1

 2

 3

 4

 5

 6

 7

 8

4

61.730 ἀπαῤῥησίαστος γὰρ ἅπας ἁμαρτωλός· οὐκ ἔχω δικαιολογίαν οὐδεμίαν· ἀδικαιολόγητος γὰρ ἅπας ἁμαρτωλὸς καὶ παράνομος· οὐκ ἔχω φωνήν· ἄφωνος γὰρ ἅπας κατάκριτος· τὸ πονηρὸν συνειδὸς ἐμφράττει μου τὸ στόμα, ὃ διέφθειρεν ὁ διεφθαρμένος μου βίος· ἄγχει τὴν γλῶσσαν ὁ κατήγορος πλοῦτος διαπαντὸς ἔσωθέν μου βοῶν, Ἐναπόκλεισόν σου τὸν λόγον τοῖς χείλεσι· στόμα ἁμαρτωλῶν πρὸς πρεσβείαν ἀπαῤῥησίαστον, καὶ γλῶσσα κατάκριτος πρὸς ἱκεσίαν ἀνάρμοστος, καὶ λόγος κίβδηλος πρὸς αἴτησιν οὐκ εὐπρόσωπος. Σιγῶσα διδάσκω τὰ κατ' ἐμὲ σὲ τὸν ἐπιστάμενον πάντα· τῇ ὄψει λαλῶ, βοῶ τῇ μορφῇ, τοῖς ὀφθαλμοῖς κηρύττω τὰς ἀνομίας, τοῖς δάκρυσιν ἐξαγορεύω τὰ πλημμελήματα, τοῖς στεναγμοῖς ἐξαγγέλλω σε τὸν μόνον κρύπτεσθαι μὴ δυνάμενον. Ὡς αἰχμάλωτος μετὰ πάντων τῶν ἐμῶν ὅπλων ὑποπίπτω σοι, τῷ βασιλεῖ τῶν οὐρανῶν· καὶ πάντα μου τὰ μέλη, δι' ὧν ἐστρατευσάμην κατὰ σοῦ, μᾶλλον δὲ καθ' ἑαυτῆς, σοὶ προσφέρω, φιλάνθρωπε. Ἐλέησον τὴν κεφαλὴν ταύτην, Ὅτι αἱ ἀνομίαι μου ὑπερῆραν τὴν κεφαλήν μου· ἐλέησον τὰς τρίχας ταύτας, ἃς ἔπλασας· ἐλέησον τοὺς ὀφθαλμοὺς τούτους, οὓς ἐδημιούργησας· ἐλέησον τὸν πηλὸν τοῦτον, ὃν αὐτὸς μὲν εἰς κάλλος ἐμόρφωσας, ἐγὼ δὲ τῷ κόσμῳ κατεχρησάμην εἰς ἀκοσμίαν ἄμορφον· ἐλέησον τὴν εἰκόνα τὴν σὴν, εἰς ἣν ὁ πολέμιος ἔπαιξεν, ὡς ἠθέλησεν· ἐλέησον τὴν στήλην τὴν σὴν, ἣν ὡς ἀδέσποτον ὁ σὸς ἐχθρὸς περιέσυρε· δέξαι ὡς λῦτρα καὶ δάκρυα, καὶ λῦσον ὡς ἀγαθὸς τὰ ἐγκλήματα· θέλησον μόνον, καὶ λέλυμαι· νεῦσον μόνον, καὶ λελύτρωμαι· πρόσταξον, καὶ τὸ ποθούμενον ἤνυσται. Ὃ γὰρ σὺ θέλεις, πρᾶξις· καὶ ὁ λόγος ὁ σὸς ἔργον ἐστί. Λάβω τὴν ἐλευθερίαν ἐκ τῶν ἀχράντων ποδῶν σου, ὡς ἔκλεψεν ἐκ τῶν σῶν κρασπέδων τὴν ἴασιν ἡ αἱμοῤῥοοῦσα, σοῦ τοῦτο κλαπῆναι θελήσαντος· γένωμαι διήγημα τοῖς μετ' ἐμὲ τῆς σῆς φιλανθρωπίας κἀγώ. Παράπεμψον ἐμὲ, καὶ τὰ κατ' ἐμὲ ταῖς ὑστέραις γενεαῖς καλὸν ὑπόμνημα τῶν σῶν οἰκτιρμῶν· λεγέτωσαν ἅπαντες ὅτι πόρνη ποτὲ παράνομος καὶ κατάκριτος, προσελθοῦσα τῷ Ἰησοῦ, ἐδικαιώθη παρ' αὐτοῦ· καὶ καθορῶντες ἅπαντες σὺν ἐμοὶ προσιέτωσαν, καὶ τὰς σὰς ἁρπαζέτωσαν δωρεάς. Κριτὰ δίκαιε καὶ φιλάνθρωπε, καὶ τοῖς κατακρίτοις διὰ πολλὴν φιλανθρωπίαν συναναστρεφόμενος, ὧδέ σοι προσῆλθον, ὡς κριτῇ, ὧδέ μοι τὴν συγχώρησιν ὑπαγόρευσον· μὴ θριαμβεύσῃς τὰς ἐμὰς ἁμαρτίας ἐπὶ πάσης τῆς κτίσεως, μὴ δημοσιεύσῃς τὰς ἀνομίας μου ἐν τῷ μέλλοντι κριτηρίῳ· μὴ πέμψῃς με τῷ αἰωνίῳ πυρὶ, τῷ ὕλην κεκτημένῳ τὴν τῶν ῥᾳθύμων ζωήν. Ἰησοῦ Χριστὲ, Υἱὲ τῆς Παρθένου Μαρίας, καὶ δημιουργὲ τῆς Παρθένου, διὰ τὴν Παρθένον, καὶ μητέρα σὴν, καὶ πάλιν παρθένον, ἀνάκτησαι διὰ τὴν ἁγίαν ἐκείνην ἐμὲ τὴν ἐναγῆ, καὶ ποίησον εὐαγῆ. Ἐκ γυναικὸς ἐτέχθης καὶ σὺ, ὡς σὺ μόνος ἐπίστασαι, καὶ γινώσκεις τὴν τῶν ἀνθρώπων ἀσθένειαν. Τοιαῦτα λαλούσης ἐν ἑαυτῇ τῆς πιστῆς γυναικὸς καὶ δεομένης, ἐγγὺς ὢν ὁ Σωτὴρ ἐδίδου τῇ ποθούσῃ τοῦ πόθου κατατρυφᾷν, καὶ τοὺς πόδας ἐγχειρίσαι ἐκείνην πρὸς ἀπόλαυσιν ἄπληστον, ἐπὶ τῆς στιβάδος ὢν, καὶ κατατρυφῶν τὸν ἐκείνης κλαυθμὸν, καὶ εὐωχούμενος τοῖς τῆς μετανοίας δάκρυσι, καὶ πεινῶν τὸ δίψος τῆς διψώσης τὸν ἔλεον.

Ἐντεῦθεν οἱ Φαρισαῖοι ἠρέμα ἐψιθύριζον πρὸς ἀλλήλους λέγοντες· Τί τοῦτο τὸ ξένον καὶ παράδοξον θέαμα; τίς τὴν πόρνην ταύτην ἐδίδαξε σωφρονεῖν; τίς τὴν ἐκκεχυμένην πρὸς αἰσχρὰς ἡδονὰς ἔπεισε τοιαῦτα φρονεῖν; οὐχ αὕτη ἐστὶ τὸ τῆς ἡμετέρας πόλεως ἐπίσημον ὄνειδος; οὐχ αὕτη ἡ τῶν ἀεὶ βουλομένων γυνή; οὐχ αὕτη ἐστὶν ἡ τῆς ἁμαρτίας ἑκάστου κατήγορος; οὐχ αὕτη ἐστὶν ἡ τῆς σωφροσύνης ἐχθρὰ, καὶ τῶν νομίμων γάμων τοιχωρύχος; οὐχ αὕτη ἐστὶν ἡ μετὰ κολακείας λῃστεύουσα τοὺς ἀνθρώπους; Πῶς οὖν ἐκ τοιαύτης τοιαύτη γενήσεται; πῶς ἡ φιλόγελως καὶ φιλοτερπνὴς φιλόδακρυς ἐφάνη καὶ φιλοπενθής; πῶς ἡ ἄσοφος, καὶ παράκαιρος, καὶ τῇ μορφῇ καὶ τῷ βλέμματι, καὶ τῷ σχήματι καὶ τοῖς περιέργοις βαδίσμασι, καὶ πᾶσι τοῖς μέλεσι πάντας μνηστευομένη τῷ θανάτῳ, ἐπὶ τὸ σῶφρον τοῦτο σχῆμα καὶ