1

 2

 3

 4

4

νόμον ἑορτάζοντες πενθήσουσι τὰς ἑορτὰς ἀποτελέσαντες, καὶ ἀντὶ ᾠδῶν κοπετὸν περὶ τῆς Ἱερουσαλὴμ ποιήσονται. Οὐκ ἔτι γὰρ ἔσται Ἱερουσαλὴμ ἔχουσα τὰς λατρείας, οὔτε ἐπιτελεσθήσεται ἑορτὴ ἐν αὐτῇ, τέλος εἰληφότων ἁπάντων μετὰ τὴν Χριστοῦ ἐπιδημίαν καὶ τὸ πάθος αὐτοῦ καὶ τὴν οἰκονομίαν. ∆ιὰ τοῦτο οὖν φησι· Μεταστρέψω τὰς ἑορτὰς ὑμῶν εἰς πένθος, καὶ πάσας τὰς ᾠδὰς ὑμῶν εἰς θρήνους· τῶν νομικῶν ἀποστερούμενοι καὶ εἰς δουλείαν παντὶ ἔθνει παραδιδόμενοι, ἀνθ' ὧν οὐκ ἐπίστευσαν τῷ θείῳ καὶ παραδόξῳ τοῦ σταυροῦ κηρύγματι. Πενθήσει δὲ καὶ ἐπὶ ταῖς ἁμαρτίαις ἐξομολογούμενα ἔθνη πένθος μακαρισμοῦ πρόξενον. Μακάριοι γὰρ, φησὶν, οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται. Πενθήσουσιν οὖν ἐπὶ ταῖς ματαίαις αὐτῶν ἑορταῖς, καὶ ᾄσμασιν ἀθεμίστοις, οἷς ἐπετέλουν τοῖς ἀκαθάρτοις δαίμοσιν.

Ὅρα γάρ μοι σήμερον, πῶς μετανοήσας ἐθνικὸς, ὁ πρότερον τοῖς εἰδώλοις ἑορτάζων, μεταστρέφει τὴν ἑορτὴν εἰς πένθος, μετανοῶν ἐφ' οἷς κακῶς ἔπραττε, καὶ λέγει θρηνῶν τὸ προφητικὸν ἐκεῖνο λόγιον· Ἐπλανήθημεν ἐν τῇ αἰσχύνῃ ἡμῶν, καὶ ἐπεκάλυψεν ἡμᾶς τὰ ἁμαρτήματα ἡμῶν, ὅτι ἐπλήσθημεν ἀσεβείας ἡμῶν. Ἔγνωμεν ἀδικίας πατέρων ἡμῶν.

Οὕτως οὖν καὶ ἡμεῖς καλῶς θρηνοῦντες καὶ πενθοῦντες ἐν τοῖς προγεγραμμένοις ἡμῖν κακοῖς, τῷ σταυρῷ ἑαυτοὺς προσπλέξωμεν, σταυρῷ τὰς ἐλπίδας ἀνατιθέντες, ἵνα διὰ σταυροῦ παιδαγωγηθέντες, καὶ εἰς οὐρανὸν τὴν διάνοιαν τείναντες, Χριστῷ τῷ Σωτῆρι ἡμῶν πλησιάσαντες, ἐγγὺς Θεοῦ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν γενέσθαι καταξιωθῶμεν, ἐν αὐτῷ Χριστῷ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.