. Λάζαρε, δεῦρο ἔξω· νίκησον θάνατον τοῖς ἐμοῖς ἐπιτάγμασιν, νίκησον θάνατον συλήσας τὰ κάτω. Ἔτι μένω δεδεμένος, ἤδη κατ' αὐτοῦ στεφανούμενος. Ἐξῆλθεν ὁ Λάζαρος δεδεμένος καὶ βαδίζων ἐξῆλθε πάντα δεδεμένος, καὶ ὅλος κινούμενος· ὅλος γὰρ δι' ὅλου σφιγγόμενος ἦν πόδας καὶ χεῖρας, κατὰ τὸν ἐπιχώριον τῆς ταφῆς τρόπον. Οὐδὲ ἦν λοιπὸν ἔξω θανάτου καὶ τάφου. Πάλιν ἐπιτάσσει ὁ Ἰησοῦς καινὸν ἐπίταγμα· Λύσατε αὐτὸν, φησὶ, καὶ ἄφετε ὑπάγειν. ∆ιὰ τί αὐτομάτως οὐ λύεται ὁ θάνατον φυγὼν, ὁ τὴν κάτω φρουρὰν ἀνατρέψας· Ὑμεῖς λύσατε οἱ πάλαι δήσαντες, ἵνα τῶν οἰκείων δεσμῶν ἐπιγνῶτε τὰ σήμαντρα. Ὡς δὲ ἤκουσαν ταῦτα οἱ Φαρισαῖοι, ξένον βουλευτήριον συγκροτοῦσι λέγοντες, Τί ποιοῦμεν, ὅτι οὗτος ὁ ἄνθρωπος τοιαῦτα σημεῖα ποιεῖ; Μεγάλα ἐγκλήματα· νεκρῶν ἐγειρομένων θάνατος θανατοῦται, καὶ Λάζαρος ἀνίσταται ἐκ νεκρῶν· οἱ δὲ Ἰουδαῖοι νεκροῦνται τῇ γνώμῃ. Μὴ ἀτελὲς τοίνυν κάθησθε βουλευτήριον, ἀλλὰ πρόσθετε τὸν τοῦ ἐγκλήματος λόγον, καὶ εἴπατε· Τί ποιοῦμεν, ὅτι μετ' ὀλίγας ἡμέρας ἄνωθεν ἥλιος σκοτίζεται, κάτωθεν γῆ τρέμει μὴ φέρουσα τὰ πεπραγμένα, ἔνδοθεν τοῦ ναοῦ τὸ καταπέτασμα διαῤῥήγνυται, νεκρῶν δῆμος πρὸς ζωὴν ἐπανέρχεται; Πάλιν εἴπατε· Τί ποιοῦμεν, ὅτι ναὸς λύεται, ὅτι λατρεία παύεται, ὅτι ἡ πόλις ἐμπίπραται, ὅτι ἡμεῖς ἐκβαλλόμεθα, καὶ ἕτεροι ἀνθ' ἡμῶν κληρονόμοι καθίστανται; Τί ποιοῦμεν, ὅτι πάντα μεταφέρεται, προφῆται, ἀπόστολοι, ἱερωσύνη, νηστεία, πανήγυρις, λατρεία; καὶ Θεὸς δέξεται.
Περὶ τούτων σκέψασθε, περὶ τούτων βουλεύσασθε· αἱ γὰρ τῶν λόγων λέξεις ἀνωφελεῖς εἰσιν ὑμῖν, ἡ γνώμη μένει· λόγον γὰρ ὃν ἐὰν λαλήσητε, οὐ μὴ ἐμμένει ἐν ὑμῖν. Ἅπαξ τοίνυν δέδωκεν ὁ Θεὸς οἷς δέδωκεν, ἀεὶ ἑορτάζειν, ἀεὶ πανηγυρίζειν, καθ' ἕκαστον ἔτος ἀνανεοῦσθαι τῆς πανηγύρεως τὸν λόγον, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.