1

 2

 3

 4

 5

 6

4

Σπάσαι οὖν ἀντὶ ῥομφαίας τὸν φόβον τοῦ Θεοῦ· ὁ γὰρ φόβος τοῦ Θεοῦ ὡς μάχαιρα δίστομός ἐστι, συγκόπτων πᾶσαν ἐπιθυμίαν πονηράν. 64.41 Λάμβανε οὖν πάντοτε τὸν φόβον τοῦ Θεοῦ, μιμνησκόμενος τὴν ἐσχάτην ἡμέραν διαπαντὸς, ὅταν οἱ οὐρανοὶ πυρούμενοι λυθήσονται, ὅταν ἄστρα ὡς φύλλα πεσοῦνται, ἥλιος δὲ καὶ σελήνη σκοτισθήσονται, καὶ οὐ δώσουσι τὸ φέγγος αὐτῶν· ὅταν φανερωθῇ ὁ Υἱὸς τοῦ ἀνθρώπου, καὶ κατέλθῃ ἀπὸ τῶν οὐρανῶν ἐπὶ τὴν γῆν· καὶ αἱ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται· ὅταν ἀγγέλων καταδρομαὶ, αἱ φωναὶ τῶν σαλπίγγων ἐπερχομέων, πῦρ ἐνώπιον αὐτοῦ καιόμενον καὶ διατρέχον κατακλύζειν τὴν οἰκουμένην, κύκλῳ αὐτοῦ καταιγὶς σφόδρα, σεισμοὶ φοβεροὶ καὶ κεραυνοὶ, οἳ οὐδέποτε ἐγένοντο οὐδὲ γίνονται ἕως ἐκείνης τῆς ἡμέρας, ὥστε καὶ αὐτὰς τὰς δυνάμεις τῶν οὐρανῶν τρόμῳ μεγάλῳ συλληφθῆναι. Οὐκοῦν ποταμοὺς δεῖ εἶναι ἡμᾶς, ἀδελφοί μου; ποῖος φόβος καὶ ποία φρίκη λήψεται ἡμᾶς; κατανόησον τὸν Ἰσραὴλ ἐν τῇ ἐρήμῳ, ὅτε οὐκ ἴσχυσαν τὸν γνόφον καὶ τὸν ζόφον καὶ τὴν φωνὴν τοῦ λαλοῦντος Θεοῦ ἐκ μέσου τοῦ πυρὸς, ἀλλ' ἐσπούδασαν τοῦ μὴ προσθεῖναι αὐτοῖς λόγον. Οὐδὲ γὰρ κατὰ ἀλήθειαν ἔφερον τὸ διαστελλόμενον, καίπερ οὐ μετὰ θυμοῦ κατελθόντος, οὐδὲ μετ' ὀργῆς λαλοῦντος πρὸς αὐτοὺς, ἀλλὰ παρακλήσει πληροφοροῦντος αὐτοὺς, ὅτι αὐτός ἐστι μετ' αὐτῶν.

Ἄκουσον οὖν, ἀδελφέ μου, εἰ μετὰ παρακλήσεως οὐκ ἰσχύσαμεν βαστάσαι τὴν ἔλευσιν αὐτοῦ, ὅτε οὔτε οἱ οὐρανοὶ πυρούμενοι ἐλύθησαν, οὔτε οἱ σαλπίζοντες ἤχησαν καθὼς μέλλει ἡ σάλπιγξ ἐκείνη βοᾷν καὶ ἐξυπνίζειν τοὺς ἀπ' αἰῶνος κεκοιμημένους, οὔτε πῦρ κατακλύζον τὴν οἰκουμένην, οὔτε τι τῶν μελλόντων γίνεσθαι φοβερῶν ἐγένετο· τί ποιήσομεν, ὅταν κατέλθῃ μετ' ὀργῆς καὶ θυμοῦ ἀνυποστάτου, καὶ καθίσῃ ἐπὶ θρόνου δόξης αὐτοῦ, καὶ προσκαλέσωνται τὴν γῆν ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν, καὶ ἀπὸ πάντων τῶν περάτων τῆς γῆς τοῦ διακρῖναι τὸν λαὸν αὐτοῦ, καὶ ἀποδοῦναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ; Οἴμοι! ποταποὺς δεῖ ὑπάρχειν ἡμᾶς, ὅτε παριστάμεθα γυμνοὶ καὶ τετραχηλισμένοι, μέλλοντες εἰσάγεσθαι εἰς τὸ φρικτὸν βῆμα; οἴμοι, οἴμοι! ποῦ τότε ἡ περπερότης; ποῦ τότε ἡ ἀνδρεία τῆς σαρκός; ποῦ δὲ τὸ κάλλος τὸ ψευδὲς καὶ ἀνωφελές; ποῦ τότε ἡ ἡδυφωνία τῶν ἀνθρώπων; ποῦ τότε ἡ παῤῥησία ἡ ἀναιδὴς καὶ ἀναίσχυντος, ποῦ τότε ὁ καλλωπισμὸς τῶν ἱματίων; ποῦ τότε ἡ ἡδονὴ τῆς ἁμαρτίας ἡ ἀκάθαρτος καὶ μιαρὰ ἀληθῶς; ποῦ τότε οἱ τὴν κόπρον τῶν ἀῤῥένων ἡδονὴν ἡγούμενοι; ποῦ τότε οἱ μετὰ τυμπάνων καὶ μουσικῶν τὸν οἶνον πίνοντες; ποῦ τότε ἡ καταφρόνησις τῶν ἐν ἀφοβίᾳ ζώντων; ποῦ τότε ἡ τρυφὴ καὶ σπατάλη; πάντα γὰρ παρῆλθον καὶ ὡς χαῦνος ἀὴρ διελύθησαν. Ποῦ τότε ἡ φιλαργυρία καὶ ἡ φιλοκτημοσύνη, καὶ ἡ ἐξ αὐτῶν ἀσπλαγχνία; ποῦ τότε ἡ ἀπάνθρωπος ὑπερηφανία, ἡ πάντα βδελυσσομένη, καὶ αὐτὴ λογιζομένη εἶναί τι; ποῦ τότε ἡ καινὴ καὶ ματαία ἀνθρωπίνη προκοπὴ καὶ δόξα; ποῦ τότε ἡ δυναστεία καὶ ἡ τυραννίς; ποῦ τότε βασιλεὺς, ποῦ ἄρχων, ποῦ ἡγούμενος; ποῦ οἱ ἐπ' ἐξουσιῶν, οἱ γαυριώμενοι ἐπὶ πλήθει πλούτου, καὶ τοῦ Θεοῦ καταφρονοῦντες; Τότε ἰδόντες οὕτως ἐθαύμασαν, τρόμος ἐπελάβετο αὐτούς· ἐκεῖ ὠδῖνες ὡς τικτούσης, ἐν πνεύματι βιαίῳ συντριβήσονται.

Ποῦ τότε ἡ σοφία τῶν σοφῶν; ποῦ τὰ μάταια αὐτῶν πανουργεύματα; Οὐαὶ αὐτοῖς, Ἐταράχθησαν, ἐσαλεύθησαν ὡς ὁ μεθύων, καὶ πᾶσα ἡ σοφία αὐτῶν κατεπόθη. Ποῦ τότε σοφός; ποῦ τότε γραμματεύς; ποῦ συνζητητὴς τοῦ αἰῶνος τοῦ ματαίου τούτου; Ἀδελφέ μου, ἀναλόγισαι ποταποὺς δεῖ ὑπάρχειν ἡμᾶς, διδόντας λόγον περὶ ὧν ἐπράξαμεν, εἴτε μεγάλων εἴτε μικρῶν· ἕως γὰρ ἀργοῦ λόγου ἀπολογίαν διδοῦμεν τῷ δικαίῳ κριτῇ. Ποταποὺς οὖν δεῖ εἶναι ἡμᾶς ἐν τῇ ὥρᾳ ἐκείνῃ, ἐὰν εὕρωμεν χάριν ἐνώπιον αὐτοῦ; ποία δὲ χαρὰ διαδέξεται ἡμᾶς ἀφοριζομένους ἐκ δεξιῶν τοῦ βασιλέως; ποταποὺς δεῖ εἶναι ἡμᾶς, ὅταν ἀσπάζωνται ἡμᾶς οἱ ἅγιοι πάντες; Ἐκεῖ ἀσπάζεταί σε Ἀβραὰμ, Ἰσαὰκ, Ἰακὼβ, Νῶε, Ἰὼβ, ∆αυῒδ,