1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

4

ῥήματα ταῦτα μόνον, οὐδὲ αἱ διδασκαλίαι καὶ αἱ παραινέσεις, ἀλλὰ καὶ ἡ λοιπὴ τοῦ βίου πᾶσα ἀναστροφὴ ἀρκοῦσα γένοιτ' ἂν τοῖς προσέχουσι διδασκαλία φιλοσοφίας. Ἐννόησον ἡλίκον ἦν ἰδεῖν Παῦλον, καὶ δειπνοποιούμενον, καὶ ἐπιτιμῶντα, καὶ παρακαλοῦντα, καὶ εὐχόμενον, καὶ δακρύοντα, ἐξιόντα καὶ εἰσιόντα. Εἰ γὰρ δεκατέσσαρας ἐπιστολὰς ἔχοντες μόνον, πανταχοῦ τῆς οἰκουμένης αὐτὰς περιφέρομεν, οἱ τὴν πηγὴν τῶν ἐπιστολῶν ἔχοντες, οἱ τὴν γλῶτταν τῆς οἰκουμένης, οἱ τὸ φῶς τῶν Ἐκκλησιῶν, οἱ τὸν θεμέλιον τῆς πίστεως, οἱ τὸν στῦλον καὶ τὸ ἑδραίωμα τῆς ἀληθείας, τίνες οὐκ ἂν ἐγένοντο ἀγγέλῳ τοιούτῳ συζῶντες; Εἰ γὰρ τὰ ἱμάτια αὐτοῦ δαίμοσιν ἦν φοβερὰ, καὶ τοσαύτην εἶχον ἰσχὺν, ἡ συνοίκησις αὐτοῦ πόσην οὐκ ἂν ἐπεσπάσατο Πνεύματος χάριν; Τὸ γὰρ τὴν κλίνην ὁρᾷν τὴν Παύλου, τὸ γὰρ τὴν στρωμνὴν, τὸ γὰρ τὰ ὑποδήματα, οὐκ ἂν ἤρκεσεν αὐτοῖς εἰς ὑπόθεσιν κατανύξεως διηνεκοῦς; Εἰ γὰρ οἱ δαίμονες ὁρῶντες αὐτοῦ τὰ ἱμάτια ἔφριττον, πολλῷ μᾶλλον οἱ πιστοὶ καὶ συζήσαντες αὐτῷ κατενύσσοντο βλέποντες αὐτά. Ἄξιον δὲ κἀκεῖνο ἐξετάσαι, τίνος ἕνεκεν, προσαγορεύων, τὴν Πρίσκιλλαν προτέθεικε τοῦ ἀνδρός. Οὐ γὰρ εἶπεν, Ἀσπάσασθε Ἀκύλαν καὶ Πρίσκιλλαν, ἀλλὰ, Πρίσκιλλαν καὶ Ἀκύλαν. Οὐδὲ γὰρ τοῦτο ἁπλῶς ἐποίησεν, ἀλλ' ἐμοὶ δοκεῖ πλείονα αὐτῇ συνειδέναι τοῦ ἀνδρὸς εὐλάβειαν. Καὶ ὅτι οὐ στοχασμὸς τὸ εἰρημένον, ἔξεστι καὶ ἀπὸ τῶν 51.192 Πράξεων τοῦτο μαθεῖν. Τὸν γὰρ Ἀπολλὼ, ἄνδρα λόγιον ὄντα καὶ δυνατὸν ἐν ταῖς Γραφαῖς, καὶ τὸ βάπτισμα Ἰωάννου μόνον εἰδότα, αὕτη λαβοῦσα κατήχησε τὴν ὁδὸν τοῦ Θεοῦ, καὶ διδάσκαλον ἀπηρτισμένον ἐποίησεν. Οὐ γὰρ αἱ ἐπὶ τῶν ἀποστόλων γυναῖκες ταῦτα ἐμερίμνων, ἅπερ αἱ νῦν, ὅπως λαμπρὰ ἱμάτια περιβάλοιντο, καὶ ἐπιτρίμμασι καὶ ὑπογραφαῖς τὴν ὄψιν τὴν ἑαυτῶν καλλωπίσαιεν, καὶ τοὺς ἄνδρας τοὺς ἑαυτῶν ἐνάγχουσαι, τῆς γείτονος καὶ τῆς ὁμοτίμου πολυτελεστέραν ἀναγκάζουσαι πρίασθαι στολὴν, καὶ λευκοὺς ἡμιόνους, καὶ χρυσοπάστους χαλινοὺς, καὶ θεραπείαν εὐνούχων, καὶ πολὺν θεραπαινίδων ἐσμὸν, καὶ τὴν ἄλλην ἅπασαν τὴν καταγέλαστον φαντασίαν· ἀλλὰ ταῦτα πάντα ἀποσεισάμεναι, καὶ τὸν κοσμικὸν ἀποβαλοῦσαι τῦφον, ἓν μόνον ἐζήτουν, ὅπως κοινωνοὶ γένωνται τῶν ἀποστόλων, καὶ τῆς θήρας αὐτῶν μετάσχοιεν τῆς αὐτῆς. ∆ιὰ τοῦτο οὐκ αὐτὴ μόνη τοιαύτη, ἀλλὰ καὶ αἱ λοιπαὶ πᾶσαι. Καὶ γὰρ περὶ Περσίδος τινός φησιν, Ἥτις πολλὰ ἐκοπίασεν εἰς ἡμᾶς, καὶ Μαρίαν καὶ Τρύφαιναν ἀπὸ τούτων θαυμάζει τῶν πόνων, ὅτι ἐκοπίων μετὰ τῶν ἀποστόλων, καὶ πρὸς τοὺς αὐτοὺς ἀγῶνας ἀπεδύσαντο. Καὶ πῶς Τιμοθέῳ γράφων φησὶ, Γυναικὶ δὲ διδάσκειν οὐκ ἐπιτρέπω, οὐδὲ αὐθεντεῖν τοῦ ἀνδρός; Ὅταν καὶ ὁ ἀνὴρ εὐλαβὴς ᾖ, καὶ τὴν αὐτὴν πίστιν κεκτημένος, καὶ τῆς αὐτῆς σοφίας μετέχων· ὅταν δὲ ἄπιστος ᾖ καὶ πεπλανημένος, οὐκ ἀποστερεῖ τὴν αὐθεντίαν τῆς διδασκαλίας αὐτήν. Κορινθίοις γοῦν ἐπιστέλλων λέγει· Καὶ γυνὴ ἥτις ἔχει ἄνδρα ἄπιστον, μὴ ἀφιέτω αὐτόν. Τί γὰρ οἶδας, γύναι, εἰ τὸν ἄνδρα σώσεις; Πῶς δὲ ἂν ἔσωσεν ἡ πιστὴ γυνὴ τὸν ἄνδρα τὸν ἄπιστον; Κατηχοῦσα δηλονότι καὶ διδάσκουσα καὶ ἐνάγουσα πρὸς τὴν πίστιν, ὥσπερ οὖν καὶ αὕτη Ἀπολλὼ ἡ Πρίσκιλλα. Ἄλλως δὲ, ὅταν λέγῃ, Γυναικὶ διδάσκειν οὐκ ἐπιτρέπω, περὶ τῆς ἐν τῷ βήματι διδασκαλίας λέγει, περὶ τῆς ἐν κοινῷ διαλέξεως, καὶ τῆς κατὰ τὸν ἱερωσύνης λόγον· ἰδίᾳ δὲ παραινεῖν καὶ συμβουλεύειν οὐκ ἐκώλυσεν. Οὐ γὰρ ἂν, εἰ κεκωλυμένον ἦν, ταύτην ἐπῄνεσε τοῦτο ποιοῦσαν. δʹ. Ἀκουέτωσαν ἄνδρες, ἀκουέτωσαν ταῦτα καὶ γυναῖκες· ἐκεῖναι μὲν, ἵνα τὴν ὁμόφυλον καὶ συγγενῆ μιμήσωνται· οὗτοι δὲ, ἵνα μὴ γυναικὸς ἀσθενέστεροι φαίνωνται. Τίνα γὰρ ἕξομεν ἀπολογίαν, τίνα συγγνώμην, ὅταν γυναικῶν τοσαύτην προθυμίαν ἐπιδεικνυμένων καὶ τοσαύτην φιλοσοφίαν, ἡμεῖς τοῖς τοῦ κόσμου πράγμασιν ὦμεν συνδεδεμένοι διηνεκῶς;