1

 2

 3

 4

 5

 6

4

ταῦτα πάλιν ἀναλαβεῖν· ἵνα τοῖς θείοις νάμασιν ἐπαντλούμενος, ἀποσμήξω τὴν αἰσχύνην τῶν αἰσχρῶν ᾀσμάτων, τὸν ῥύπον τὸν ἐγκείμενον ταῖς ἐμαῖς ἀκοαῖς ἵνα θεωρῶν τοὺς σοὺς μαργαρίτας ἁρπαζομένους παρὰ τῶν εὐσεβῶν ἀνδρῶν, ἐπιθυμήσω κἀγὼ κτήσασθαι χεῖρας ἀξίας τῆς τούτων ὑποδοχῆς. Ταῦτα τοῦ ἀσώτου προσκρούσαντος, καὶ μετὰ δακρύων βοῶντος, Εἶπεν ὁ πατὴρ πρὸς τοὺς δούλους αὐτοῦ. Πρὸς ποίους δούλους; Ἄκουε· πρὸς τοὺς ἱερεῖς καὶ λειτουργοὺς τῶν αὐτοῦ προσταγμάτων. Ἐξενέγκατε τὴν στολὴν τὴν πρώτην, καὶ ἐνδύσατε αὐτόν· ἐξενέγκατε τὴν στολὴν τὴν ἄνωθεν ὑφαντὴν, τὴν ἐκ τοῦ πνευματικοῦ πυρὸς καταρτιζομένην· ἐξενέγκατε τὴν στολὴν τὴν ἐν τοῖς ὕδασι τῆς κολυμβήθρας ὑφαινομένην. Ἐξενέγκατε τὴν στολὴν τὴν ἐκ τοῦ πνευματικοῦ πυρὸς κατασκευαζομένην, καὶ ἐνδύσατε αὐτόν. Ἐνδύσατε τὸν ἑαυτὸν ἀποδύσαντα, ἐνδύσατε τὸν νέον Ἀδὰμ, ὃν ἐγύμνωσεν ὁ διάβολος· ἐνδύσατε τὸν βασιλέα τῆς κτίσεως· κοσμήσατε τοῦτον, δι' ὃν τὸν κόσμον ἐκόσμησα· καλλωπίσατε τοῦ υἱοῦ μου τὰ φίλτατα μέλη· οὐ φέρω γὰρ αὐτὸν ἀκαλλώπιστον καθορᾷν· οὐ φέρω τὴν ἐμὴν εἰκόνα γεγυμνωμένην καταλιπεῖν· ἐμὸν ὄνειδος ἡγοῦμαι τὸ ὄνειδος τοῦ ἐμοῦ παιδὸς, ἐμὴν δόξαν ἡγοῦμαι τούτου τὴν εὔκλειαν.

γʹ. ∆ότε καὶ δακτύλιον εἰς τὴν χεῖρα αὐτοῦ· ἵνα φορῇ τὸν ἀῤῥαβῶνα τοῦ

Πνεύματος, καὶ φορῶν αὐτὸν φρουρηθῇ ὑπ' αὐτοῦ τοῦ Πνεύματος· ἵνα τὴν ἐμὴν σφραγῖδα περιφέρων, φοβερὸς ᾖ πᾶσι τοῖς πολεμίοις τε καὶ ἐναντίοις· ἵνα πόῤῥωθεν φαίνηται, ποίου πατρός ἐστιν οὗτος υἱός. ∆ότε καὶ ὑποδήματα εἰς τοὺς πόδας αὐτοῦ· ἵνα μὴ πάλιν εὕρῃ ὁ ὄφις γυμνὴν τὴν πτέρναν αὐτοῦ, καὶ πατάξῃ αὐτὸν διὰ τοῦ κέντρου· ἀλλ' ἵνα μᾶλλον αὐτὸς καταπατῇ τὴν τοῦ δράκοντος κεφαλὴν, ἵνα συντρίψῃ τοῦ πολεμίου τὰ κέντρα, καὶ ἵνα τρέχῃ τὴν κατὰ Θεὸν ὁδόν. Καὶ ἐνέγκαντες τὸν μόσχον τὸν σιτευτὸν, θύσατε. Ποῖον μόσχον λέγει σιτευτόν; Ποῖον; Ὃν ἡ δάμαλις Μαρία παρθένος ἐγέν 59.520 νησεν.

Ἐνέγκατε τὸν μόσχον τὸν ἀδάμαστον, τὸν μὴ δεξάμενον ἁμαρτίας ζυγὸν, τὸν παρθένον, καὶ ἐκ παρθένου, τὸν ἀκολουθοῦντα τοῖς ἀκολουθοῦσιν αὐτῷ, οὐκ ἐξ ἀνάγκης, ἀλλ' ἑκουσίως· τὸν μὴ χρώμενον τῇ δυνάμει αὐτοῦ, μηδὲ τοῖς κέρασιν, ἀλλ' ἑτοίμως ὑποκλίναντα τὸν ἑαυτοῦ αὐχένα τοῖς σφάττειν θέλουσι. Θύσατε οὖν ἑκόντα θυόμενον, θύσατε τὸν ζωοποιοῦντα τοὺς θύοντας, θύσατε τὸν θυόμενον καὶ μὴ νεκρούμενον· θύσατε τὸν μελιζόμενον, καὶ τοὺς μελίζοντας αὐτὸν ἁγιάζοντα· θύσατε τὸν ἐσθιόμενον παρὰ τῶν εἰδότων αὐτὸν, καὶ μηδέποτε δαπανώμενον· θύσατε τὸν τοὺς ἐσθίοντας μακαρίους ἀπεργαζόμενον. Καὶ φαγόντες πάντες εὐφρανθῶμεν, Ὅτι οὗτος ὁ υἱός μου νεκρὸς ἦν, καὶ ἀνέζησεν· ἀπολωλὼς ἦν, καὶ ηὑρέθη. Καὶ ἤρξαντο εὐφραίνεσθαι. Ἐπίστασθε τὴν πνευματικὴν εὐφροσύνην, οἱ ταύτης γευσάμενοι καὶ μεμνημένοι τῶν φρικτῶν μυστηρίων, τῶν λειτουργῶν τῆς θείας ἱερουργίας, τῶν μιμουμένων τὰς τῶν ἀγγέλων πτέρυγας ταῖς λεπταῖς ὀθόναις ταῖς ἐπὶ τῶν ἀριστερῶν ὤμων κειμέναις, καὶ ἐν τῇ ἐκκλησίᾳ περιτρεχόντων καὶ βοώντων· Μή τις τῶν κατηχουμένων, μή τις τῶν μὴ ἐσθιόντων, μή τις τῶν κατασκόπων, μή τις τῶν μὴ δυναμένων θεάσασθαι τὸν Μόσχον ἐσθιόμενον, μή τις τῶν μὴ δυναμένων θεάσασθαι τὸ οὐράνιον αἷμα τὸ ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν, μή τις ἀνάξιος τῆς ζώσης θυσίας, μή τις ἀμύητος, μή τις μὴ δυνάμενος ἀκαθάρτοις χείλεσι προσψαύσασθαι τῶν φρικτῶν μυστηρίων· εἶτα καὶ τῶν ἀγγέλων οὐρανόθεν ἐπευφημούντων καὶ λεγόντων· Ἅγιος ὁ Πατὴρ, ὁ θελήσας τυθῆναι τὸν Μόσχον τὸν σιτευτὸν, τὸν μὴ γνόντα ἁμαρτίαν, καθώς φησιν ὁ προφήτης Ἡσαΐας· Ὃς ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ· ἅγιος ὁ Υἱὸς, ἅμα καὶ Μόσχος ὁ ἀεὶ θυόμενος ἑκὼν, καὶ ἀεὶ ζῶν· ἅγιος ὁ Παράκλητος, τὸ Πνεῦμα τὸ ἅγιον, τὸ τὴν θυσίαν τελεσιουργῆσαν. Τούτων οὖν ἔνδον ἐπιτελουμένων ὁ