1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

4

Κατελείφθη καὶ Ἠλίας, ὡς φθάσαντες εἰρήκαμεν, πρὸς βραχὺ ὑποχωρήσας ἀπὸ προσώπου τοῦ Ἀχαὰβ καὶ τῆς Ἰεζάβελ· ἀλλ' ἕτερόν τι ᾠκονομεῖτο πρὸς τὸ ἐλθεῖν αὐτὸν εἰς Σαρεφθὰ τῆς Σιδῶνος, καὶ φιλο φρονηθῆναι ὑπὸ γυναικὸς χήρας, καὶ ταύτῃ παρέξαι τροφήν. Οὐ μὴ γὰρ ἐκλείψει, φησὶν, ἡ δρὰξ τοῦ ἀλεύ ρου, οὐδὲ τὸ ἔλαιον τοῦ καμψάκου· καὶ ἵνα διὰ τὴν κα κίαν τῶν Ἰουδαίων στήσῃ τὸν οὐρανὸν τρία ἔτη καὶ μῆνας ἓξ μὴ βρέξαι. Φησὶ γάρ· Ζῇ Κύριος, εἰ ἔσται ὑετὸς ἐπὶ τῆς γῆς, εἰ μὴ διὰ λόγου στόματός μου. Τὸ ἕως σφόδρα καταλειφθῆναι ὑπὸ τοῦ Θεοῦ, τοῦτο δεινὸν, ὥσπερ κατελείφθη ὁ Σαοὺλ καὶ ὁ Ἀβεσσαλὼμ μηκέτι πρὸς σωτηρίαν ἀναστρέψαντες· ἐγυμνώθησαν γὰρ τῆς τοῦ Θεοῦ προμηθείας. Ἐν τίνι κατορθώσει νεώτερος τὴν ὁδὸν αὐτοῦ; Ἐν τῷ φυλάξασθαι τοὺς λόγους σου. Ὀξύῤῥοπον πρὸς ἁμαρτίαν ἡ νεότης, εἰς ἡδονὰς καὶ πάθη ἀτιμίας ἀπαγομένη· ἐὰν δὲ τῇ φυλακῇ τῶν ἐντολῶν τοῦ Θεοῦ κρατῆται, μένει ἀβλαβής· ὅπερ γάρ ἐστιν ἀγελαίῳ πώλῳ χαλινὸς καὶ πωλοδάμνης, τοῦτο τοῖς νέοις γίνεται ὁ θεῖος λόγος. Ἐπειδὴ καὶ ∆ανιὴλ νέος ἦν· ἀλλ' ἐφύλαττε τὰς ἐντολὰς τοῦ Θεοῦ, καὶ προφητικῆς χά ριτος ἠξιώθη, καὶ τῶν ἀποῤῥήτων μυστηρίων εἰσηγητὴς γέγονεν. Ὡσαύτως καὶ οἱ τρεῖς παῖδες νέοι ὄντες τὸ πῦρ τῇ πίστει καὶ τοῖς ἔργοις αὐτῶν εἰς ἐναντίαν φύσιν με τήγαγον· ἀνεψύχοντο γὰρ ἐν μέσῳ τούτου, καὶ ἐδροσί ζοντο τῇ παῤῥησίᾳ τῆς πίστεως καὶ τῇ αὔρᾳ τοῦ Πνεύ ματος. Οὕτως οὖν καὶ ἡμῖν πρόσεστιν. Οἵτινες νέοι ὑπάρχουσι, διὰ τῆς συντηρήσεως τῶν ἐν τολῶν τοῦ Θεοῦ κοσμήσωσιν ἑαυτοὺς, καὶ μὴ γένωνται ἥλικες ἀργοὶ, ὡς Ἀβεσσαλὼμ, ὁ τῇ κακίᾳ συζῶν· ὅστις καὶ συνεπομένην ταύτῃ εἶχε κομῶσαν τὴν κεφαλὴν, ὁ ἀναίσθητος ἐν ταῖς φρεσίν. Ἡ γὰρ θρὶξ νεκρότητος σύμ βολον. Καὶ ἐκείνῳ μὲν αἰτίαι τῆς ἀπωλείας αἱ τρίχες γε γόνασι, κρεμασθέντι ἐξ αὐτῶν ἐν τῇ δρυῒ, ὡς ἡ τῶν βασιλέων ἱστορία διηγεῖται. Ἀλλ' ἔστι χαλεπὸν, ὅτι καὶ νῦν τινες τοῦτον ζηλοῦντες, ἀπαιωροῦσι πολυμήκεις βοστρύχους καὶ πλοκαμῖδας, τὰ τῆς γυναικωνίτιδος ἔργα τῇ ψοιᾷ καθαπλοῦντες τῇ βλακείᾳ, εἰκῇ φυσιούμενοι ἐν τῷ ἰδίῳ νοΐ· καὶ οὐκ οἴδασιν, ὅτι μᾶλλον ἀτιμίαν ἑαυτοῖς ἐπάγουσι, τοῦ Ἀποστόλου λέγοντος· Ἀνὴρ ἐὰν κομᾷ, ἀτιμία αὐτῷ ἐστιν. Ἕλληνες δὲ παρ' Ὁμήρῳ ἱστόρηνται τοῦτο ποιοῦντες· φησὶ γὰρ, Καρηκομόωντες Ἀχαιοί. Ἐπεὶ καὶ οἱ τῶν ἰατρῶν σοφοί φασι. Πρὸς οὖν εὐπρέ πειαν τῆς κεφαλῆς μεμετρημένας τὰς τρίχας ἔχοντες κατὰ τὴν τῶν ἀρχαίων ἀνδρῶν κόσμησιν ἀρκεσθησώμεθα, καὶ μὴ ὑπερκεῖσθαι ταύτας τῇ ψοιᾷ θελήσωμεν, μηδὲ τοῖς μεταφρένοις· ἀτιμία γάρ ἐστι τῷ τοιοῦτο ποιοῦντι, ὡς ἠκούσαμεν τοῦ Ἀποστόλου παραινοῦντος, Ἐν ὅλῃ 55.679 καρδίᾳ μου ἐξεζήτησά σε, μὴ ἀπώσῃ με ἀπὸ τῶν ἐν τολῶν σου. γʹ. Ζητοῦσι μὲν γὰρ πολλοὶ τὸν Θεὸν, ἀλλ' οὐκ ἐν ὅλῃ καρδίᾳ· μερίζουσι γὰρ ταύτην οὐ μόνον εἰς φροντίδας πραγμάτων βιωτικῶν, ἀλλὰ καὶ εἰς ἐπιθυμίας ἀτόπους καὶ φθόνους καὶ δόλους καὶ τὰς τῶν πλησίον ἐπιβουλάς. Ὁ δὲ τῶν θείων ἐραστὴς πᾶσαν ἀφιεροῖ τῷ Θεῷ τὴν διά νοιαν, καὶ τῆς ἐκεῖθεν ἀπολαύει προνοίας, μὴ καταπί πτων ἀπὸ τῶν αὐτοῦ ἐντολῶν εἰς βάραθρον ἀπωλείας, ἀλλὰ στοιχῶν τῷ ζῶντι Θεῷ, καὶ πᾶσαν τὴν ἑαυτοῦ διά νοιαν αὐτῷ ἀνατιθέμενος. Ἐν τῇ καρδίᾳ μου ἔκρυψα τὰ λόγιά σου, ὅπως ἂν μὴ ἁμάρτω σοι. Ὁ χρυσὸν κε κτημένος ἢ ἄργυρον ἢ λίθους τιμίους οὐκ ἔξω ταῦτα προ τίθησιν, ἀλλ' ἔνδον ἐν τοῖς ταμείοις καὶ τοῖς θαλάμοις ἐναποκρύπτει, ὥστε διαφυγεῖν τῶν τοιχωρύχων τὰς χεῖ ρας· οὕτω ὁ τὸν πλοῦτον ἔχων τῆς ἀρετῆς, κρύπτει τοῦ τον ἐν τῇ ψυχῇ, ὡς ἂν μὴ διὰ δόξης κενῆς τοῦτον οἱ τῶν ψυχῶν συλήσαιεν λωποδύται. Καὶ ἄλλως· οὐ κατέκρυψα, φησὶ, χρυσὸν ἣ ἄργυρον ἢ ἐσθῆτα μαλακήν τε καὶ περιῤῥέουσαν, ὅπου σὴς καὶ σκώληξ ἀφανίζει, καὶ κλέ πται διορύσσουσι καὶ