1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

4

εἶδες, ὦ προφῆτα; τί περὶ αὐτὸν ἐθεάσω; "Καὶ τὰ Σεραφὶμ εἱστήκεισαν, φησί, κύκλῳ αὐτοῦ." Τί ποιοῦντα, εἰπέ μοι, καὶ τί λέγοντα; ποίας παρρησίας ἀπολαύοντα; Παρρησίας μέν, φησίν, οὐδεμιᾶς, φόβου δὲ καὶ καταπλήξεως γέμοντα, καὶ δι' αὐτοῦ τοῦ σχήματος τὸ ἄφατον ἐπιδεικνύμενα τοῦ δέους. "Ταῖς γὰρ δυσὶ πτέρυξι κατεκάλυπτον τὰ πρόσωπα", ὁμοῦ μὲν ἀποτειχίζοντα τὴν ἐκπεμπομένην ἀκτῖνα τοῦ θρόνου, διὰ τὸ μὴ δύνασθαι φέρειν τὴν ἄστεκτον αὐτῆς δόξαν, ὁμοῦ δὲ καὶ τὴν οἰκείαν εὐλάβειαν ὑποφαίνοντα, ἣν ἔχουσι πρὸς τὸν ∆εσπότην. Τοιαύτῃ χαρᾷ χαίρουσιν ἐκεῖνα, τοιαύτῃ εὐφροσύνῃ ἀγάλλονται. Εἶδες πῶς οὐ μόνον τὰ πρόσωπα καλύπτουσιν, ἀλλὰ καὶ τοὺς πόδας. Τίνος ἕνεκεν τοῦτο ποιοῦσιν; Τὰς μὲν γὰρ ὄψεις εἰκότως διὰ τὸ φοβερὸν τοῦ θεάματος καὶ τὸ μὴ δύνασθαι ἀντοφθαλμεῖν τῇ ἀπροσίτῳ δόξῃ· τοὺς πόδας δὲ διὰ τί συγκαλύπτουσιν; Καὶ ἐβουλόμην μὲν ὑμῖν τοῦτο καταλιπεῖν, ὥστε πεῖσαι καὶ ὑμᾶς πονεῖν περὶ τὴν αὐτοῦ λύσιν καὶ ἐγρηγορέναι πρὸς τὴν τῶν πνευματικῶν ἔρευναν· ἵνα δὲ μὴ ἀσχολουμένην τὴν ὑμετέραν διάνοιαν εἰς τὴν αὐτοῦ ζήτησιν καταλιπών, ἀμελεῖν τῆς παραινέσεως παρασκευάσω, ἀναγκαῖον αὐτὸ ἐπιλύσασθαι. ∆ιὰ τί οὖν τοὺς πόδας κατακαλύπτουσιν; Ἄπληστον τὴν πρὸς τὸν κτίστην εὐλάβειαν ἐνδείκνυσθαι σπεύδουσιν, πολλὴν τὴν ἀγωνίαν καὶ διὰ τοῦ σχήματος καὶ διὰ τῆς φωνῆς καὶ διὰ τῆς ὄψεως, καὶ δι' αὐτῆς τῆς στάσεως. Ἐπειδή γε καὶ οὕτω τοῦ ἐπιθυμουμένου καὶ τοῦ προσήκοντος ἀποτυγχάνουσιν, τῷ συγκαλύπτεσθαι πανταχόθεν τὸ ἐλλεῖπον περικρύπτουσιν. Ἆρα ἐνοήσατε τὸ εἰρημένον, ἢ πάλιν ἀναλαβεῖν αὐτὸ δίκαιον; Ἀλλ' ἵνα σαφέστερον τοῦτο γένηται, ἐκ τῶν παρ' ἡμῖν παραδειγμάτων, φανερὸν αὐτὸ ποιῆσαι πειράσομαι. Παρίσταταί τις τῷ ἐπιγείῳ βασιλεῖ, διὰ πάντων μηχανᾶται, ὥστε πολλὴν τὴν πρὸς αὐτὸν εὐλάβειαν ἐπιδείξασθαι, ἵνα διὰ τούτου πλείονα τὴν ἐξ αὐτοῦ ἐπισπάσηται εὔνοιαν. Τούτου χάριν καὶ διὰ τοῦ τῆς κεφαλῆς σχήματος καὶ διὰ τῆς φωνῆς καὶ διὰ τοῦ δεσμοῦ τῶν χειρῶν καὶ τῆς τῶν ποδῶν συζεύξεως καὶ τῆς συστολῆς τοῦ ὅλου σώματος τὴν τοιαύτην εὐλάβειαν ἐπιτηδεύει. Τοῦτο καὶ ἐπὶ τῶν ἀσωμάτων ἐκείνων γίνεται δυνάμεων. Πολλὴν γὰρ ἔχοντα τῆς πρὸς τὸν κτίστην εὐλαβείας τὴν ἐπιθυμίαν καὶ ταύτην πανταχόθεν μηχανώμενα περιποιεῖσθαι, εἶτα τῆς ἐφέσεως ἀποτυγχάνοντα, τὸ ὑστεροῦν τῆς ἐπιθυμίας τῷ καλύμματι ἐπικρύπτουσιν. ∆ιὰ τοῦτο τοίνυν τάς τε ὄψεις καὶ τοὺς πόδας κατακαλύπτεσθαι λέγονται. Εἰ καὶ ἄλλη τίς ἐστι μυστικωτέρα θεωρία ἡ περὶ τούτου θεωρουμένη· οὐ γὰρ ἵνα βοήσωμεν ὅτι πόδας καὶ πρόσωπα ἔχουσιν, τοῦτο ἐπισημαίνεται ὁ προφήτηςἀσώματα γάρ ἐστιν, ὥσπερ καὶ τὸ θεῖον, ἀλλ' ἵνα διὰ τούτων ἐπιδείξῃ πανταχόθεν αὐτὰ συνεστάλθαι, φόβῳ τε καὶ εὐλαβείᾳ λειτουργεῖν τῷ ∆εσπότῃ. Οὕτω δεῖ καὶ ἡμᾶς παρίστασθαι τὴν τοιαύτην αὐτῷ δοξολογίαν προσφέροντας, δεδοικότας καὶ τρέμοντας καὶ ὡς αὐτὸν ἐκεῖνον τοῖς τῆς διανοίας ἐνορῶντας ὀφθαλμοῖς. Πάρεστι γὰρ ἐνταῦθα πάντως καὶ οὐδαμοῦ περιγράφεται καὶ τὰς φωνὰς ἁπάντων ἀπογράφεται. Οὕτω τοίνυν συντετριμμένῃ καρδίᾳ καὶ τεταπεινωμένῃ τὴν αἴνεσιν ἀναπέμποντες, εὐπρόσδεκτον αὐτὴν ποιήσωμεν καὶ ὡς εὐῶδες θυμίαμα πρὸς οὐρανὸν ἀναπέμψωμεν. "Καρδίαν γάρ, φησί, συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει." Ἀλλ' ὁ προφήτης, φησίν, ἀλαλαγμῷ ποιεῖσθαι τὴν δοξολογίαν προτρέπεται· "Ἀλαλάξατε γὰρ τῷ Κυρίῳ, πᾶσα ἡ γῆ." Ἀλλ' οὐδὲ ἡμεῖς τὸν τοιοῦτον διακωλύομεν ἀλαλαγμόν, ἀλλὰ τὴν ἄσημον βοήν· οὐδὲ τὴν φωνὴν τῆς αἰνέσεως, ἀλλὰ τὴν φωνὴν τῆς ἀταξίας, τὰς πρὸς ἀλλήλους φιλονεικίας, τὰς εἰκῇ καὶ μάτην ἐπαιρομένας χεῖρας ἐν τῷ ἀέρι, τοὺς ἱππαζομένους πόδας, τὰ ἄκοσμα καὶ διακεκλασμένα ἤθη, ἅπερ τῶν ἐν τοῖς θεάτροις καὶ ταῖς ἱπποδρομίαις σχολαζόντων ἐστὶ παίγνια. Ἐκεῖθεν ἡμῖν τὰ ὀλέθρια ταῦτα