1

 2

 3

 4

 5

 6

4

προφητείας χωρίον, ἐπὶ Ῥωμαίων αὐτὸ προφέρων, ἵνα μὴ ὑβρισθῇ ἡ βασιλεία, ἀνώνυμον αὐτὸ θηρίον καταλιμπάνει.

Ὅτε μέντοι, φησὶν, εἶδον τὸ τέταρτον θηρίον, ἐφοβήθην καὶ ἐτρόμαξα. Ἦν γὰρ λίαν φοβερώτατον· πάντα κατεπάτει, πάντα συνέτριβε, πάντα κατήσθιε· πάντων ἐδέσποζεν, ὅπου ἀπήρχετο, ὑπέταττε. Καὶ τί φησιν; Ἀθρόως εἶδον ποταμὸν πυρός· θρόνος ἐτέθη, παλαιὸς ἡμερῶν ἐκάθισε, χίλιαι χιλιάδες ἐλειτούργουν αὐτῷ, καὶ μύριαι μυριάδες παρειστήκεισαν αὐτῷ, τῷ παλαιῷ 50.799 τῶν ἡμερῶν. Βίβλοι ἀνεῴχθησαν, καὶ ἰδοὺ ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ ὡς Υἱὸς ἀνθρώπου ἐρχόμενος, καὶ ἕως τοῦ παλαιοῦ τῶν ἡμερῶν ἔφθασε. Καὶ τί εὐθέως ἐγένετο; Οὐκ ἔτι τὰ θηρία, οὐκ ἔτι ἡ θάλασσα, οὐκ ἔτι τοῦ θηρίου ὁ φόβος· ἀλλ' ἔλαβε τὴν ἀρχὴν, καὶ αὐτὸς ἐδέσποζεν· Ἡ βασιλεία αὐτοῦ βασιλεία αἰώνιος, ἥτις οὐ διαλυθήσεται· καὶ γὰρ ἡ ἀρχὴ αὐτοῦ ἕως γενεᾶς γενεῶν. Ἕως ὧδε, φησὶ, τὸ πέρας τοῦ λόγου· καὶ ὁ μὲν προφήτης οὕτω βλέπει τέσσαρας τὰς βασιλείας· ἔπρεπε γὰρ αὐτῷ ἐπειδὴ ἀπείχετο τῶν βιωτικῶν πραγμάτων· ὁ δὲ βασιλεὺς, ὡς ἥρμοττεν αὐτῷ, βλέπει ὡς ἐν χρυσῷ καὶ ἀργύρῳ καὶ χαλκῷ καὶ σιδήρῳ τέσσαρας βασιλείας. Εἰ γὰρ εἶδεν ὁ βασιλεὺς ὡς θηρία τὰς βασιλείας, εἶτα ἡρμήνευσεν αὐτῷ ∆ανιὴλ, ἄτοπον ἂν ἦν λέγειν αὐτῷ· Σὺ εἶ τὸ πρῶτον θηρίον· ἔδοξε γὰρ ἂν ὑβρίζειν τὸν ἀκούοντα· ἀλλὰ βλέπει βασιλεὺς ὡς βασιλεὺς, καὶ βλέπει προφήτης ὡς ἐν ἄλλῳ τύπῳ παραπλήσια. Ταῦτα ἡμῖν εἴρηται, ἀγαπητοὶ, οὐ μάτην, οὐδὲ εἰκῆ ἀνειληφόσι τὴν παλαιὰν ἱστορίαν, ἀλλ' ἵνα ὑμεῖς πληροφορηθῆτε, ὅτι ἡ Αὐγούστου βασιλεία ἐδοξάσθη, ἐτιμήθη, ἐπῃνέθη, πολυχρόνιος ὑπῆρξεν, ἐπειδὴ ἐπ' αὐτοῦ Χριστὸς ἐτέχθη, καὶ τοσοῦτον ἐτιμήθη ὁ ἀνὴρ, ὡς καὶ τὸ ὄνομα αὐτοῦ γενέσθαι προσηγορίαν τοῦ ἀξιώματος. ∆εῖ γὰρ ὑμᾶς εἰδέναι, ὅτι ἐβασίλευσεν ἔτι πεντήκοντα ἕξ· τελέσαντος δὲ αὐτοῦ τεσσαράκοντα δύο ἔτη, ὁ Χριστὸς τίκτεται· τὰ δεκαπέντε τοίνυν ἔτη αὐτοῦ βασιλεύοντος Χριστὸς ἀνατρέφεται. ∆ιαδέχεται δὲ Τιβέριος τὸν Αὔγουστον, καὶ ἐν τῷ ὀκτωκαιδεκάτῳ ἔτει Τιβερίου βασιλεύοντος, ἔρχεται εἰς τὸν σταυρὸν, καὶ πάσχει, καὶ ἀνίσταται, καὶ ἀναλαμβάνεται.

Ὥστε εἶναι μὲν Αὐγούστου ἔτη πεντεκαίδεκα, Τιβερίου δὲ ὀκτωκαίδεκα· Ἰησοῦς δὲ ἐπὶ Τιβερίου Καίσαρος βασιλεύοντος τριακονταέτης γενόμενος, ἀπεκάλυψε τὴν ἑαυτοῦ θεότητα ἐπὶ τοὺς μαθητὰς, καὶ ἐπὶ τούτοις τρία ἔτη ἐπεκήρυξε· πανταχοῦ γὰρ τιμία ἡ Τριάς· διὸ τρία κηρύξας ἔτη, τῷ ὀκτωκαιδεκάτῳ ἔτει Τιβερίου ἀπαντᾷ εἰς τὸ πάθος, τελέσας τῆς σαρκὸς τὴν οἰκονομίαν.

γʹ. Ἐγένετο τοίνυν ἐν ταῖς ἡμέραις ἐκείναις, ἵνα τὸ ἀνάγνωσμα ἀναλάβωμεν,

ἐξῆλθε δόγμα παρὰ Καίσαρος Αὐγούστου ἀπογράφεσθαι πᾶσαν τὴν οἰκουμένην. Αὕτη ἡ ἀπογραφὴ σαφήνεια πραγμάτων, πρώτη γύμνωσις τῆς ἀληθείας, ἵνα μὴ ῥέμβηται τὸ γένος τῶν ἀνθρώπων· αὕτη πρώτη ἀπογραφή. Ἆρα καὶ αὐτοῖς σεσιώπηται τοῖς προφήταις; Ἀναδράμωμεν εἰς τὴν Παλαιὰν, ἐξετάσωμεν τὰ Ἰουδαϊκὰ καὶ τὰ τῆς τῶν Ἰουδαίων ἀπιστίας. Καλῶ τὸν ∆αυῒδ εἰς μαρτυρίαν, ἄνδρα ἀξιόπιστον, Ἰουδαίοις μὲν τίμιον, ἕως ψιλῆς τῆς μνήμης, τῇ δὲ Ἐκκλησίᾳ πιστόν. Τί τοίνυν λέγει ∆αυΐδ; Κύριος διηγήσεται ἐν γραφῇ λαῶν καὶ ἀρχόντων τούτων. Ταῦτα τὰ ῥήματα τοῦ προφήτου, ταῦτα τὰ πράγματα τοῦ Εὐαγγελίου. Αὕτη πρώτη ἀπογραφή· ἀνέβη δὲ, φησὶ, καὶ Ἰωσὴφ ἀπὸ τῆς Γαλιλαίας ἐκ πόλεως Ναζαρὲτ εἰς τὴν Ἰουδαίαν εἰς πόλιν ∆αυῒδ, ἥτις καλεῖται Βηθλεὲμ, διὰ τὸ εἶναι αὐτὸν ἐξ οἴκου καὶ πατριᾶς ∆αυῒδ, ὥστε ἀπογράφεσθαι σὺν Μαριὰμ τῇ μεμνηστευμένῃ αὐτῷ γυναικὶ, οὔσῃ ἐγκύῳ. Ἐπὶ γὰρ μόνοις τοῖς μνήστροις ἡ σύλληψις ἐγένετο. Ἐν δὲ τῷ εἶναι αὐτοὺς ἐκεῖ, ἐπλήσθησαν αἱ ἡμέραι τοῦ τεκεῖν αὐτὴν, καὶ ἔτεκε τὸν υἱὸν αὑτῆς τὸν πρωτότοκον, καὶ ἐσπαργάνωσεν αὐτὸν, καὶ ἔθηκεν αὐτὸν ἐν τῇ φάτνῃ, διότι οὐκ ἦν αὐτοῖς τόπος ἐν τῷ καταλύματι.