1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

4

γʹ. ∆ιελέχθημεν ὑμῖν ἀπὸ τῶν ἀποστολικῶν ῥημάτων ἐν ταῖς ἔμπροσθεν ἡμέραις, καὶ ἀπὸ τῶν εὐαγγελικῶν, ὅτε περὶ τοῦ Ἰούδα διελεγόμεθα· διελέχθημεν ὑμῖν καὶ ἀπὸ προφητικῶν· σήμερον βουλόμεθα ἀπὸ τῶν Πράξεων τῶν ἀποστόλων εἰπεῖν. ∆ιὰ τοῦτο εἶπον τὸ ὄψον ξένον, καὶ οὐ ξένον. Οὐ ξένον μὲν, ὅτι τῆς ἀκολουθίας ἐστὶ τῶν θείων Γραφῶν, ξένον δὲ, διότι τάχα ἀήθης ὑμῖν ἡ ἀκοὴ πρὸς τὴν τοιαύτην ἀκρόασιν. Πολλοῖς γοῦν τὸ βιβλίον τοῦτο οὐδὲ γνώριμόν ἐστι, πολλοῖς δὲ δοκοῦν σαφὲς εἶναι, πάλιν παρορᾶται· καὶ γίνεται τοῖς μὲν ἡ γνῶσις, τοῖς δὲ ἡ ἄγνοια ῥᾳθυμίας ὑπόθεσις. Ἵν' οὖν καὶ οἱ ἀγνοοῦντες μάθωσι, καὶ οἱ νομίζοντες σαφῶς εἰδέναι, ὅτι πολὺ βάθος νοημάτων ἔχει, ἀναγκαῖον ἀμφοτέρων διορθώσασθαι τὴν ῥᾳθυμίαν τήμερον. ∆εῖ δὲ πρότερον μαθεῖν, τίς τὸ βιβλίον ἔγραψεν. Αὕτη γὰρ ἀρίστης ἐρεύνης ἀκολουθία, πρότερον τὸν γράψαντα ἰδεῖν, εἰ ἄνθρωπός ἐστιν, ἣ ὁ Θεός· κἂν μὲν ἄνθρωπος, παρακρουσώμεθα· Μὴ καλέσητε γὰρ, φησὶ, διδάσκαλον ἐπὶ τῆς γῆς· ἂν δὲ Θεὸς, δεξώμεθα· ἄνωθεν γάρ ἐστι τὸ διδασκαλεῖον τὸ ἡμέτερον· καὶ γὰρ τοιοῦτον τὸ ἀξίωμα τοῦ θεάτρου τούτου, μηδὲν παρὰ ἀνθρώπων μανθάνειν, ἀλλὰ παρὰ Θεοῦ δι' ἀνθρώπων. ∆εῖ τοίνυν ἐξετάσαι, τίς ὁ γράψας, καὶ πότε ἔγραψε, καὶ περὶ τίνων, καὶ τίνος ἕνεκεν τῇ ἑορτῇ ταύτῃ νενομοθέτηται αὐτὸ ἀναγινώσκεσθαι. Τάχα γὰρ οὐκ ἀκούετε διὰ παντὸς τοῦ ἔτους ἀναγινωσκομένου τοῦ βιβλίου. Καὶ γὰρ καὶ τοῦτο χρήσιμον· καὶ μετὰ τοῦτο ζητῆσαι χρὴ, τίνος ἕνεκεν ταύτην ἔχει τὴν ἐπιγραφὴν, Πράξεις ἀποστόλων. Οὐδὲ γὰρ τὰς ἐπιγραφὰς ἁπλῶς παριέναι χρὴ, οὐδὲ εὐθέως εἰς τὴν ἀρχὴν ἐμβαλεῖν τῆς συγγραφῆς, ἀλλὰ πρότερον ὁρᾷν τὴν προσηγορίαν τοῦ βιβλίου. Καθάπερ γὰρ ἐφ' ἡμῶν ἡ κεφαλὴ γνωριμώτερον ποιεῖ τὸ λοιπὸν σῶμα, καὶ ἡ ὄψις ἄνωθεν ἐπικειμένη φανερὸν αὐτὸ ἐργάζεται, οὕτω καὶ ἡ ἐπιγραφὴ ἄνωθεν πρὸ τῆς ὑφῆς ἐπικειμένη ἐπὶ τοῦ μετώπου καταφανέστερον ἡμῖν ποιεῖ τὸ λοιπὸν τῆς γραφῆς. Οὐχ ὁρᾶτε καὶ ἐπὶ τῶν εἰκόνων τοῦτο τῶν βασιλικῶν, ὅτι ἄνω κεῖται μὲν ἡ εἰκὼν, καὶ τὸν βασιλέα ἔχει ἐγγεγραμμένον· κάτω δὲ ἐν τῇ χοίνικι ἐπιγέγραπται τοῦ βασιλέως τὰ τρόπαια, ἡ νίκη, τὰ κατορθώματα; Οὕτω δὴ καὶ ἐπὶ τῶν Γραφῶν ἔστιν ἰδεῖν. Γέγραπται μὲν ἡ εἰκὼν ἡ βασιλικὴ ἄνωθεν· κάτωθεν δὲ ἐπιγέγραπται ἡ νίκη, τὰ τρόπαια, τὰ κατορθώματα. Οὕτω καὶ ἐπιστολὴν ὅταν δεξώμεθα, ποιοῦμεν· οὐκ εὐθέως διαλύομεν τὸν δε 51.72 σμὸν, οὐδὲ εὐθέως τὰ ἐγκείμενα ἔνδοθεν ἀναγινώσκομεν· ἀλλὰ πρότερον τὴν ἔξωθεν ἐπιγραφὴν ἐπερχόμεθα, καὶ ἐξ ἐκείνης μανθάνομεν καὶ τὸν πέμψαντα, καὶ τὸν ὀφείλοντα ὑποδέξασθαι. Καὶ πῶς οὖν οὐκ ἄτοπον ἐν μὲν τοῖς βιωτικοῖς τοσαύτῃ κεχρῆσθαι σπουδῇ, καὶ μὴ θορυβεῖσθαι, μηδὲ ταράττεσθαι, ἀλλὰ κατὰ τάξιν ἕκαστον ἐπιέναι· ἐνταῦθα δὲ ἀσχάλλειν, καὶ εὐθέως ἐπιπηδᾷν τῇ ἀρχῇ; Βούλεσθε μαθεῖν ὅση τῆς ἐπιγραφῆς ἡ ἰσχύς; ὅση δύναμις; ὅσος ἀπόκειται θησαυρὸς ἐν ταῖς ἀρχαῖς τῶν Γραφῶν; Ἀκούσατε, ἵνα μὴ καταφρονῆτε τῆς ἐπιγραφῆς τῶν θείων Βιβλίων. Εἰσῆλθεν εἰς τὰς Ἀθήνας ὁ Παῦλός ποτε· ἐν αὐτῷ τῷ βιβλίῳ γέγραπται ἡ ἱστορία αὕτη· εὗρεν ἐν τῇ πόλει οὐχὶ βιβλίον θεῖον, ἀλλὰ βωμὸν εἰδώλων· εὗρεν ἐπιγραφὴν οὕτως ἔχουσαν, Ἀγνώστῳ Θεῷ· καὶ οὐ παρέδραμεν, ἀλλ' ἀπὸ τῆς ἐπιγραφῆς τοῦ βωμοῦ τὸν βωμὸν καθεῖλε. Παῦλος ὁ ἅγιος, ὁ Πνεύματος χάριν ἔχων, οὐ παρέδραμε βωμοῦ ἐπίγραμμα, καὶ σὺ ἐπιγραφὴν Γραφῶν παρατρέχεις; ἐκεῖνος οὐκ ἀφῆκεν ἅπερ ἔγραψαν Ἀθηναῖοι εἰδωλολάτραι, καὶ σὺ ἅπερ ἔγραψε τὸ Πνεῦμα τὸ ἅγιον οὐ νομίζεις εἶναι ἀναγκαῖα; καὶ ποίαν ἔχεις συγγνώμην; Ἀλλὰ γὰρ ἴδωμεν πόσον τὸ κέρδος ἀπὸ τοῦ ἐπιγράμματός ἐστιν. Ὅταν οὖν ἴδῃς ἐπίγραμμα βωμῷ ἐγκεχαραγμένον τοσαύτην παρασχὸν τὴν ἰσχὺν, μαθήσῃ ὅτι πολλῷ μᾶλλον τὰ ἐπιγράμματα τῶν θείων Γραφῶν τοῦτο ποιῆσαι δυνήσεται. Εἰσῆλθεν εἰς τὴν πόλιν ὁ Παῦλος, εὗρε βωμὸν ἐν ᾧ ἐπεγέγραπτο, Ἀγνώστῳ Θεῷ. Τί ἔδει ποιῆσαι; Ἕλληνες πάντες ἦσαν, ἀσεβεῖς πάντες. Τί οὖν ἐχρῆν ποιῆσαι; Ἀπὸ Εὐαγγελίων διαλεχθῆναι; Ἀλλὰ κατεγέλων. Ἀλλ' ἀπὸ προφητικῶν, καὶ τοῦ νόμου γραμμάτων; Ἀλλ' οὐκ