4
συνδιαφθείρῃς τοὺς ἀναιτίους τοῖς αἰτίοις. Οἰκτείρησον μητέρας γάλα διὰ τὴν σὴν ὀργὴν τοῖς φιλτάτοις οὐ παρεχούσας· ἠρνήσαντο γονεῖς ἐκείνους ἐλέων, ἵνα τὸ σὸν ἔλεος ἐπισπάσωνται. Πάντες ἄνθρωποι τοῖς αὐτοῖς, οἷς καὶ ἡμεῖς, ἀνέχονται πονηρεύμασιν· ἂν ἡμᾶς μετανοοῦντας μὴ δέξῃ, τοῦ κόσμου παντὸς τὰς ἐλπίδας ἐξέκοψας, Τοιούτοις παρὰ τὰς ἀρχὰς, ὡς εἰκὸς, Νινευῖται λόγοις ἐχρῶντο· ἦν δὲ καὶ τὰ ἔργα τοῖς λόγοις ἐφάμιλλα, νηστεία, σάκκος, ἐκτεινὴς προσευχὴ, δάκρυα, πονηρίας φυγή. Ἀνεβόησαν γὰρ, φησὶ, πρὸς τὸν Θεὸν ἐκτενῶς, καὶ ἀπέστρεψεν ἕκαστος ἀπὸ τῆς ὁδοῦ αὑτοῦ τῆς πονηρᾶς, καὶ ἀπὸ τῆς ἀδικίας τῆς ἐν χερσὶν αὐτῶν. Ἅπτονται τῆς φιλοσοφίας ἀπὸ τῶν ἄκρων αὐτῶν τῆς φιλοσοφίας, καὶ τὴν κορωνίδα τῆς ἀρετῆς κρηπῖδα ποιοῦνται τῆς ἀρετῆς· πᾶν γὰρ ὅ τι κάλλιστον ἔργον, καὶ Θεῷ προσφιλέστατον, τοῦτο ἕκαστος ἐπιτηδεύετο. Ἴδον πόλεμον οὐράνιον κατ' αὐτῶν ἐγειρόμενον, καὶ ὠχύρωσαν ἔργοις ἀγαθοῖς ἑαυτοὺς, ὥσπερ τεῖχος [τείχει]. Ἐνεδύσαντο θαυμαστήν τινα πανοπλίαν τοὺς σάκκους. Ἀντέταξαν κάτωθεν εὐχὰς, καὶ δεήσεις τοῖς ἄνωθεν κεραυνοῖς φερομένοις. Τῷ πατάγῳ τῶν βροντῶν τὸν ἦχον τῆς ὑμνῳδίας ἀντέστησαν.
Νηστεία πύργος αὐτοῖς γέγονεν ἐναργής. Κρουνοῖς δακρύων τὴν τῶν ἁμαρτημάτων ἔσβεσαν φάλαγγα. Φίλους ἐποιήσαντο τοὺς ἐχθροὺς, ἵνα τὸν Θεὸν ἑαυτοῖς καταλλάξωσιν. Ἀφῆκαν αὐτοὶ τὴν ὀργὴν τοῖς λελυπηκόσιν, ἵνα τὴν κατ' αὐτῶν ὀργὴν παύσωσι τοῦ ∆εσπότου. Ὀφλημάτων κάτω γραμματεῖον διέῤῥηξαν, ἵνα τῆς ἄνωθεν ἐπταισμένων ἀφέσεως τύχωσιν. Ἔδωκαν δούλοις ἐλευθερίαν, ἵνα λάβωσιν αὐτοὶ τῆς τιμωρίας ἐλευθερίαν. Προσέθηκαν τὰς κτήσεις τοῖς ἐνδεέσιν, ἵνα κτήσωνται βεβαίως τὰς ἰδίας οὐσίας. Τρυφὴν ῥίψαντες, ἐγκράτειαν μετεδίωκον. Ἀκολασίαν φυγόντες, σωφροσύνην ἠσπάζοντο. Ἀξιωμάτων ὄγκον μισήσαντες, εἰς ταπεινὸν καὶ πενθηρὲς σχῆμα ἅπαντες μετεσκευάσθησαν. Ὠνίων, καὶ συμβολαίων, καὶ πάντων ἔργων σχολάσαντες τὸν Θεὸν ἐθεράπευον. Οἱ κακοῦργοι τὰς λῃστείας οὐδενὸς ἀναγκάζοντος ὡμολόγουν. Οἱ δικασταὶ τοὺς ὁμολογοῦντας οὐκ ἐπράττοντο δίκας. Ὡς τεθνεῶτες τοῦ βίου πάντες ὡμολόγουν. Ὁ πλοῦτος ἀφύλακτος ἔῤῥιπτο, καὶ ὁ κλέπτης οὐδαμόθεν ἐφαίνετο. Χρυσὸς τοῖς ἐνδεέσιν ἐχορηγεῖτο, καὶ τὴν κτῆσιν ἕκαστος ὡς ζημίαν ἔφυγεν. Ἓν μόνον ἐσπουδάζετο πᾶσιν, ἡ σωτηρία. Εἷς δρόμος καὶ πλουσίοις, καὶ πένησιν, ὁ περὶ τῆς ζωῆς προύκειτο πόνος. Πᾶν δὲ τὸ μὴ εἰς τοῦτο φέρον, ὡς ἀνόνητον καὶ φαῦλον ἐκβέβλητο. Ἄδηλος ἦν ἡ σωτηρία, καὶ ὡς ὁμολογουμένη παρ' αὐτοῖς ἐσπουδάζετο. Οὐκ εἶχον θαῤῥεῖν τῷ τέλει τῆς μετανοίας, καὶ ὡς ζησόμενοι πάντως ἀγαθῆς πάσης ἐπεμελοῦντο πράξεως. Ὢ φιλοσόφων βαρβάρων! ὢ σοφῶν ἀπαιδεύτων! Ἔγνωσαν ἀδιδάκτως τὰ δέοντα, ἄνευ νομοθέτου μετεῤῥυθμίσθησαν, ἄνευ διδασκάλων ἐσωφρονίσθησαν, ἐκ τῆς ἐσχάτης κακίας εἰς τὴν οὐράνιον πολι 64.433 τείαν ἀνέδραμον. Αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ Ὑψίστου. Εἷς ὄμβρος ἀπειλῆς, καὶ μυρίων ἀγαθῶν φορὰν ἐβλάστησαν Νινευῖται· ἀνεχωνεύθησαν ὡς παλαιοί τινες ἀνδριάντες.
Μετεσκευάσθησαν ἐκ τῆς μετανοίας· ἐξ ἁμαρτωλῶν γεγόνασι δίκαιοι, ἀγγέλοις ἐράσμιοι, Θεῷ ποθεινοί. Ἔστησαν σαλευομένην τὴν πόλιν, καταπίπτουσαν ὤρθωσαν, δονουμένην ἐστήριξαν. Μετεστράφησαν, καὶ οὐκ ἀντεστράφησαν· μετεβλήθησαν, καὶ οὐ διεφθάρησαν. Ἴδε γὰρ, φησὶν, ὁ Θεὸς τὰ ἔργα αὐτῶν, ὅτι ἀπεστράφησαν ἀπὸ τῶν ὁδῶν αὐτῶν πονηρῶν, καὶ μετενόησεν ἐπὶ τῇ κακίᾳ, ᾗ ἐλάλησε τοῦ ποιῆσαι αὐτοῖς. Ὢ παραδόξων πραγμάτων! Ἀνεδίκασε τὴν δίκην ὁ δικαστὴς, τὴν φονεύουσαν ἔλυσε ψῆφον, καὶ τὴν σώζουσαν ἐψηφίσατο. Μετενόησαν Νινευῖται, καὶ μετενόησεν ὁ Θεός. Ἔσχισεν ἡ μετάνοια τῆς ἀπωλείας τὸ πρόσταγμα. ∆ιέῤῥηξαν ἐκεῖνοι τὴν πονηρίαν, διέῤῥηξεν ὁ Θεὸς τὴν ἀπόφασιν. Ὢ πάντα δυναμένης μετανοίας!