1

 2

 3

 4

 5

4

ὢν, καὶ εἰδὼς φέρειν μαλακίαν. Ἄνθρωπος, οὐ Θεός· ἄνθρωπος γὰρ ἦν, καὶ οὐ Θεὸς, ὁ πληττόμενος. Τίς οὖν οὗτος ὁ πολύπονος καὶ πολυώδυνος καὶ ὑπὸ πάντων βαλλόμενος; μήπου καὶ δικαίως ἃ πάσχει πάθῃ; Οὗτος τὰς ἁμαρτίας ἡμῶν φέρει, καὶ ὑπὲρ ἡμῶν ὀδυνᾶται. Ἐγὼ οὐδεμίαν αἰτίαν εὑρίσκω ἐν αὐτῷ. Ἀλλὰ μὴ αἰσχύνου τοῖς ἐπονειδίστοις ἀγαθοῖς. Τοσαῦτα γὰρ παθὼν, ἔμεινεν ἀπαθής· ἐτρώθη, ἐνεπτύσθη, τὰ αἴσχιστα ὑπέμεινε, καὶ ὁ αὐτὸς μένει ἔντιμος, ἔνδοξος, τῶν πεπληγμένων ὥς τις, φησὶν αὐτὸς ὁ Ἡσαΐας· Καὶ ἡμεῖς ἐλογισάμεθα αὐτὸν εἶναι ἐν πόνῳ, καὶ ἐν πληγῇ, καὶ ἐν κακώσει· αὐτὸς δὲ ἐτραυματίσθη διὰ τὰς ἁμαρτίας ἡμῶν, καὶ ἐμαλακίσθη διὰ τὰς ἀνομίας ἡμῶν. Οὐκοῦν καὶ αὐτὸς καὶ ἡμεῖς τραυματίαι κείμεθα. Τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν.

Νεκρὸς νεκρῶν ἰατρός· τραυματίας πολυπόνων ἀνθρώπων ἀντιφάρμακον. Ἀλλ' ἕως πότε τὴν ἡμετέραν ἄδειαν περιπλανᾷς, ὦ ἄνθρωπε; εἰπὲ σαφέστερον τὸ ζητούμενον. Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος ἄφωνος. Χρηστὸν πρόβατον κακοῖς μαγείροις ἐκδοθέν· εἰ σφάττετε, ὦ Ἰουδαῖοι, μὴ κείρετε· εἰ δὲ κείρετε, φείσασθε προβάτου χρηστὰ καρποφοροῦντος. Ἤγοντο δὲ καὶ ἄλλοι μετ' αὐτοῦ κακοῦργοι δύο. Περιήκει γὰρ ἡμῖν ὁ λόγος εἰς τὴν ἑνδεκάτην ὥραν τῆς ἡμέρας, ἵνα μηδεὶς τὴν ἑαυτοῦ ζωὴν ἀπαγορεύσῃ. Καὶ ἐβουλόμην μὲν ὑπερβῆναι τὴν ἱστορίαν, διὰ τὸ 50.816 πολλάκις αὐτὴν εἰρῆσθαι, ὁρῶ δὲ λῃστὴν ἀεί με βιαζόμενον. Καὶ οὐ μέγα· καὶ γὰρ παραδείσου θύρας ἐβιάσατο, τὴν τέχνην εἰς σωτηρίαν μεταβαλών. Εἱστήκει ἐπὶ τοῦ σταυροῦ ἀμνὸς, καὶ δύο λύκοι· ἀλλ' ὁ μὲν ἔμεινεν ἐπὶ τῆς γῆς γνώμη· ὁ δὲ ἤδη μετεβάλλετο, Μνήσθητί μου, λέγων, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου. Ὢ τῆς δυνάμεως Ἰησοῦ! ὁ λῃστὴς ἤδη προφήτης ἀπὸ σταυροῦ κηρύσσων· Μνήσθητί μου, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου. Τί γὰρ ὁρᾷς βασιλέως, ὦ λῃστά; Ῥάπισμα, ἔμπτυσμα, ἥλους καὶ ξύλον, καὶ τὰ Ἰουδαίων σκώμματα, καὶ ἤδη τὴν λόγχην τῶν στρατιωτῶν γυμνουμένην. Ἀλλ' οὐχ ὁρῶ, φησὶ, τὰ φαινόμενα· ἀγγέλους περιεστῶτας ὁρῶ, ἥλιον φεύγοντα, καταπέτασμα ῥηγνύμενον, τὴν γῆν τρέμουσαν, νεκροὺς ἤδη φεύγειν μελετῶντας· Ἰησοῦς πάντας δεχόμενος, ὁ καὶ τοῖς περὶ τὴν ἑνδεκάτην ὥραν ἐλθοῦσιν ἐργάταις δοὺς τὸ αὐτὸ δηνάριον· Ἀμὴν λέγω σοι (λάβε καὶ σὺ τὸ ἀμὴν, ὦ λῃστὰ, ὁ σήμερον λῃστὴς), σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ. Ἐγώ σε ἐκβαλὼν, εἰσάγω, ὁ τὰς θύρας τοῦ παραδείσου κλείσας, ὁ ῥομφαίᾳ πυρίνῃ τειχίσας· ἂν γὰρ ἐγὼ μὴ εἰσάγω, μένουσιν αἱ θύραι κεκλεισμέναι. ∆εῦρο, ὦ λῃστὰ, τὸν διάβολον λῃστεύσας, καὶ κατ' αὐτοῦ στεφανωθείς· ἄνθρωπον ἰδὼν, καὶ Θεὸν προσεκύνησας, τὰ μὲν πάλαι ῥίψας ὅπλα, τὰ δὲ τῆς πίστεως ἀναλαβών.

Τούτων δὲ οὕτως ἐχόντων, καὶ πάντων ἁγιαζομένων, ἐκ μὲν αἰθέρος, ἡλίου, ἐκ δὲ φυτῶν, ξύλου, ἐκ δὲ ζώων, χολῆς, ἐκ δὲ ὑφασμάτων, χιτῶνος ἀδιαῤῥήκτου, ἐκ δὲ θαλάσσης, πορφυρᾶς στολῆς, ἐκ δὲ μετάλλων καὶ σιδήρου, λόγχης καὶ ἥλων, καὶ διδύμων πηγῶν, αἵματος καὶ ὕδατος προχυθέντος, ὁ Σωτὴρ τὸ ἑαυτοῦ ἐποίει· Πάτερ, ἄφες αὐτοῖς τὴν ἁμαρτίαν. Τίσιν ἄφεσις; Ἕλλησιν, Ἰουδαίοις, ξένοις, βαρβάροις, πᾶσιν ἁπλῶς· ἅπαξ γὰρ εἶπε, καὶ ἀεὶ τὸ ἔργον τελεῖται. Μὴ γὰρ ἐπὶ τῶν πολεμίων μόνον, Ἄφες, εἶπε· καθ' ἕκαστον ἔτος λέγει, καὶ ἀεὶ λέγει, καὶ ὁ βουλόμενος λαμβάνει. Συνῆλθον πάντες ἐπὶ τὸ πραιτώριον Πιλάτου· τί λέγοντες; Οἴδαμεν ὅτι ὁ πλάνος ἐκεῖνος εἶπεν ἔτι ζῶν· Μετὰ τρεῖς ἡμέρας ἐγείρομαι. Ὅλως οἶδας; ὅλως μέμνησαι ὅτι ἐγήγερται; Ἀσφαλίζου τὸν τάφον· ἐμοὶ γὰρ ἀσφαλίζῃ· φρούρησον νεκρὸν, μὴ φύγη. Ἔχετε φησὶ, κουστωδίαν, ὑπάγετε· ἀσφαλίσασθε ὡς οἴδατε· ἀποκλείετε ὡς οἴδατε, ὡς οἴδατε σκευάσατε, ὡς οἴδατε φρουρήσατε· εἰ μὴ ἐφυλάξατε, ἐμοὶ προφάσεως λόγον καταλιμπάνετε.

Νυνὶ δὲ ὑμῖν αὐτοῖς παραδίδωμι, ὅτε μὲν ἔζη παρ' ὑμῶν κατασχεθέντα, ὅτε δὲ ἀνῃρέθη, πάντας ὑμᾶς λαθόντα. Μείνωμεν τοίνυν νήφοντες, ἵνα τὸν βαθὺν ὕπνον