1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

4

ἐλαττοῖ καὶ καταστέλλει, ἄκουσον. Κατὰ κοινὴν γὰρ πίστιν ἐπήγαγε· τουτέστι, Κατὰ πίστιν οὐδὲν ἔχω σοῦ πλέον· κοινὴ γάρ ἐστι, καὶ διὰ τῆς αὐτῆς ἐγώ τε ἐτέχθην καὶ σύ. Τέκνον οὖν πόθεν αὐτὸν καλεῖ; Ἤτοι τὴν φιλοστοργίαν μόνον δηλῶσαι θέλων, ἢ τὸ πρότερον εἶναι ἐν τῷ κηρύγματι, ἢ τὸ δι' αὐτοῦ πεφωτίσθαι. ∆ιὰ τοῦτο καὶ τέκνα καὶ ἀδελφοὺς καλεῖ· ἐπειδὴ ἀπὸ τῆς αὐτῆς πίστεως ἐτέχθησαν, ἀδελφοί· ἐπειδὴ διὰ τῶν ἐκείνου χειρῶν, τέκνα. Τῷ οὖν Κατὰ κοινὴν εἰπεῖν πίστιν, τὴν ἀδελφότητα ᾐνίξατο. Χάρις καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς καὶ Κυρίου Ἰησοῦ Χριστοῦ τοῦ Σωτῆρος ἡμῶν. Ἐπειδὴ εἶπε, Τέκνον, ἐπήγαγεν. Ἀπὸ Θεοῦ Πατρὸς, ὥστε ἀναστῆσαι αὐτοῦ τὴν διάνοιαν, καὶ μαθεῖν τίνος ἐστὶ τέκνον, καὶ ὅτι οὐ τῷ, Κοινὴν πίστιν, εἰπεῖν μόνον, ἀλλὰ καὶ τῷ ἐπαγαγεῖν, Πατρὸς ἡμῶν, τὸ ὁμότιμον αὐτοῦ δείκνυσιν. γʹ. Ὅρα δὲ πῶς ἃ τοῖς μαθηταῖς καὶ τοῖς πολλοῖς ἐπεύχεται, ταῦτα καὶ τῷ διδασκάλῳ· ὁμοίως γὰρ καὶ αὐτὸς δεῖται τῶν τοιούτων εὐχῶν, καὶ πολλῷ μᾶλλον ἢ ἐκεῖνοι, ὅσῳ καὶ πλείονας ἔχθρας ἔχει, ὅσῳ καὶ πλείονας ἀνάγκας τοῦ προσκρούειν τῷ Θεῷ. Ὅσῳ γὰρ μέγα τὸ ἀξίωμα, τοσούτῳ μείζους καὶ οἱ κίνδυνοι τῷ τὴν ἱερωσύνην ἔχοντι· ἀρκεῖ γὰρ καὶ ἓν κατόρθωμα ἐπισκοπῆς ἀνενεγκεῖν εἰς τὸν οὐρανὸν, καὶ ἓν ἁμάρτημα εἰς 62.668 αὐτὴν ἐμβαλεῖν τὴν γέενναν. Ἵνα γὰρ τὰ ἄλλα πάντα παρῶ τὰ καθ' ἑκάστην ἡμέραν συμπίπτοντα, ἂν τύχῃ ποτέ τινα ἢ διὰ φιλίαν, ἢ δι' ἄλλην τινὰ αἰτίαν ἀνάξιον εἰς ἐπισκοπὴν παραγαγὼν, καὶ πόλεως ἐπιτρέψας μεγάλης ἀρχὴν, ὅρα πόσου πυρὸς ἑαυτὸν καθίστησιν ἔνοχον. Οὐ γὰρ τῶν ψυχῶν τῶν ἀπολλυμένων μόνον (ἀπόλλυσι γὰρ αὐτὰς ἀνευλαβὴς ὢν), ἀλλὰ καὶ πάντων τῶν ὑπ' ἐκείνου πραττομένων αὐτὸς δώσει τὰς εὐθύνας. Ὁ γὰρ ἐν τάξει ἰδιώτου ὢν ἀνευλαβὴς, πολλῷ μᾶλλον, ὅταν ἐπιλάβηται τῆς ἀρχῆς· ἀγαπητὸν γὰρ τὸν εὐλαβῆ μεῖναι τοιοῦτον ἐπιλαβόμενον τῆς ἀρχῆς. Καὶ γὰρ κενοδοξία τότε σφοδρότερον ἐπιτίθεται, καὶ χρημάτων ἔρως, καὶ αὐθάδεια, τῆς ἀρχῆς τὴν ἐξουσίαν παρεχούσης, καὶ προσκρούσματα καὶ ὕβρεις καὶ λοιδορίαι καὶ μυρία ἕτερα. Ἂν οὖν τις ἀνευλαβὴς ᾖ, μᾶλλον ἔσται ἀνευλαβέστερος τοιοῦτος γενόμενος. Ὅταν οὖν τοιοῦτον ἐπιστήσῃ ἄρχοντα, πάντων τῶν ἁμαρτανομένων ὑπ' ἐκείνου, καὶ δήμων ὁλοκλήρων ὑπεύθυνος ἔσται. Εἰ δὲ ὁ μίαν ψυχὴν σκανδαλίζων, συμφέρει αὐτῷ ἵνα μύλος ὀνικὸς κρεμασθῇ εἰς τὸν τράχηλον αὐτοῦ, καὶ καταποντισθῇ ἐν τῷ πελάγει τῆς θαλάσσης, ὁ τὰς τοσαύτας ψυχὰς σκανδαλίζων, πόλεις ὁλοκλήρους καὶ δήμους καὶ μυρίας ψυχὰς, ἄνδρας, γυναῖκας, παῖδας, πολίτας, γεωργοὺς, τοὺς ἐν αὐτῇ τῇ πόλει, τοὺς ἐν ἑτέραις ταῖς ὑπ' ἐκείνην τὴν πόλιν, τί ὑποστήσεται; Κἂν γὰρ τριπλασίονα ἑτέραν εἴπῃς, οὐδὲν ἐρεῖς· τοσαύτης ἔσται ὑπεύθυνος κολάσεως καὶ τιμωρίας. Ὥστε μάλιστα οὗτος δεῖται τῆς χάριτος τοῦ Θεοῦ καὶ τῆς εἰρήνης· ἂν γὰρ μὴ μετὰ ταύτης κυβερνᾷ τὸν λαὸν, πάντα οἴχεται καὶ ἀπόλωλε, τῶν οἰάκων αὐτῷ οὐκ ὄντων. Κἂν γὰρ ἔμπειρος ᾖ τῆς κυβερνητικῆς, ἂν μὴ τοὺς οἴακας τούτους ἔχῃ, τὴν χάριν καὶ τὴν εἰρήνην τὴν παρὰ τοῦ Θεοῦ, καταδύσει τὸ σκάφος καὶ τοὺς ἐμπλέοντας. Ὅθεν ἔμοιγε θαυμάζειν ἔπεισι τοὺς ἐφιεμένους ὄγκου τοσούτου. Ἄθλιε ἄνθρωπε καὶ ταλαίπωρε, οὐχ ὁρᾷς τίνος ἐφίεσαι; Κατὰ σαυτὸν ἂν ᾖς καὶ ἀγνὼς καὶ ἄσημος, κἂν μυρία ἁμάρτῃς, ἀλλὰ μιᾶς ψυχῆς δώσεις λόγον, καὶ ταύτης εὐθύνας ὑφέξεις μόνον· ὅταν δὲ εἰς τὴν ἀρχὴν ταύτην ἀχθῇς, ἐννόησον ὅσων κεφαλῶν ὑπεύθυνος εἶ τιμωρίας. Ἄκουε γὰρ Παύλου λέγοντος· Πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν καὶ ὑπείκετε, ὅτι αὐτοὶ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν, ὡς λόγον δώσοντες. Ἀλλὰ τιμῆς ἐφίεσαι καὶ ἀρχῆς· Καὶ τίς ἡ ἡδονὴ ταύτης τῆς τιμῆς; οὐ γὰρ δὴ οὐδὲ τοῦτο ὁρῶ· οὐ γὰρ ἔστι δυνατὸν ἄρχοντα εἶναι ἀληθῶς. Πῶς; Ὅτι ἐν τῇ ἐξουσίᾳ κεῖται τῶν ἀρχομένων τὸ ὑπακούειν. Καὶ εἴ τις ἀκριβῶς ἐξετάσειε τὸ πρᾶγμα, οὐκ ἐπὶ ἀρχὴν ἔρχεται ὁ τοιοῦτος,