4
τελώνης τὸ τῆς σοφίας ῥητόν· 62.727 Ἔστιν αἰσχύνη ἐπάγουσα ἁμαρτίαν. Ταύτην μετῆλ θεν ἐν τῷ τῆς ἀγνωμοσύνης βίῳ.
Καὶ ἔστιν αἰσχύνη δόξα καὶ χάρις. Ταύτην ἐπῆλθε διὰ τοῦ τῆς μετανοίας τρόπου, ἐκ τῶν ἐναντίων τὰ ἐναντία διὰ τῆς πίστεως ἰασάμενος. Μιμησάμενος ἰατρὸν, ἔμπλαστρον τίθησιν ἐναντίον τῷ σώματι, τὴν μὲν σάρκα ἐκτρῶγον, τὸ δὲ ἕλκος καθαῖρον, ἵνα ἀποκαλυφθέντος τοῦ ζωτικοῦ σώμα τος, ἐπιγνῷ τὸ τῆς θεραπείας μηχάνημα. Τοὺς ὀχετοὺς τῶν ἡδονῶν, οἷον καυστῆρι σιδηρῷ τῷ στεναγμῷ χρησά μενος, ἀπεστόμωσε, καὶ τὸ διοιδαῖνον τοῦ πάθους ἕλκος τοῖς δάκρυσι πραΰνας ἐθεράπευσε, καὶ τὴν ὀπὴν τοῦ ἕλκους μοτώσας διὰ τῆς τῶν χειρῶν πλήξεως ἀπούλωσε, καὶ τὸ ἐπιῤῥέον τῇ ψυχῇ ἐκ τοῦ σώματος ῥεῦμα ἐστεί ρωσε, καὶ καθαρὰν ταύτην διὰ τῆς μετανοίας τῷ πλά σαντι προσήγαγεν.
Ἀλλὰ καὶ τῶν λοιπῶν ῥημάτων τοῦ Φαρισαίου ἀκούσωμεν· Νηστεύω δὶς τοῦ Σαβ βάτου. ∆ηλοῖ τετράδος καὶ παρασκευῆς τὴν ἐγκράτειαν. Τὰ δὲ Σάββατα ἀνάπαυσίς ἐστι τοῖς Ἑβραίοις. Ἀπέχωτῶν διαφόρων βρωμάτων· οὐ ῥυπῶ μου τὰ χείλη ἀκα θάρτῳ γεύσει, ὅλως ἐγκράτειαν περιβέβλημαι, ὅλως ἁγιωσύνην ἠμφίεσμαι· ἔτι δὲ καὶ ὧν κτῶμαι τὰς δεκάτας τῷ Θεῷ προσκομίζω. Ὢ τῦφος ἀναισθησίας ἀναπνέων! Νηστεύω δὶς τοῦ Σαββατοῦ. Οὐ διάκειται, ὡς τὰ σιτηρέσια αὐτοῦ τῷ Θεῷ χαριζόμενος; Νηστεύω δὶς τοῦ Σαββάτου. Κύριε, μὴ νηστεία, φησὶ, τῷ Θεῷ παρ έχει τὰ τοῦ νόμου ἐντάλματα; καὶ ὃ οἱ ἄνθρωποι κόπῳ κατώρθωσαν, τοῦτο ἐγὼ προθέσει ποιῶ; Τί οὖν ὁ φιλάν θρωπος δικαστὴς, ὁ φιλότιμος ἀγωνοθέτης τὸν τῆς μετανοίας δρόμον; Καὶ τοῦ Φαρισαίου μεγαλαυχοῦντος ἠνείχετο, καὶ τοῦ τελώνου μετανοοῦντος ἐτέρπετο. Ἐπειδὴ δὲ ὁ μὲν τοῖς ῥήμασιν, ὥσπερ ἀνέμοις σφοδροῖς, τῆς ψυχῆς τὸν καρπὸν ἀπετίναξεν, ὁ δὲ συντρίψας ἑαυτὸν οὐκ ἐξεδέχετο ἄλλον κατήγορον, ἑκάστῳ τὸ πρὸς 62.728 τὴν ἀξίαν ἀπένειμε. Τὸν μὲν γὰρ τελώνην ἑαυτοῦ γεγενημένον κατήγορον, ἐλεύθερον ἀφῆκε τῆς κατα κρίσεως· τὸν δὲ Φαρισαῖον εἰς μέσον προθέντα τὰ κατορθώματα, πενέστερον τοῦ τελώνου ἀπέφηνεν. Ἀμφοτέροις ὁ τρόπος· τῷ μὲν ὑπόθεσις πενίας ὁ πλοῦτος, τῷ δὲ ἐκ πλούτου πενίας ὀλίσθημα.
Τί γάρ φησιν ὁ ∆εσπότης; Ἀμὴν λέγω ὑμῖν, κατέβη οὗτος δεδικαιωμένος εἰς τὸν οἶκον αὐτοῦ, ἤπερ ἐκεῖνος. Ὢ πῶς κακὸν τῆς ὑπερηφανίας τὸ νόσημα! Κατάκομος ἀνῆλθεν ὁ Φαρισαῖος, ὥσπερ ἄνθεσι, τοῖς κατορ θώμασι στεφανούμενος· συνώδευσε τούτῳ ὁ τελώνης πάσης ἀπολογίας γυμνός. Ἄλλος μὲν εὐχερῶς ἑαυτὸν ταπεινώσας ὑψώθη· ὁ δὲ πρὸς ἄκαιρον ὕψος ἀκοντίσας ἑαυτὸν, καταγέλαστον ὑπέμεινε γύμνωσιν. Οὐκ ἦν βέλτιον ὑφειμέναις χρήσασθαι ταῖς φωναῖς; οὐκ ἦν κρεῖττον ἀκοῦσαι τῆς προφητικῆς φωνῆς λεγούσης· Ταπεινώθητε ἐνώπιον Κυρίου, καὶ ὑψώσει ὑμᾶς; οὐκ ἦν μᾶλλον κρατῆσαι τῆς γλώσσης συμφέρον, καὶ φυλάξαι τὸν πλοῦτον, ὃν πόνοις πολλοῖς ἐκτήσατο; Ἃς γὰρ ἐν χρόνῳ συνήγαγεν ἀρετὰς, τῇ φωνῇ διεσκόρπισεν. Οὐκ ἤκουσε τάχα ὁ Φαρισαῖος τὸ γεγραμμένον, ὅτι Ἀκάθαρτος ἐναντίον Κυρίου πᾶς ὑψηλοκάρδιος; οὐκ ἐδιδάχθη τὸ καλῶς εἰρημένον· Ὃ ποιεῖ ἡ δεξιά σου, μὴ γνῷ ἡ ἀριστερά σου. Τάχα δὲ ἐγίνωσκεν ἀμφότερα, ἀλλ' ἡ ἰσχὺς τῆς κενοδοξίας ἐνίκησεν.
Ἡμεῖς οὖν τοῦ τελώνου τὴν ταπείνωσιν κτησώμεθα, καὶ τῶν ἁμαρτημάτων τὸ βάρος ἀπωσώμεθα· ὑπερηφανίαν δὲ μισήσωμεν, δι' ἧς ὁ Φαρισαῖος τὸν πλοῦτον τῶν ἀρετῶν ἀπώλεσεν· Ὑπερηφάνοις γὰρ Κύριος ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν. Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.