1

 2

 3

 4

 5

 6

 7

 8

 9

4

γʹ. ∆ιὰ δὴ ταῦτα καὶ Παῦλος οὐδὲν περὶ γεέννης τέως εἰπὼν, ἐπειδὴ πολλοῖς τὰ μέλλοντά ἐστιν ἄπιστα, ἀπὸ τῶν ἤδη συμβάντων, καὶ ὧν ἱκανὴν εἶχον πίστιν, αὐτοὺς σωφρονίσαι βούλεται. Εἰ γὰρ καὶ φοβερώτερα τὰ μέλλοντα, ἀλλὰ τοῖς ἀτελεστέροις τῶν ἀνθρώπων τὰ παρελθόντα πιστότερα, καὶ ταῦτα μᾶλλον αὐτοὺς ἐκείνων φοβεῖν εἴωθε. ∆ιὰ ταῦτα ἐντεῦθεν αὐτοῖς διαλέγεται, οἷς οὐδὲ τὸν σφόδρα ἀναισχυντοῦντα ἀπιστῆσαι δυνατὸν ἦν· ὁμοῦ δὲ καὶ Μαρκίωνι καὶ Μάνεντι, καὶ πᾶσι τοῖς τὰ αὐτὰ ἐκείνοις νοσοῦσι καιρίαν δίδωσι τὴν πληγήν. Εἰ γὰρ μή ἐστιν ὁ αὐτὸς Θεὸς τῆς Παλαιᾶς καὶ τῆς Καινῆς, ὁ καὶ ἐκεῖνα νουθετήσας, καὶ ταῦτα μέλλων διατυποῦν, περιττῶς μοι ταῦτα λέγεις, ὦ Παῦλε, καὶ φόβον οὐδένα τοῖς ἀκροαταῖς ἐντίθης. ∆ύναται γὰρ ὁ ἀκούων λέγειν, ὅτι εἰ ἕτερος ἐκεῖνός ἐστι Θεὸς, καὶ ἕτερος οὗτος, οὐ πάντως οὗτος κατὰ τὴν ἐκείνου κρινεῖ γνώμην, οὐδὲ τοῖς αὐτοῖς πείθεται νόμοις. Τί γὰρ, εἰ τῷ τῆς Παλαιᾶς Θεῷ πάντας ἔδοξε κολάσαι καὶ τιμωρήσασθαι, τί μορμολύττεις καὶ ἐκφοβεῖς;

Ἕτερον ἔχω ∆εσπότην τὸν μέλλοντά με κρίνειν. Ὥστε εἰ ἕτερος ἦν ὁ τῆς Παλαιᾶς, καὶ ἕτερος ὁ τῆς Καινῆς, τοὐναντίον, ὅπερ ἐβούλετο, ὁ Παῦλος ἐποίησεν· οὐ γὰρ μόνον οὐκ ἐφόβησε τὸν ἀκούοντα, ἀλλὰ καὶ πάσης ἀγωνίας καὶ δέους ἀπήλλαξεν· ὅπερ οὐδὲ τῶν τυχόντων ἀνθρώπων καὶ σφόδρα ἀνοήτων τις ἔπαθεν ἂν, μήτι γε Παῦλος ὁ τοσαύτης γέμων σοφίας. Ὅθεν δῆλον, ὅτι εἷς καὶ ὁ αὐτός ἐστι Θεὸς ὁ καὶ τοὺς Ἰουδαίους ἐπὶ τῆς ἐρήμου καταστρώσας, καὶ ἡμῶν τοὺς ἁμαρτάνοντας κολάζειν μέλλων. Οὐ γὰρ εἰ μὴ εἷς ἦν (πάλιν γὰρ τὸ αὐτὸ ἐρῶ), ἀπὸ τῶν ἤδη γεγενημένων ὑπ' ἐκείνου, καὶ περὶ τῶν μελλόντων ἡμᾶς ἐφόβει· ἐπειδὴ δὲ ὁ αὐτός ἐστιν, ἀναντίῤῥητον εἰσήγαγεν αὐτοῖς τὴν περὶ τῆς τιμωρίας προσδοκίαν, δεικνὺς ὅτι δεδοικέναι χρὴ καὶ φοβεῖσθαι. Οὐ γὰρ ἂν ὁ τοὺς πατέρας ἡμῶν κολάσας ἁμαρτάνοντας, ἡμῶν φείσεται τὰ αὐτὰ πλημμελούντων. Ἄξιον δὲ ἐπ' αὐτὴν τὴν ἀρχὴν ἐλθεῖν τοῦ διηγήματος, καὶ ἑκάστην διερευνήσασθαι ῥῆσιν μετ' ἀκριβείας ἁπάσης. Οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοί. Τοὺς μαθητὰς ἀδελφοὺς ἐκάλεσεν, οὐκ ἀπὸ τοῦ τῆς ἀξίας, ἀλλ' ἀπὸ τοῦ τῆς ἀγάπης αὐτοὺς προσαγορεύων ὀνόματος. Ἤδει γὰρ, ᾔδει σαφῶς, ὅτι ταύτης ἴσον οὐδὲν, καὶ τὸ μέγιστον τῆς ἀξίας εἶδος, τὸ τῆς ἀγάπης εἶδός ἐστι.

Τοῦτο 51.246 δὲ πρῶτον καὶ ἡμεῖς ζηλώσωμεν. Κἂν σφόδρα καταδεέστεροί τινες ἡμῶν ὦσι, τοῖς τῆς θεραπείας αὐτοὺς καλῶμεν ὀνόμασι, μὴ μόνον ἐλευθέρους, ἀλλὰ καὶ δούλους, μὴ μόνον πλουσίους, ἀλλὰ καὶ πένητας, ἐπεὶ καὶ Παῦλος οὐχὶ τοὺς πλουσίους τοὺς παρὰ Κορινθίοις, οὐδὲ τοὺς ἐλευθέρους καὶ περιφανεῖς, οὐδὲ τοὺς ἐπισήμους μόνον, ἀλλὰ καὶ ἰδιώτας, καὶ οἰκέτας, καὶ πάντας ἁπλῶς ταύτῃ τετίμηκε τῇ προσηγορίᾳ. Ἐν γὰρ Χριστῷ Ἰησοῦ οὐ δοῦλος, οὐκ ἐλεύθερος, οὐ βάρβαρος, οὐ Σκύθης, οὐ σοφὸς, οὐκ ἄσοφος, ἀλλὰ πᾶσα ἀξίας ἀνωμαλία βιωτικῆς ἀνῄρηται. Καὶ τί θαυμαστὸν, εἰ Παῦλος τοὺς ὁμοδούλους οὕτως ἐκάλεσεν, ὅπου γε καὶ ὁ ∆εσπότης αὐτοῦ τὴν ἡμετέραν οὕτω ἐκάλεσε φύσιν, οὕτω λέγων· Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ Ἐκκλησίας ὑμνήσω σε; Οὐ μόνον δὲ ἐκάλεσεν ἡμᾶς ἀδελφοὺς, ἀλλὰ καὶ γενέσθαι ἀδελφὸς ἡμῶν ἠθέλησε, καὶ ἐγένετο τὴν σάρκα ὑποδὺς τὴν ἡμετέραν, καὶ τῆς φύσεως ἡμῶν κοινωνήσας τῆς αὐτῆς. Ὅπερ οὖν καὶ αὐτὸ θαυμάζων ὁ Παῦλος ἔλεγεν· Οὐ γὰρ ἀγγέλων ἐπιλαμβάνεται ὁ Θεὸς, ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπιλαμβάνεται, ὅθεν ὤφειλε κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι. Καὶ πάλιν· Ἐπεὶ οὖν καὶ τὰ παιδία κεκοινώνηκε σαρκὸς καὶ αἵματος, παραπλησίως καὶ αὐτὸς μετέσχε τῶν αὐτῶν. Πάντα δὲ ταῦτα ἀκούοντες, ἀλαζονείαν, καὶ τῦφον, καὶ ἀπόνοιαν ἅπασαν τῆς ψυχῆς ἐξορίσωμεν τῆς ἡμετέρας, καὶ μετὰ πολλῆς τοῦτο κατορθώσωμεν τῆς σπουδῆς, τὸ θεραπευτικοῖς ὀνόμασι καὶ τιμὴν ἔχουσι τοὺς πλησίον καλεῖν. Εἰ γὰρ καὶ μικρὸν καὶ ψιλὸν εἶναι δοκεῖ τὸ κατόρθωμα, ἀλλ' ὅμως μεγάλων ἀγαθῶν ἐστιν αἴτιον· ὥσπερ οὖν τὸ ἐναντίον πολλὰς πολλάκις