4
πολλοῖς ἐνομίζετο· νῦν δὲ διὰ τοῦτο ἐκ παρθένου τίκτεται, τικτόμενος δὲ καὶ τὴν μήτραν ἀναλλοίωτον τηρεῖ, καὶ τὴν παρθενίαν ἀζήμιον διαφυλάττει, ἵνα ὁ ξένος τῆς κυήσεως τρόπος πίστεώς μοι μεγάλης πρόξενος γένηται. Ὅθεν κἂν Ἕλλην με, κἂν Ἰουδαῖος ἐρωτᾷ, ὅτι ὁ Χριστὸς Θεὸς ὢν κατὰ φύσιν, ἄνθρωπος γέγονε παρὰ φύσιν, ἐρῶ, Ναὶ, μάρτυρα τοῦ λόγου τὴν ἄσπιλον τῆς παρθενίας σφραγῖδα καλῶν· οὕτω γάρ ἐστι Θεὸς νικῶν τὴν τῆς φύσεως τάξιν· οὕτω γαστρός ἐστι κεραμεὺς, καὶ παρθενίας εὑρετὴς, ὅτι καὶ ἀμόλυντον ἔσχε τῆς γεννήσεως τὸν τρόπον, καὶ ἑαυτῷ ἀφράστως ᾠκοδόμησε ναὸν, ὃν ἠβουλήθη τρόπον. Εἰπέ μοι οὖν, ὦ Ἰουδαῖε, ἔτεκεν ἡ παρθένος, ἢ οὔ; Εἰ μὲν γὰρ ἔτεκεν, ὁμολόγησον τὸν ξένον τόκον· εἰ δὲ οὐκ ἔτεκε, διὰ τί τὸν Ἡρώδην ἠπάτησας; Σὺ γὰρ αὐτῷ πυνθανομένῳ, ποῦ ὁ Χριστὸς γεννᾶται, εἶπας, ὅτι ἐν Βηθλεὲμ τῆς Ἰουδαίας.
Μὴ οὖν ἐγὼ ᾔδειν τὴν κώμην, ἢ τὸν τόπον; μὴ ἐγὼ τοῦ γεννωμένου τὴν ἀξίαν ἐγίνωσκον; οὐχ ὁ Ἡσαΐας ὡς Θεοῦ αὐτοῦ ἐμνημόνευσε; Τέξεται γὰρ, φησὶν, υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ. Οὐχ ὑμεῖς ἀγνώμονες ἐχθροὶ τὴν ἀλήθειαν εἰσηγήσασθε; οὐχ ὑμεῖς οἱ γραμματεῖς καὶ Φαρισαῖοι οἱ ἀκριβεῖς τοῦ νόμου φύλακες πάντα τὰ κατ' αὐτὸν ἡμᾶς ἐδιδάξατε; μὴ τὴν τῶν Ἑβραίων γλῶσσαν εἴδομεν; οὐχ ὑμεῖς τὰς Γραφὰς ἡρμηνεύσατε; Μετὰ τὸ τεκεῖν τὴν παρθένον, καὶ πρὸ τοῦ τεκεῖν, ἵνα μὴ δόξῃ πρὸς χάριν τοῦ Θεοῦ ἑρμηνεύεσθαι τὸ λεγόμενον, οὐχ ὑμεῖς ἐρωτώμενοι παρ' Ἡρώδου, μάρτυρα παρηγάγετε Μιχαίαν τὸν προφήτην, ἵνα ὑμῶν τὸν λόγον κυρώσηται; Καὶ σὺ γὰρ, φησὶ, Βηθλεὲμ οἶκος τοῦ Ἐφραθᾶ οὐδαμῶς ἐλαχίστη εἶ ἐν τοῖς ἡγεμόσιν Ἰούδα· ἐκ σοῦ γὰρ ἐξελεύσεται ἡγούμενος, ὅστις ποιμανεῖ τὸν λαόν μου τὸν Ἰσραήλ. Καλῶς εἶπεν ὁ προφήτης, Ἐκ σοῦ. Ἐξ ὑμῶν γὰρ ἐξῆλθε, καὶ εἰς τὴν οἰκουμένην ἦλθεν. Ὁ γὰρ ὢν, προέρχεται· ὁ δὲ μὴ ὢν, κτίζεται, ἢ γίνεται. Αὐτὸς δὲ καὶ ἦν, καὶ προῆν, καὶ ἀεὶ ἦν ἀλλ' ἦν μὲν ἀεὶ ὡς Θεὸς, διέπων 56.391 τὸν κόσμον· σήμερον δὲ προῆλθεν, ὡς ἄνθρωπος μὲν τὸν λαὸν ποιμαίνων, ὡς Θεὸς δὲ τὴν οἰκουμένην διασώζων. Ὢ πολεμίων χρηστῶν! ὢ κατηγόρων φιλανθρώπων! οἳ τὸν ἐν Βηθλεὲμ τεχθέντα λανθάνοντες Θεὸν ἔδειξαν, οἳ τὸν ἐν φάτνῃ κρυπτόμενον ∆εσπότην ἐγνώρισαν, οἳ τὸν ἐν σπηλαίῳ καθήμενον ἐμήνυσαν ἄκοντες, καὶ εὐηργέτησαν μὴ θέλοντες, ἀπεκάλυψαν καλύψαι βουλόμενοι. Εἶδες ἀμαθεῖς διδασκάλους; Ἃ διδάσκουσιν, οὐ γινώσκουσι, πεινῶντες τρέφουσι, διψῶντες ποτίζουσι, πενόμενοι πλουτίζουσι.
∆εῦτε οὖν, ἑορτάσωμεν, δεῦτε πανηγυρίσωμεν. Ξένος γὰρ ὁ τῆς ἑορτῆς τρόπος, ἐπειδὴ καὶ παράδοξος ὁ τῆς γεννήσεως λόγος. Σήμερον γὰρ ὁ χρόνιος ἐλύθη δεσμὸς, ὁ διάβολος ᾐσχύνθη, οἱ δαίμονες ἐδραπέτευσαν, ὁ θάνατος ἐλύθη, παράδεισος ἠνεῴχθη, ἡ κατάρα ἠφανίσθη, ἡ ἁμαρτία ἐκποδὼν γέγονεν, ἡ πλάνη ἀπηλάθη, ἡ ἀλήθεια ἐπανῆλθε, καὶ τῆς εὐσεβείας ὁ λόγος πανταχοῦ διεσπάρη καὶ ἔδραμεν· ἡ τῶν ἄνω πολιτεία ἐν τῇ γῇ ἐφυτεύθη, ἄγγελοι μετὰ ἀνθρώπων κοινωνοῦσι, καὶ ἄνθρωποι μετὰ ἀγγέλων ἀδεῶς διαλέγονται. ∆ιὰ τί; Ἐπειδὴ Θεὸς ἐπὶ γῆς ἦλθε, καὶ ἄνθρωπος ἐν οὐρανῷ· πάντα ἀναμὶξ γέγονε. Ἦλθε γὰρ ἐπὶ τῆς γῆς, ὅλος ὢν ἐν οὐρανοῖς· ὅλος δὲ ὢν ἐν οὐρανῷ, ὅλος ἐστὶν ἐπὶ τῆς γῆς. Θεὸς ὢν, γέγονεν ἄνθρωπος, οὐκ ἀρνησάμενος τὸ εἶναι Θεός· λόγος ὢν ἀπαθὴς, σὰρξ ἐγένετο, διὰ τὸ ἐνοικῆσαι ἡμῖν σὰρξ ἐγένετο. Θεὸς γὰρ οὐκ ἐγένετο, ἀλλὰ ἦν. ∆ιὰ τοῦτο σὰρξ ἐγένετο, ἵνα ὃν οὐκ ἐχώρει οὐρανὸς, δέξηται φάτνη. ∆ιὰ τοῦτο ἐν φάτνῃ ἐτέθη, ἵνα ὁ τρέφων τὰ σύμπαντα παιδίου τροφὴν παρὰ μητρὸς παρθένου λάβῃ ∆ιὰ τοῦτο ὁ τῶν μελλόντων αἰώνων Πατὴρ ὡς ὑπομάζιον βρέφος παρθενικῶν ἀνέχεται ἀγκαλῶν, ἵνα καὶ μάγοις εὐπρόσιτος γένηται. Σήμερον γὰρ καὶ μάγοι προσῆλθον, ἀρχὴν λαβόντες ἀρνεῖσθαι τὸν τύραννον, καὶ ὁ οὐρανὸς καυχᾶται ἀστέρι τὸν ἴδιον ∆εσπότην μηνύων, καὶ ὁ Κύριος ἐπὶ νεφέλης κούφης τοῦ σώματος καθεζόμενος ἐπὶ τὴν Αἴγυπτον τρέχει, τῷ μὲν δοκεῖν φεύγων τὴν Ἡρώδου ἐπιβουλὴν, τῇ δὲ ἀληθείᾳ