1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

4

ζητῆσαι, εἰ νῦν ἐνίδρυσεν ἐκεῖ τὸν Τιμόθεον· φησὶ γάρ· Ἵνα παραγγείλῃς τισὶ μὴ ἑτεροδιδασκαλεῖν. Οὐ τίθησιν αὐτοὺς ὀνομαστὶ, ἵνα μὴ ἀναισχυντοτέρους ἐργάσηται τῇ τοῦ ἐλέγχου περιφανείᾳ. Ἐνταῦθά τινες ἦσαν ἐξ Ἰουδαίων ψευδαπόστολοι, βουλόμενοι πάλιν ἐπὶ τὸν νόμον ἕλκειν τοὺς πιστοὺς, ὃ πανταχοῦ τῶν ἐπιστολῶν αἰτιᾶται. Ἐποίουν δὲ τοῦτο οὐχ οὕτως ὑπὸ συνειδότος ἑλκόμενοι, ὡς ὑπὸ κενοδοξίας, καὶ τοῦ θέλειν ἔχειν μαθητὰς, καὶ τῷ μακαρίῳ Παύλῳ φιλονεικοῦντες, καὶ πρὸς αὐτὸν ζηλοτύπως ἔχοντες. Τοῦτό ἐστιν Ἑτεροδιδασκαλεῖν. Μηδὲ προσέχειν, φησὶ, μύθοις καὶ γενεαλογίαις ἀπεράντοις. Μύθους οὐ τὸν νόμον φησὶν, ἄπαγε· ἀλλὰ τὰς παραποιήσεις καὶ τὰ παραχαράγματα καὶ τὰ παράσημα δόγματα. Εἰκὸς γὰρ τοὺς ἐξ Ἰουδαίων ἐν τοῖς ἀνονήτοις τὸν πάντα λόγον ἀναλίσκειν, πάππους καὶ προπάππους ἀριθμοῦντας, ἵνα δῆθεν ἐμπειρίας πολλῆς καὶ ἱστορίας δόξαν ἔχωσιν. Ἵνα παραγγείλῃς τισὶ, φησὶ, μὴ ἑτεροδιδασκαλεῖν, μηδὲ προσέχειν μύθοις καὶ γενεαλογίαις ἀπεράντοις. Τί ἐστιν, Ἀπεράντοις; Ἤτοι πέρας οὐδὲν ἐχούσαις, ἢ οὐδὲν χρήσιμον, ἢ δυσκατάληπτον ἡμῖν. Εἶδες πῶς διαβάλλει τὴν ζήτησιν; Ἔνθα γὰρ πίστις, οὐ χρεία ζητήσεως· ἔνθα μηδὲν δεῖ περιεργάζεσθαι, τί δεῖ ζητήσεως; ἡ ζήτησις τῆς πίστεώς ἐστιν ἀναιρετική. Ὁ γὰρ ζητῶν, οὐδέπω εὗρεν· ὁ ζητῶν, πιστεῦσαι οὐ δύναται. ∆ιὰ τοῦτό φησι, Μὴ ἀσχολώμεθα περὶ τὰς ζητήσεις· ἐπεὶ εἰ ζητοῦμεν, οὐκ ἔστι τοῦτο πίστις· ἡ γὰρ πίστις ἀναπαύει τὸν λογισμόν. Πῶς οὖν φησιν ὁ Χριστὸς, Ζητεῖτε, καὶ εὑρήσετε, κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν· καὶ, Ἐρευνᾶτε τὰς Γραφὰς, ὅτι ὑμεῖς ἐν ταύταις δοκεῖτε ζωὴν αἰώνιον ἔχειν; Ἐκεῖ μὲν τὸ, Ζητεῖτε, περὶ αἰτήσεως λέγει καὶ σφοδροῦ πόθου· ἐνταῦθα δὲ τὸ, Ἐρευνᾶτε τὰς Γραφὰς, οὐ τοὺς ζητητικούς ἐστιν εἰσάγοντος πόνους, ἀλλ' ἐκβάλλοντος. Εἶπε γὰρ, Ἐρευνᾶτε τὰς Γραφὰς, τουτέστιν; ὥστε τὴν ἀκρίβειαν αὐτῶν καταμαθεῖν καὶ εἰδέναι, οὐχ ἵνα ἀεὶ ζητῶμεν, ἀλλ' ἵνα παυώμεθα ζητοῦντες. Καὶ καλῶς εἶπε, Παράγγελλέ τισι Μὴ ἑτεροδιδασκαλεῖν, μηδὲ προσέχειν μύθοις καὶ γενεαλογίαις ἀπεράντοις, αἵτινες ζητήσεις παρέχουσι μᾶλλον, ἢ οἰκονομίαν Θεοῦ τὴν ἐν πίστει. Καλῶς εἶπεν, Οἰκονομίαν Θεοῦ· μεγάλα γὰρ ἡμῖν δοῦναι ἠθέλησεν ὁ Θεὸς, ἀλλ' οὐ δέχεται ὁ λογισμὸς τὸ μέγεθος αὐτοῦ τῶν οἰκονομιῶν. ∆ιὰ πίστεως οὖν τοῦτο γενέσθαι δεῖ, ὅπερ ἐστὶ φάρμακον ψυχῶν μέγιστον. Ἡ τοίνυν ζήτησις ἐναντία ἐστὶ τῇ οἰκονομίᾳ τοῦ Θεοῦ. Τί γὰρ ἀπὸ πίστεως οἰκονομεῖται; ∆έξασθαι τὰς εὐεργεσίας αὐτοῦ, καὶ γενέσθαι βελτίους, καὶ περὶ μηδενὸς ἀμφισβητεῖν καὶ ἀμφιβάλλειν, ἀλλ' ἀναπαύεσθαι. Ἅπερ γὰρ ἡ πίστις ἤνυσε καὶ ᾠκοδόμησε, ταῦτα αὕτη καταστρέφει, ζητήσεις παρέχουσα, καὶ τὴν πίστιν ἐκβάλλουσα. Μηδὲ προσέχειν, φησὶ, μύθοις καὶ γενεαλογίαις ἀπεράντοις. Καὶ αἱ γενεαλογίαι, φησὶ, τί ἔβλαπτον; Ἔλεγεν ὁ Χριστὸς, ὅτι διὰ πίστεως δεῖ σωθῆναι· ἐκεῖνοι ἐζήτουν, καὶ ἔλεγον ὅτι οὐκ ἔνι τοῦτο. Ἐπειδὴ γὰρ ἡ μὲν 62.507 ἀπόφασις κατὰ τὸ παρὸν ἦν, ἡ δὲ ἔκβασις τῆς ἀποφάσεως ἐν τῷ μέλλοντι, πίστεως ἔδει. Ἐκεῖνοι δὲ προκατειλημμένοι τοῖς νομικοῖς παρατηρήμασιν, ἐνεπόδιζον τῇ πίστει. Οἶμαι δὲ καὶ Ἕλληνας αὐτὸν ἐνταῦθα αἰνίττεσθαι, ὅταν λέγῃ, Μύθοις καὶ γενεαλογίαις, ὡς τοὺς θεοὺς αὐτῶν καταλεγόντων. γʹ. Μὴ τοίνυν προσέχωμεν ταῖς ζητήσεσι. Πιστοὶ γὰρ διὰ τοῦτο κεκλήμεθα, ἵνα ἀνενδοιάστως τοῖς λεγομένοις πιστεύωμεν, ἵνα μηδὲν ἀμφιβάλλωμεν. Εἰ μὲν γὰρ ἀνθρώπινα τὰ λεγόμενα ἦν, ἐχρῆν αὐτὰ βασανίζεσθαι· εἰ δὲ Θεοῦ, τιμᾶσθαι αὐτὰ μόνον χρὴ καὶ πιστεύεσθαι· ἂν δὲ μὴ πιστεύωμεν, οὐδὲ ὅτι Θεὸς ἔστι πεισόμεθα. Πῶς γὰρ οἶδας ὅτι Θεὸς ἔστιν, εὐθύνας αὐτὸν ἀπαιτῶν; Τοῦτο πρῶτον τεκμήριον τοῦ τὸν Θεὸν εἰδέναι, τὸ πιστεύειν οἷς ἂν λέγῃ χωρὶς τεκμηρίων καὶ ἀποδείξεων. Τοῦτο καὶ Ἕλληνες ἴσασιν· ἐπίστευον γὰρ τοῖς θεοῖς, φησὶ, καίτοι γε ἄνευ τεκμηρίων λέγουσι. Τί δήποτε; Ὅτι ἔκγονοί εἰσι θεῶν. Ὁρᾷς ὅτι καὶ Ἕλληνες τοῦτο ἴσασι; Καὶ τί λέγω ἐπὶ θεῶν; ἐπὶ